Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 3.6, ed. Kühn, 1825, vol. 10, p. 200-204. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:3.6

15. Λείπει δ’, ὡς οἶμαι, τὸ περὶ τῶν ὑπεραυξανομένων
16. σαρκῶν εἰπεῖν, ὃ δὴ καὶ ὑπερσάρκωσιν ὀνομάζουσιν
17. οἱ πλείους τῶν ἰατρῶν. ἔστι δὲ καὶ τοῦτο νόσημα
18. τοῦ γένους τοῦ παρὰ τὸ ποσὸν, ἢ τὸ πηλίκον τῶν μορίων·
1. ἐξέστω γὰρ ὡς ἂν ἐθέλοις ὀνομάζειν· ἐκ ταὐτοῦ δὲ
2. γένους καὶ ἡ κοιλότης ἦν, ὑπὲρ ἧς προειρήκαμεν. ὡς οὖν
3. ὃ καλοῦσιν ἕλκος κοῖλον οὐχ ἕν ἐστι πάθος, ἀλλὰ κοιλότης
4. τε ἅμα καὶ ἕλκος, οὕτως ἕλκος ὑπερσαρκοῦν οὐχ ἕν
5. ἐστι πάθος, ἀλλ’ ὑπερσάρκωσίς τε ἅμα καὶ ἕλκος, ἐνδείκνυται
6. δὲ τὸ τῷ μεγέθει παρὰ φύσιν τὴν πρώτην ἔνδειξιν,
7. ἣν δὴ καὶ σκοπὸν τῆς τῶν ἰαμάτων εὑρέσεως ἐλέγομεν εἶναι,
8. τοῦ πλεονάζοντος τὴν ἀφαίρεσιν· ὑπὸ φαρμάκων δ’ αὕτη
9. γίνεται μόνον, οὐκέθ’ ὑπὸ φύσεως, ἀνάπαλιν ἢ ὡς ἐπὶ
10. σαρκώσεως καὶ κολλήσεως εἶχεν· ἐκεῖνα μὲν γὰρ τῆς φύσεως
11. αὐτῆς ἐστιν ἔργα, τῶν φαρμάκων τὰ διακωλύοντα τὰς
12. ἐνεργείας αὐτῆς ἐκκοπτόντων· ἡ δὲ τῶν ὑπεραυξηθεισῶν
13. σαρκῶν καθαίρεσις οὐδὲν μὲν τῆς φύσεώς ἐστιν ἔργον,
14. ὑπὸ δὲ τῶν ἰσχυρῶς ξηραινόντων γίνεται φαρμάκων. παράκειται
15. δὲ ταῦτα τὰ φάρμακα τοῖς τε ῥύπτουσιν ἰσχυρῶς
16. καὶ τοῖς ἐπουλοῦσιν, ὡς πολλοὺς διαμαρτάνοντας ἐνίοτε
17. τὸ καθαιρετικὸν φάρμακον ἢ ὡς ῥύπου καθαρτικὸν, ἢ ὡς
1. εἰς οὐλὴν ἄγον παραλαμβάνειν· οἷον αὐτίκα τὸ μίσυ καὶ ἡ
2. χαλκῖτις εἰ ὑγρᾷ φύσει προσάγοιτο, τῶν καθαιρόντων μᾶλλον
3. ἢ τῶν ἐπουλούντων ἐστίν· ὅθεν εἴ ποτε τοιούτοις
4. ἀναγκασθείημεν χρῆσθαι πρὸς ἐπούλωσιν, ἑτέρων δηλονότι
5. μὴ παρόντων, ὡς ἐλαχίστοις αὐτοῖς χρησόμεθα, μόνον τὸν
6. πυρῆνα τῆς μήλης καθιέντες εἰς ἄκρον λελειωμένα τὰ φάρμακα·
7. κᾄπειθ’ οὕτως οἷον χνοῦν τινα τοῖς τῆς ἐπουλώσεως
8. δεομένοις ἐπιβάλλομεν μορίοις. εἰ δὲ καὶ καθαιρεῖν βουλοίμεθα
9. τὰ ὑπερέχοντα, δαψιλέστερον ἐπιθήσομεν. ἰὸς δὲ τούτων
10. ἐστὶ καθαιρετικώτερος, ὡς ὅλως ἐκπεπτωκέναι τοῦ
11. γένους τῶν ἐπουλούντων· εἰ δὲ καὶ καύσειας αὐτὰ, δριμύτερα
12. μὲν ἧττον, ἐπουλωτικώτερα δὲ ποιήσεις. εἰ δὲ καὶ
13. πλύναις, ἠπιώτερα. μέμνησαι δὲ δήπου καὶ σὺ τὸν ἄνευ
14. λογισμοῦ θεραπεύοντά ποτε τὸ ῥυπαρὸν ἕλκος, τῷ συνήθει
15. φαρμάκῳ τῷ χλωρῷ, μιγνύντα μὲν αὐτῷ τὸ μέλι, πολλαῖς
16. δὲ ἐφεξῆς ἡμέραις εὑρίσκοντα ῥυπαρὸν ὁμοίως· εἶτ’ ἀπορούμενόν
17. τε καὶ ὅπῃ μεταβῇ μὴ γινώσκοντα· συνέβαινε
1. γὰρ οὐ καθαίρεσθαι μόνον τὸν ῥύπον, ἀλλὰ καὶ συγκαθαιρεῖσθαί
2. τι καὶ συντήκεσθαι τῆς ὑποκειμένης σαρκὸς,
3. ἰσχυροτέρου τοῦ φαρμάκου τῆς τοῦ κάμνοντος ὑπάρχοντος
4. φύσεως. εἶθ’ ὁ μὲν ἰατρὸς ἀεὶ πλέον ἀνεμίγνυε τῷ φαρμάκῳ
5. τοῦ μέλιτος, ἵνα δὴ σφοδρότερον καθῄρειεν, ὡς
6. ἐλλιπῶς τοῦ προτέρου τοῦτο δράσαντος. ἐγίγνετο δὲ πᾶν
7. τοὐναντίον· εἰς ὅσον γὰρ ἐπετείνετο τῇ δριμύτητι τὸ προσφερόμενον,
8. εἰς τοσοῦτον συνετήκετο μὲν ἡ ὑποκειμένη σὰρξ,
9. ὁ δὲ τῆς συντήξεως ῥύπος εὑρισκόμενος ἐπὶ τοῦ ἕλκους ἐξηπάτα
10. τὸν ἰατρὸν, ὡς οὐδὲν ἀνύοντος τοῦ φαρμάκου. τούτου
11. μὲν δὴ περὶ τὴν διάγνωσιν, οὐ μόνον περὶ τὴν θεραπευτικὴν
12. μέθοδον ἡ ἄγνοια· καὶ γὰρ μάλιστα καὶ ῥυπαρὸν καὶ ὑγρὸν
13. ὁμοίως φαίνεται τὸ ἕλκος ἐπ’ ἀμφοτέρων τῶν φαρμάκων,
14. ἀλλά τοι κοιλότερον μὲν ἐπὶ τῶν ἰσχυρῶν τε καὶ συντηκόντων
15. γίγνεται· καὶ προσέτι τοῖς χείλεσιν ὀχθῶδες, ἐρυθρόν
16. τε καὶ ὑποφλεγμαῖνον, ἔστιν ὅτε δὲ καὶ δάκνεται σαφῶς ὁ
17. ἄνθρωπος ὑπὸ τοῦ τοιούτου φαρμάκου· τὸ δ’ ἧττον ἢ
1. προσήκει ξηραῖνον οὔτε δῆξιν οὔτε τῶν ἄλλων οὐδὲν
2. ὧν εἶπον ἐργάζεται. δῆλον δ’, οἶμαι, κᾀπὶ τούτων ἐστὶν ὡς
3. ὁ μὲν ἐμπειρικὸς, εἰ καὶ ὅτι μάλιστα διωρισμένῃ χρήσαιτο τῇ
4. πείρᾳ, τό γε μεταβαίνειν ἐπὶ τὸ προσῆκον. εὐμηχάνως οὐκ
5. ἔχει. μόνῳ δ’ ὑπάρχει τοῦτο τῷ κατὰ μέθοδον ἰατρεύοντι,
6. τὴν ὄντως δηλονότι μέθοδον, ἣν ἐγὼ νῦν διέρχομαι.

Cliquer un n° de page pour en afficher l’image