Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 3.5, ed. Kühn, 1825, vol. 10, p. 197-200. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:3.5

1. Ἐπὶ δὲ τὸ τῆς οὐλῆς δεόμενον ἕλκος ἐπάνειμι,
2. περὶ οὗ μικρὸν ἔμπροσθεν ἔλεγον ὡς ὁ πρῶτος μὲν
3. εἴη καὶ τούτου σκοπὸς ἐκ τούτου γένους τοῦ κοίλου. γεννῆσαι
4. γὰρ χρή τι τῶν ἀπολωλότων, οὐχ ἁπλῶς ἑνῶσαι τὰ διεστηκότα·
5. τρόπον δ’ ἕτερον ἐπὶ τούτου γεννᾶται τὸ λεῖπον ἢ
6. ὃν ἐπὶ τοῦ κοίλου. ἐν ἐκείνῳ μὲν γὰρ τὸ αἷμα, τούτῳ δ’ ἡ
7. σάρξ ὕλη. πληροῦται μὲν οὖν τὸ κοῖλον ὑπὸ τῆς γεννωμένης
8. σαρκὸς, τὴν γένεσιν ἐκ τοῦ αἵματος ἐχούσης· εἰς οὐλὴν
9. δὲ ἀφικνεῖται τὸ ἤδη πεπληρωμένον ὑπὸ τοῦ γεννωμένου δέρματος,
10. ἐκ τῆς ὑποβεβλημένης σαρκὸς τὴν γένεσιν ἔχοντος·
11. ἀλλὰ σὰρξ μὲν ἡ αὐτὴ τῷ εἴδει τῇ διεφθαρμένῃ δύναται γεννηθῆναι
12. κατὰ τὸ κοῖλον ἕλκος· δέρμα δ’ οὐκ ἐνδέχεται γεννηθῆναι
13. τοιοῦτον ἀκριβῶς οἷον ἦν τὸ διεφθαρμένον, ἀλλ’
14. ὅμοιον μέν τι δέρματι καὶ τὴν χρείαν αὐτοῦ δυνάμενον ἀποπληροῦν,
15. οὐ μὴν ἀκριβὲς δέρμα. διὰ τί μὲν οὖν οὐχ οἷόν τ’
16. ἐστὶν ἡμῖν γεννῆσαι δέρμα τὸ ἅπαξ ἀπολλύμενον, ὥσπερ
17. σάρκα καὶ πιμελὴν γεννῶμεν, ἐκ τῶν φυσικῶν ἐστι προβλημάτων·
18. ὅπως δ’ ἄν τις μιμήσαιτο καὶ φύσιν καὶ χρείαν δέρ
1. ματος, ἐκ τῆς νῦν ἐνεστώσης πραγματείας, ἧς τὴν μέθοδον
2. ἤδη λέγομεν. ἐπειδὴ πρόκειται σκεπάσαι τὴν σάρκα συμφύτῳ
3. τινὶ σκεπάσματι, τοῦτο γάρ ἐστι τὸ εἰς οὐλὴν ἀγαγεῖν τὸ
4. ἕλκος, ἤτοι δέρμα γεννητέον ἡμῖν ἐστιν, ἢ τῆς σαρκὸς τὸ
5. ἐπιπολῆς δέρματι παραπλήσιον ἐργαστέον· ἀλλ’ οὐκ ἐγχωρεῖ
6. γεννῆσαι δέρμα, τὸ λοιπὸν ἄρα πειρατέον ἐργάζεσθαι. τίς οὖν
7. ὁ τρόπος τῆς ἐργασίας; ἣ ἀλλοίωσις δηλονότι· σαρκὸς
8. γάρ τι μόριον οὐκέτι σάρκα μένειν, ἀλλ’ οἷον δέρμα γενέσθαι
9. βουλόμεθα· πῶς οὖν ἀλλοιωθήσεται; κατά τινα τῶν ἀλλοιουσῶν
10. δηλονότι ποιοτήτων· ἥκει γὰρ αὖθις ἐνταῦθα, κᾂν μὴ
11. θέλωμεν, ὁ περὶ τῶν στοιχείων λόγος, οὗ χώρις οὐδὲ ἐπουλωτικὸν
12. ἔστιν εὑρεῖν φάρμακον οὐ μόνον σαρκωτικὸν ἢ
13. κολλητικόν. ἐπεὶ τοίνυν τὸ δέρμα τῆς σαρκὸς ξηρότερόν ἐστι
14. καὶ πυκνότερον, εἰ ξηραίνοιμεν καὶ στύφοιμεν τὴν σάρκα,
15. δέρματι παραπλησίαν ἐργασόμεθα. τὸ μὲν κεφάλαιον ἔχεις
16. ἤδη τῶν ἐπουλωτικῶν φαρμάκων, ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο·
17. καὶ γὰρ τὰ κολλητικὰ ξηραίνοντά τε ἦν καὶ στύφοντα. ὅπη
1. ποτ’ οὖν διοίσει ταῦτ’ ἐκείνων, εἰς αὐτὴν ἀποβλέπων τὴν
2. οὐσίαν τῶν πραγμάτων ἐξευρήσεις. ἐπειδὴ γὰρ ἐν μὲν ταῖς
3. κολλήσεσι τῶν ἡλκωμένων ξηραίνεσθαι χρὴ τὸ ἐπιῤῥέον, ὡς
4. ἀπέριττον μένειν τὸ πεπονθὸς μέρος, ἐν δὲ ταῖς ἐπουλώσεσιν
5. οὐ μόνον τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν
6. ταῖς σαρξὶν ὑγρὸν ἐκδαπανᾶσθαι προσήκει, πολὺ δήπου ξηρότερον
7. εἶναι χρὴ τὸ συνουλωτικὸν φάρμακον τοῦ κολλητικοῦ·
8. τῷ μὲν γὰρ κολλήσοντι, σκοπὸς εἷς οὗτος μόνος
9. ἐκδαπανῆσαι τὸ περιττὸν τοῦ κατὰ φύσιν, τῷ δὲ οὐ τοῦτο
10. μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ κατὰ φύσιν ἅψασθαι· κηκὶς
11. οὖν ὀμφακίτης ἐνταῦθα καὶ τὰ τῆς ῥοιᾶς λέμματα καὶ τῆς
12. Αἰγυπτίας ἀκάνθας ὁ καρπὸς, μετρίως ξηραίνοντα φάρμακα·
13. χαλκῖτις δὲ καὶ χαλκὸς κεκαυμένος καὶ λεπὶς χαλκοῦ
14. καὶ μίσυ καὶ στυπτηρία σχιστὴ πολὺ τούτων σφοδρότερα
15. μίσυ μὲν καὶ χαλκῖτις μάλιστα, μετριώτερον δ’ ἣ λεπὶς
16. τοῦ χαλκοῦ· καὶ τούτου μετριώτερον ὁ κεκαυμένος χαλκὸς,
17. εἰ δὲ καὶ πλύναις αὐτὸν, τὸ ἀδηκτότατον ἕξεις φάρμακον.
18. ἔστι δὲ καὶ τοῦτο ἤδη τῆς περὶ φαρμάκων συνθέσεως πραγματείας,
1. ἑπομένης τῇ θεραπευτικῇ μεθόδῳ. τὸ μὲν γὰρ
2. τὰς δυνάμεις τῶν φαρμάκων γνῶναι προηγεῖται τῆς θεραπευτικῆς
3. μεθόδου· καὶ λέλεκται περὶ αὐτῶν ἑτέρωθι· τὸ
4. δὲ συνθεῖναι τὰ φάρμακα μετὰ τὴν θεραπευτικήν ἐστι μέθοδον.
5. ὅταν γὰρ αὕτη μὲν διδάξῃ τὰ καθόλου, λέγω δὲ
6. τὸ ξηραίνειν ἢ ὑγραίνειν, ἢ ψύχειν ἢ θερμαίνειν, καὶ ἤτοι
7. μετρίως τοῦτο δρᾷν, ἢ σφοδρῶς, ἢ ἀμυδρῶς, εἰδῶμεν δὲ
8. καὶ τὴν τῶν ἁπλῶν, φαρμάκων ἑκάστου δύναμιν ἰδίᾳ καθ’
9. ἑαυτὴν ἐπεσκεμμένοι, τηνικαῦτα πῶς ἄν τις ταῦτα μίξειεν
10. ἐπιτηδείως τῇ χρείᾳ προσήκει σκέπτεσθαι· γίνεται γοῦν
11. οὕτως διττή τις ἡ περὶ τῶν φαρμάκων μέθοδος· ἑτέρα
12. μὲν ἡ τῆς δυνάμεως αὐτῶν, ἑτέρα δὲ ἡ τῆς συνθέσεώς τε
13. καὶ σκευασίας. ἀλλὰ γὰρ ἐπὶ τὸ λεῖπον ἔτι τῆς περὶ τῶν
14. ἑλκῶν ἀπιέναι χρὴ μεθόδου.

Cliquer un n° de page pour en afficher l’image