17. Εἴπωμεν οὖν ἡμεῖς ἤδη τὴν Ἱπποκράτειόν
18. τε ἅμα καὶ ἀληθῆ μέθοδον ἑλκῶν κοίλων ἰάσεως· ἄρχεσθαι
1. δὲ δήπουθεν αὐτὴν ἐκ τῆς οὐσίας χρὴ τοῦ πράγματος.
2. ἐπεὶ τοίνυν ἐν τοῖς κοίλοις ἕλκεσι πρόκειται γεννῆσαι τὴν
3. ἀπολωλυῖαν σάρκα, δεῖ γινώσκειν τὶ περὶ σαρκὸς γενέσεως, ὡς
4. ὕλη μὲν αὐτῆς αἷμα χρηστὸν, ὁ δ’ οἷον δημιουργός τε καὶ
5. τεχνίτης ἡ φύσις. ἀλλ’ οὐχ ἁπλῶς εἰπεῖν χρὴ φύσιν, ἀλλὰ
6. προσθεῖναι τὴν τίνων καὶ ποῦ. δῆλον δὲ ὅτι τῶν ὑποκειμένων
7. σωμάτων οἷς σὰρξ ἐπιτρέφεσθαι μέλλει, τούτων ἡ φύσις
8. ἔσται δημιουργὸς τῆς γενηθησομένης σαρκός. ἀλλ’ ἡ φύσις
9. ἑκάστου τῶν σωμάτων ἐδείχθη κατά τινα θερμοῦ. καὶ ψυχροῦ
10. καὶ ξηροῦ καὶ ὑγροῦ κρᾶσιν ἀποτελεῖσθαι. δῆλον οὖν
11. ὡς ἡ τούτων εὐκρασία κατὰ τὸ ὑποκείμενον μόριον ᾧ μέλλομεν
12. ἐπιθρέψειν τὴν λείπουσαν σάρκα τὸν λόγον ἕξει τοῦ
13. δημιουργοῦ. πρῶτον μὲν οὖν ἡμῖν σκεπτέον ἐπὶ παντὸς
14. ἕλκους κοίλου δύο ταῦτα, τό θ’ ὑποκείμενον εἰ εὐκράτως
15. ἔχει, τουτέστιν εἰ κατὰ φύσιν. ἐδείχθη γὰρ ἡ ἐν τοῖς ὁμοιομερέσι
16. σώμασιν ὑγεία τῶν τεττάρων οὖσα ποιοτήτων εὐκρασία
17. καὶ προσέτι τὸ αἷμα τὸ ἐπιῤῥέον, εἰ χρηστόν τε καὶ σύμμετρον·
1. εἰ μὲν δὴ καὶ τούτων τι μοχθηρῶς ἔχοι, πολλαὶ
2. διαθέσεις γίγνονται παρὰ φύσιν· ἡμῖν δ’ ὑπόκειται μία κοιλότης
3. ἐν σαρκώδει μορίῳ. ὑποκείσθω τοίνυν ὑγιεινόν τε τὸ
4. χωρίον ἥ τ’ ἐπιῤῥοὴ τοῦ αἵματος ἄμεμπτος ἐν ποσότητι καὶ
5. ποιότητι. καὶ τούτων οὕτως ἐχόντων οὐδὲν ἂν ἔτι κωλύοι
6. τὴν πρώτην γένεσιν τῆς σαρκὸς ἄμεμπτον γενέσθαι, μηδενὸς
7. δεηθεῖσαν ἔξωθεν φαρμάκου· τῶν γὰρ αἰτίων ἀμφοτέρων
8. ὑφ’ ὧν γίγνεται παρόντων καὶ μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν
9. ὄντος, οὐκ ἐνδέχεται κωλυθῆναι τὴν τῆς σαρκὸς γένεσιν. ἀλλ’
10. ἐν αὐτῷ δὴ τῷ γεννᾶσθαι τὴν πρώτην σάρκα περίττωμα διττὸν
11. ἀνάγκη γίγνεσθαι, καθότι καὶ τοῦτ’ ἐν τοῖς περὶ φύσεως
12. εἴρηται λογισμοῖς, ὡς ἁπάσῃ τῇ κατὰ ποιότητα μετακοσμήσει
13. τῆς τροφῆς ἕτερον μὲν παχύτερον, ἕτερον δὲ λεπτότερον
14. ἕπεται περίττωμα. τούτων τῶν περιττωμάτων καὶ καθ’ ὅλον
15. τὸ σῶμα γιγνομένων, ἀεὶ τὸ μὲν λεπτότερον ἡ ἄδηλός ἐστι
16. διαπνοή· γίγνεται δὲ καὶ δήλη πολλάκις, ὅταν ἤτοι τὸ ἔμφυτον
17. ἀῤῥωστήσῃ θερμὸν ἢ τροφῇ χρήσηται πλείονι τοῦ δέοντος,
18. ἤ τις ἐπαχθῇ τῷ ζώῳ κίνησις σφοδροτέρα. τὸ δ’ ἕτερον
1. ὁ ἐπιτρεφόμενός ἐστι τοῖς σώμασιν ἡμῶν ῥύπος· καὶ δὴ κᾀν
2. τοῖς ἕλκεσιν ἰχὼρ μὲν καλεῖται τὸ λεπτὸν περίττωμα, ῥύπος
3. δ’ ἕλκους τὸ παχύ. καὶ διὰ μὲν τὸ λεπτὸν περίττωμα ὑγρὸν
4. τὸ ἕλκος γίγνεται, διὰ δὲ τὸ παχὺ ῥυπαρόν· καὶ δεῖται διὰ
5. τοῦτο διττῶν φαρμάκων, ὡς μὲν ὑγρὸν τῶν ξηραινόντων,
6. ὡς δὲ ῥυπαρὸν τῶν καθαιρόντων αὐτό. κατ’ οὐδένα τοίνυν
7. χρόνον τῆς φύσεως ἀργούσης οὐδεὶς ἔσται καιρὸς ἐν ᾧ μὴ
8. ταῦτ’ ἄμφω κατὰ τὸ κοῖλον ἕλκος ἀθροισθήσεται· ὥστε οὐδὲ
9. χρόνος ἔσται καθ’ ὃν οὐ δεήσεται τῶν φαρμάκων ἀμφοτέρων,
10. τοῦ τε ξηραίνοντος καὶ τοῦ καθαίροντος. ὁποῖον μὲν οὖν
11. εἶναι χρὴ τῷ γένει τὸ φάρμακον εὕρηται· ἀλλ’ οὐκ ἀρκεῖ
12. τοῦτο, χρὴ γάρ τι τῶν κατ’ εἶδος ἐξευρεῖν ὃ προσαχθήσεται.
13. πόθεν οὖν ἐκεῖνο κᾀκ τίνος εὑρεθήσεται μεθόδου, ἢ τῆς ἐν
14. τοῖς περὶ φαρμάκων ἁπλῶν δυνάμεως εἰρημένης; ἐδείκνυμεν
15. γὰρ ἐν ἐκείνοις τὰ μὲν ξηραίνοντα, τὰ δ’ ὑγραίνοντα,
16. τὰ δὲ ψύχοντα, τὰ δὲ θερμαίνοντα τῶν φαρμάκων· ἔνια δὲ
17. κατὰ συζυγίαν ἢ θερμαίνοντα καὶ ξηραίνοντα, ἢ ψύχοντα
1. καὶ ὑγραίνοντα, ἢ θερμαίνοντα καὶ ὑγραίνοντα, ἢ ψύχοντα
2. καὶ ξηραίνοντα· εἶναί τε καθ’ ἕκαστον αὐτῶν ἄπειρον μέν
3. τι τῷ πλήθει τὸ μᾶλλόν τε καὶ ἧττον· εἰς δὲ τὴν χρείαν τὴν
4. ἰατρικὴν ὅροις εὐσήμοις περιγραφόμενον, πρώτης τινὸς ἐν
5. αὐτοῖς γινομένης τάξεως καὶ δευτέρας καὶ τρίτης καὶ τετάρτης.
6. ἐκ ποίας οὖν τάξεως ἔσται τὸ σαρκωτικὸν φάρμακον,
7. ὃ δὴ μετρίως ἔφαμεν χρῆναι ξηραίνειν τε καὶ ῥύπτειν; ἐκ τῆς
8. πρώτης δηλονότι· μᾶλλον γὰρ ἐπιταθὲν ὡς μὴ μόνον ἐκδαπανᾷν
9. τὸ περιττὸν τῆς ἀποῤῥεούσης ὑγρότητος, ἀλλὰ καὶ
10. αὐτοῦ τοῦ ἐπιῤῥέοντος αἵματος ἅπτεσθαι, κωλύσει τὴν σάρκωσιν
11. ἀναλίσκον αὐτῆς τὴν ὕλην. ἐδείχθη δὲ τοιαῦτα, λιβανωτός
12. τε καὶ κρίθινον ἄλευρον καὶ κυάμινον ὀρόβινόν τε καὶ
13. ἴρις ἀριστολοχία τε καὶ καδμεία καὶ πάναξ καὶ πομφόλυξ·
14. ἅπαντα δὲ ταῦτα ἀλλήλων ἐδείκνυτο διαφέροντα τῷ τε μᾶλλον
15. καὶ ἧττον. καὶ τῷ μὲν ἁπλᾶς ἔχειν τὰς ἐπικρατούσας
16. δυνάμεις, τὰ δὲ συνθέτους. ἀριστολοχία μὲν γὰρ καὶ πάναξ
17. μᾶλλον ξηραίνει τῶν ἄλλων καὶ θερμότερα τὴν φύσιν ἐστί·
1. τὸ δὲ κρίθινον καὶ τὸ κυάμινον ἄλευρον ἧττον πολὺ ἐκείνων
2. ξηραίνει καὶ ἥκιστα θερμότητος μετέχει· λιβανωτὸς δὲ θερμὸς
3. μέν ἐστι μετρίως, ἧττον δὲ τούτων ξηραίνει, ὥστε τινὰς φύσεις
4. σωμάτων οὐδὲ ξηραίνει τὴν ἀρχήν· ὀρόβινον δὲ καὶ
5. ἴρις ἐν τῷ μεταξὺ τούτων τε καὶ ἀριστολοχίας καὶ πάνακός
6. ἐστιν. ὅπερ δ’ ὁ λόγος ἐκίνησε χρησίμως αὖθις ἀναλάβωμεν.
7. ὁ γάρ τοι λιβανωτὸς ὑγρὰν μὲν φύσιν σώματος σαρκῶσαι
8. δύναται, ξηρὰν δ’ οὐ δύναται· χρὴ γὰρ ἐπίστασθαι περὶ
9. τῶν πρώτων ἐνδείξεων ὡς δύο ἐστὸν αὐτῶν αἱ διαφοραὶ, τοῦ
10. μὲν κατὰ φύσιν τὴν φυλακὴν ἐνδεικνυμένου καὶ διὰ τοῦτο
11. ὁμοίων ἑαυτοῦ δεομένου, τοῦ δὲ παρὰ φύσιν τὴν ἀναίρεσιν
12. τὴν ἑαυτοῦ καὶ διὰ τοῦτο τῶν ἐναντίων· φθείρεται γὰρ πᾶν
13. εἰς ἐναντία τε καὶ δι’ ἐναντίων. τὸ μὲν οὖν ἕλκος ὅσῳπερ ἂν
14. ὑγρότερον ᾖ, τοσούτῳ δεῖται φαρμάκου ξηραίνοντος μᾶλλον·
15. ἡ φύσις δ’ αὐτοῦ τοῦ σώματος ὅσῳπερ ἂν ὑγροτέρα τύχῃ,
16. τοσούτῳ δεῖται φαρμάκου ξηραίνοντος ἧττον· ὥστε τῶν ἴσην
17. ὑγρότητα ἐχόντων ἑλκῶν τὸ μὲν ἐν ξηροτέρᾳ τῇ τοῦ κάμνοντός
18. κράσει μᾶλλον ξηραίνεσθαι δεῖται, τὸ δ’ ἐν ὑγροτέρᾳ
1. τοσούτῳ καταδεέστερον, ὅσῳπερ ἂν καὶ ἡ φύσις τῆς φύσεως
2. ἀπολείπηται· τὴν γὰρ ἐπιτρεφομένην σάρκα παραπλησίαν
3. εἶναι χρὴ τῇ προϋπαρχούσῃ. ξηροτέρας οὖν οὔσης τῆς ἀρχαίας
4. ξηροτέραν χρὴ γενέσθαι καὶ τὴν νέαν, ὥστε ἐπὶ πλεῖον
5. αὐτὴν δεῖ ξηραίνεσθαι, καὶ ὅσῳπερ ἂν ᾖ ἐπὶ πλέον ξηρὰ, ἐπὶ
6. τοσούτῳ καὶ τὸ προσαγόμενον φάρμακον εἶναι ξηραντικώτερον.
7. ἐπὶ δέ γε τῆς ὑγροτέρας φύσεως εἰς τοσοῦτον αὖ πάλιν
8. ἧττον ξηραινόντων χρεία ἐστὶ φαρμάκων, εἰς ὅσον καὶ ἡ
9. σὰρξ ἧττόν ἐστι ξηρά. τοιαύτην οὖν ἔχει κρᾶσιν λιβανωτὸς,
10. ὡς πρὸς ἀνθρωπίνην φύσιν σώματος. πρὸς μὲν γὰρ τὰς
11. εὐκράτους καὶ μέσας ὁμολογεῖ, τῶν δ’ ὑγρατέρων ἀτρέμα
12. ξηραντικώτερος ὑπάρχει, ὥσπερ οὖν αὖ καὶ τῶν ἄκρως ξηρῶν
13. ὑγρότερος ἀτρέμα. δεόντως οὖν ἐπὶ μὲν ἐνίων ἑλκῶν τε
14. καὶ φύσεων ὁ λιβανωτὸς ἐκπυΐσκει μὲν, οὐ μὴν καὶ σαρκοῖ·
15. κατὰ δέ τινας ἤδη καὶ σαρκοῖ. παραφυλάξας οὖν εὑρήσεις
16. ὁμολογοῦν τῷ λόγῳ τὸ φαινόμενον. ἐν μὲν γὰρ ταῖς ὑγροτέραις
17. φύσεσι σαρκωτικός ἐστιν, ἐν δὲ ταῖς ξηροτέραις οὐκέτι·
18. καὶ κατὰ μὲν τὰ μετρίως ὑγρὰ τῶν ἑλκῶν οἷός τε σαρκοῦν
1. ἐστι, κατὰ δὲ τὰ λίαν ὑγρὰ παντάπασιν ἀδύνατος.
2. ὁρᾷς οὖν ἤδη σαφῶς ὅσων δεῖ θεωρημάτων ἀνδρὶ μέλλοντι
3. κατὰ μέθοδον ὀρθὴν ἕλκος ἰᾶσθαι; ἐπειδὴ γὰρ εὑρέθη πάντως
4. ὑγρότης ἐνϋπάρχουσα τῷ πάθει, τὸ ξηραῖνον ἐνεδείξατο
5. φάρμακον. ἀλλ’ ἐπεὶ τὰ μὲν αὐτῶν μᾶλλον ξηραίνει, τὰ δ’
6. ἧττον, ἔκ τε τῆς τῶν ἑλκῶν διαφορᾶς τὸ χρήσιμον ἐλήφθη
7. κᾀκ τῆς τοῦ κάμνοντος φύσεως. ὥστ’ οὐ μόνον ἀνάγκη περι
8. φύσεως σώματος ἐπεσκέφθαι τῷ μέλλοντι κατὰ τρόπον ἰατρεύσειν
9. ἕλκος, ἀλλὰ καὶ τὴν περὶ φαρμάκων θεωρίαν ἀκριβῶς
10. ἐκμεμαθηκέναι καὶ κράσεως σώματος ὑγρᾶς καὶ ξηρᾶς
11. ἐπίστασθαι γνωρίσματα. θέασαι τοίνυν ὅση τῶν μεθοδικῶν
12. ἐστιν ἡ περὶ τὰς ἀποφάσεις τόλμα, τοῦθ’ ἓν μόνον ἀρκεῖν
13. αὐτοῖς ἡγουμένοις εἰς ἕλκους ἴασιν κοίλου, τὸ γινώσκειν ὅτι
14. πληρωτέον τέ ἐστιν αὐτὸ καὶ σαρκωτέον· οὐ γὰρ ἐν τούτῳ γε
15. τὸ θεραπεύειν ἐστὶν, ἀλλ’ ἐν τῷ τὸ σαρκῶσον ἐξευρεῖν. ἀλλ’
16. εὕρηται, φησὶ, τὸ σαρκῶσον τῆ πείρᾳ. λέγε τοίνυν καὶ τὸ
17. θεραπεῦσον ἐκ τῆς πείρας εὑρῆσθαι· καὶ μὴ μάτην φρυάττου
1. μηδ’ ἀνατείνου τὴν μέθοδον. καίτοι καὶ παρ’ αὐτοῖς τοῖς
2. ἐμπειρικοῖς ἡ χωρὶς διορισμοῦ πεῖρα κατέγνωσται· γράφουσι
3. γοῦν ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν· ἔμπλαστρος πρὸς
4. ἁπαλόχρωτας καὶ παῖδας καὶ γυναῖκας· ἴασί τε τὸν λιβανωτὸν
5. ἐπὶ τῶν τοιούτων φύσεων ἕλκη κοῖλα μηδὲν ἔχοντα σύμπτωμ’
6. ἕτερον, ἀνατρέφοντα καὶ πληροῦντα. πότερον δ’.
7. ὑγρὰ τὰ τοιαῦτα σώματ’ ἐστὶ καὶ διὰ τοῦτο δεῖται μετρίως
8. ξηραινόντων φαρμάκων, ἢ ἄλλη τις αἰτία τοῦ συμβαίνοντός
9. ἐστιν, οὐκ ἐπίστανται. καὶ γὰρ αὖ καὶ πρὸς τὰ γεροντικὰ
10. σώματα γεγραμμένον εὑρήσεις ἕτερον φάρμακον, ἄλλο δέ τι
11. πρὸς τὰ δυσεπούλωτα καὶ ὀχθώδη τῶν ἑλκῶν, καὶ πολλοὺς
12. ἄλλους διορισμοὺς ἐν ἅπασι τοῖς θεραπευτικοῖς ὑπομνήμασι
13. γράφουσιν, ἐξ ὧν ὡς οἷόν. τε πρὸς τὴν ἰδιότητα τῆς θεραπευομένης
14. φύσεως ἐξευρίσκουσι τὸ συνοῖσον φάρμακον.
15. ἅπαντες γὰρ οἱ διορισμοὶ κατὰ τὰς τέχνας ἀπὸ τοῦ κοινοῦ
16. πειρῶνται τὸ ἴδιον χωρίζειν· καὶ ὅσῳπερ ἄν τις πλείω διορίσηταί,
17. πλησιέστερον ἀφικνεῖται τοῦ ἰδίου, τοῦτο δ’ αὐτὸ
1. ἀκριβῶς ἴδιον, οὔτε γραφῆναι δυνατόν ἐστιν οὔτε λεχθῆναι·
2. διὸ καὶ τῶν ἐμπειρικῶν τοῖς μάλιστα τῶν. ἔργων τῆς τέχνης
3. φροντίσασι καὶ σχεδὸν ἅπασι τοῖς δογματικοῖς ὡμολόγηται
4. τὸ μηδεμίαν οἷόν τ’ εἶναι γραφῆναι θεραπείαν ἀκριβῶς,
5. ἀλλὰ τὸ λεῖπον εἰς τὸν στοχασμὸν τῆς τοῦ κάμνοντος φύσεως
6. οἱ μὲν ἐκ τῆς ἑκάστου τῶν θεραπευόντων οἰκείας τριβῆς, οἱ
7. δ’ ἐκ τοῦ λογικῶς τετεχνᾶσθαι φασὶ χρῆναι προστιθέναι·
8. οὐδεὶς δ’ αὐτῶν οὕτως ἦν εὐχερὴς, ὡς ἅπαντος ἕλκους κοίλου
9. φάρμακον ἓν ἔχειν ἐπαγγέλλεσθαι σαρκωτικόν· οὐ γὰρ εὑρήσεις
10. ἐν οὐδενὶ τοιοῦτον φάρμακον, οἷον πᾶν ἕλκος κοῖλον
11. ἰᾶσθαι, ἀλλὰ παρὰ τὸ πλῆθος τῆς ὑγρότητός τε καὶ τοῦ
12. ῥύπου καὶ αὐτὴν τοῦ κάμνοντος τὴν κρᾶσιν ὑπαλλάττεσθαι
13. χρὴ τὸ φάρμακον. ἐάσαντες οὖν ἐνταῦθα τὴν ἀναισχυντίαν
14. τῶν μεθοδικῶν ἴδωμεν ὅ τι ποτὲ λέγουσιν οἱ ἀπὸ τῆς ἐμπειρίας,
15. ἐκ τῆς ἰδίας ἑκάστου τριβῆς καὶ γυμνασίας εἰσφέρεσθαί
16. τι χρῆναι πρὸς τὴν τῶν οἰκείων τῷ κάμνοντι φαρμάκων
17. εὕρεσεν ἀξιοῦντες. ὡς γὰρ καὶ πολλάκις εἰρήκαμεν,
18. οὐδὲν μὲν τῶν κατὰ τὴν ἰατρικὴν πραγμάτων καὶ φαρμάκων
1. ἄῤῥητον ὑπάρχει κατ’ εἶδος, ἀλλ’ ὃ μήτε ῥηθῆναι μήτε γραφῆναι
2. μήθ’ ὅλως διδαχθῆναι δύναται τὸ ποσόν ἐστιν
3. ἐν ἑκάστῳ· καὶ δὴ κᾀπὶ τῶν ἑλκῶν ἡ μὲν ὑγρότης καὶ ὁ ῥύπος
4. οὐκ ἄῤῥητα, τὸ ποσὸν δ’ ἄῤῥητον ἐν ἑκατέρῳ· καίτοι
5. κᾀνταῦθα προσέρχεσθαί πως βουλόμεθα τῇ δηλώσει πλησίον,
6. ὀλίγον καὶ πολὺν λέγοντες ῥύπον καὶ λεπτὸν καὶ παχὺν καὶ
7. παντελῶς ὀλίγον καὶ λίαν πολὺν καὶ μέτριον καὶ σύμμετρον
8. καί πως ἄλλως οὕτως ὀνομάζοντες πολυειδῶς, ἵν’ ὡς οἷόν τε
9. πλησίον ἀφικώμεθα τῆς δηλώσεως τοῦ ποσοῦ. πρόσχες οὖν
10. ἤδη μοι τὸν νοῦν ἀκριβῶς, ἵν’ εἰδῇς ὅσον πλεονεκτεῖ τὸ μεθόδῳ
11. ποιεῖν ὁτιοῦν τοῦ δι’ ἐμπειρίας μόνης. ἔστω γὰρ ἐγνῶσθαι
12. τόδε τι τὸ φάρμακον ἕλκους κοίλου σαρκωτικὸν ἐπὶ
13. τῶν ὡς ἂν μὲν ἡμεῖς εἴποιμεν ὑγροτέρων τὴν κρᾶσιν, ὡς δ’
14. ὁ τηρητικός τε καὶ ἐμπειρικὸς, ἁπαλοχρώτων τε καὶ παίδων
15. καὶ γυναικῶν, εἶτα νῦν τῷ τοιούτῳ προσαγόμενον ὀνῆσαι
16. μηδέν. ἡμεῖς μὲν οὖν ζητήσωμεν κατὰ τί μηδὲν ὠφέλησεν, εἰς
17. δύο τούτους ἀναγαγόντες σκοπούς· ἢ γὰρ ἐνδεέστερον ἢ
1. ἀμετρότερον ἐξήρανε· καὶ σημεῖά γε τούτων τόν τε ῥύπον
2. ἕξομεν καὶ τὸν ἰχῶρα. εἰ μὲν γὰρ πλείων ὁ ῥύπος, ὑγρότερόν
3. τε ὅλον εἴη τὸ ἕλκος, ἐνδεέστερον ἐξήρανεν· εἰ δὲ καθαρόν
4. τε καὶ ἄνικμον εὑρεθείη, περαιτέρω τοῦ προσήκοντος.
5. εὐθὺς δὲ καὶ τὸ ποσὸν τοῦ συμμέτρου μᾶλλον ἢ ἧττον ἐκ
6. τοῦ ποσοῦ τῶν γνωρισμάτων εἰσόμεθα· καὶ τοσούτῳ δυνησόμεθα
7. τὸ ἐφεξῆς φάρμακον ἢ ξηρότερον ἢ οὐ τοιοῦτον προσενεγκεῖν.
8. ὁ δ’ ἐμπειρικὸς ὅτι μὲν οὐκ ἐσάρκωσε τόνδέ τινα,
9. τὸ προσαχθὲν φάρμακον ὁρᾷ· μὴ γινώσκων μέντοι πότερον
10. τῷ μᾶλλον ἢ τῷ ἧττον ξηρᾶναι, μεταβαίνειν ἐφ’ ἕτερον
11. ἀδυνατεῖ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ οἱ περὶ τὸν Ἐρασίστρατόν
12. τε καὶ Ἡρόφιλον ἐξ ἡμισείας ὥσπερ καὶ πρόσθεν
13. ἐδείξαμεν ὄντες δογματικοὶ κακῶς ἰατρεύουσιν ἕλκος· μόνα
14. γὰρ ἐπιχειροῦσι λογικῶς θεραπεύειν ὅσα τῶν ὀργανικῶν
15. ἐστι μορίων ἴδια. νοσήματα· τὸ δ’ ἕλκος, ὥσπερ καὶ
16. πρόσθεν εἴρηται, κοινόν ἐστιν ὁμοιομερῶν τε καὶ ὀργανικῶν,
17. ὥστε καὶ τοῦτο κατὰ τοσοῦτον ἐμπειρικῶς θεραπεύουσι, καθ’
18. ὅσον ἐν τοῖς ὁμοιομερέσι πέφυκε γίνεσθαι. καὶ μὲν δὴ κᾀν
19. τῷ τὰς ἀπολωλυίας τελέως οὐσίας ἢ κεκολοβωμένας ἐπιχειρεῖν
1. θεραπεύειν, κᾀνταῦθα ἀναγκαῖον αὐτοῖς ἐστιν ἀποπίπτειν
2. πολλαχῇ τοῦ λογικῶς. εἰ γὰρ αὐτὸ τὸ ἀπολωλὸς
3. οὐσία τίς ἐστιν ὁμοιομερὴς, ἀναγκαῖόν ἐστι τὸν προνοούμενον
4. αὐτοῦ τῆς γενέσεως ὑπὲρ ἁπάσης τῆς φύσεως ἐπίστασθαι.
5. περὶ μὲν δὴ τούτων καὶ αὖθις εἰρήσεται. τὸ δὲ μὴ τυχὸν
6. εἶναι πρᾶγμα, καλῶς ἕλκους προνοήσασθαι καὶ ὡς ἡ πρώτη
7. πασῶν ἔνδειξις, ἡ καὶ τοῖς ἰδιώταις γινωσκομένη πολλοστόν
8. ἐστι μόριον τῆς θεραπείας, ἐναργῶς ἀποδεδεῖχθαι νομίζω·
9. καὶ γὰρ ὅτι δραστικαὶ ποιότητές εἰσι θερμότης τε καὶ ψυχρότης
10. καὶ ὑγρότης καὶ ξηρότης ἀναγκαῖον ἀποδεδεῖχθαι καὶ
11. τούτοις ἐφεξῆς ἅπαντα τὰ περὶ κράσεων ἐγνῶσθαι κατά τε
12. τὸ ἡμέτερον σύγγραμμα καὶ τἄλλα πάντα τὰ τούτῳ πλησιάζοντα.
13. νῦν μὲν οὖν ὁ λόγος ἐφ’ ἕλκους εἴρηται κοίλου, μόνην
14. αὐτὴν τὴν κοιλότητα θεραπευόντων· ἡμῶν· ἡ γὰρ ὡς
15. ἕλκους θεραπεία κατὰ τὸ παρὸν οὔπω λέλεκται. συνίσταται
16. δὲ καὶ ἥδε κατὰ τὴν αὐτὴν μέθοδον· ἀπό τε γὰρ τῆς τοῦ
17. θεραπεύοντος κράσεως λαμβάνεται καὶ προσέτι τῆς τῶν
18. φαρμάκων δυνάμεως· εἴρηται δ’ ἄμφω ταῦτα τοῦ περὶ τῶν
1. στοιχείων λόγου, μὴ συγχωρηθέντος γὰρ ἐν τῇ μεθόδῳ
2. γενέσεως καὶ φθορᾶς αἰτίας εἶναι τὰς τέτταρας ποιότητας,
3. οὔτ’ ἄρξασθαι τῆς μεθόδου δυνατὸν οὔτε προελθεῖν οὔτε
4. τελειῶσαι· τὸ δ’ ἐκείνας ἐπιδεῖξαι δρώσας τε καὶ πασχούσας
5. εἰς ἀλλήλας τῆς περὶ τῶν στοιχείων ἐστὶ θεωρίας. ὅπερ
6. οὖν ἐν τοῖς ἔμπροσθεν ἐπεδείξαμεν, ὑπὸ τοῦ νῦν ἐνεστῶτος
7. λόγου μαρτυρεῖται, τὸ μηδὲν δύνασθαι πραγματεύσασθαι
8. περὶ μηδενὸς τῶν ὁμοιομερῶν τὸν ἰατρὸν ἄνευ τῆς φυσικῆς
9. ὀνομαζομένης θεωρίας. ἀλλ’ ἐκεῖ μὲν ἐπὶ τῶν ὁμοιομερῶν
10. ἀπεδείχθη μόνον, ἐνταῦθα δ’ ἤδη πως ὁ λόγος ἐμφανίζει
11. μηδὲ ἐπὶ τῶν ὀργανικῶν ὁλόκληρον ἐξευρεῖν δύνασθαι τὴν
12. θεραπείαν μηδένα χωρὶς τοῦ κᾀκείνης προσάψασθαι· δειχθήσεται
13. δ’ ἐναργέστερον ἔτι ταὐτὸ τοῦτο παρ’ ὅλην τὴν
14. πραγματείαν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 3.3, ed. Kühn, 1825, vol. 10, p. 173-186. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:3.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩