Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 4.1, ed. Kühn, 1825, vol. 10, p. 232-237. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:4.1

ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ

ΒΙΒΛΙΟΝ Δ.

1. Ἕν τι γένος ἦν νόσου καὶ ἡ τῆς συνεχείας,
2. λύσις, ἐν ἅπασι μὲν τοῦ ζώου τοῖς μέρεσι γινομένη, προσαγορευομένη
3. δ’ οὐχ ὡσαύτως ἐν ἅπασιν. ἕλκος μὲν γὰρ ἐν
4. σαρκώδει μορίῳ, κάταγμα δ’ ἐν ὀστῷ, σπάσμα δ’ ἐν νεύρῳ
5. καλεῖται. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ ἀπόσπασμα καὶ
6. τὸ ῥῆγμα καὶ τὸ θλάσμα, τὸ μὲν ἐν συνδέσμῳ γινόμενον, τὰ
7. δ’ ἐν ἀγγείοις τε καὶ μυσὶν ἐκ βιαίας πληγῆς ἢ καταπτώσεως
8. ἤ τινος ἑτέρας ἰσχυρᾶς κινήσεως. ἡ δ’ ἐκχύμωσις ὡς τὰ πολλὰ
9. μὲν ἅμα τῷ θλασθῆναί τε καὶ ῥαγῆναι γίνεται, συμπίπτει δέ
1. ποτε καὶ κατὰ ἀναστόμωσιν ἀγγείων καὶ τὴν καλουμένην ὑπό
2. τινων διαπήδησιν, ἕτερόν τι γένος συνεχείας λύσεως ὑπάρχουσαν
3. τηνικαῦτα. καὶ μὴν καὶ κατὰ ἀνάβρωσιν ἐνίοτε διαφθείρεται
4. τὸ συνεχὲς ἐν τοῖς τοῦ ζώου μέρεσιν· ἀλλ’ ἤδη μικτὴ
5. διάθεσις τοῦτο· συνεφάπτεται γὰρ ἑτέρου γένους νοσήματος,
6. ὑπὸ τὸ ποσὸν τῶν μορίων πεπτωκότος· ὥσπερ ἐπὶ τῶν κοίλων
7. ἑλκῶν ἔμπροσθεν ἐδείκνυμεν. ἔστι γὰρ οὖν καὶ αὐτῶν
8. τούτων ἡ γένεσις διττὴ, ποτὲ μὲν ἐκ περιαιρέσεως ἀποτελουμένη,
9. ποτὲ δὲ ἐξ ἀναβρώσεως· ἀλλ’ ἡ μὲν περιαίρεσις ὅπως
10. γίνεται πρόδηλον· ἡ δὲ ἀνάβρωσις εἰ μὲν ἔνδοθεν ἐξ αὐτοῦ
11. τοῦ ζώου τὴν γένεσιν ἔχει, χυμῶν ἐστι μοχθηρῶν ἔγγονος·
12. εἰ δὲ ἔξωθεν, ἐπὶ φαρμάκοις ἢ πυρὶ συνίσταται. καὶ δὴ
13. καὶ προσέχειν χρὴ τὸν νοῦν, ὥσπερ καὶ πρόσθεν ἐλέγετο, καὶ
14. διορίζεσθαι τὰς ἁπλᾶς διαθέσεις τῶν ἐπιπεπλεγμένων· ἁπλῆν
15. μὲν γὰρ ἐφ’ ἁπλῷ νοσήματι καὶ τὴν θεραπείαν, οὐχ ἁπλῆν
16. δὲ ἐπὶ συνθέτῳ ποιεῖσθαι προσῆκον. ἥτις μὲν οὖν ἐστι μέθοδος
17. ἐπὶ ταῖς τῶν συνθέτων ἰάσεσιν ἔμπροσθεν εἴρηται. χρὴ
18. δ’ οὐ τὸ καθόλου μόνον αὐτῆς ἐκμαθεῖν, ἀλλὰ κᾀν τοῖς
1. κατὰ μέρος γεγυμνάσθαι. καὶ γὰρ οὖν κᾀν τούτοις ἑτέρων
2. ἐστὶ χρεία μεθόδων πολλῶν ὡς ἄν εἴποι τις μερικῶν· ἐφ’
3. ἑκάστου γὰρ εἴδους νοσήματος ἴδιον εἶδός ἐστι μεθόδου. πάλιν
4. οὖν ὅσον ὑπόλοιπόν ἐστι τῆς τῶν ἑλκῶν ἰάσεως, ἐν τῷδε
5. τῷ γράμματι λεγέσθω τὴν ἀρχὴν ἡμῖν ἐνθένδε ποιησαμένοις.
6. ἕλκος ἅπαν ἤτοι μόνον ἐστὶν αὐτὸ καθ’ ἑαυτὸ, μήτε συνεισβαλούσης
7. αὐτῷ διαθέσεως ἑτέρας μήτε προηγησαμένης μήτε
8. ἀκολουθησάσης, ἢ μετά τινος ἑτέρας ἤτοι μιᾶς ἢ καὶ πλειόνων
9. συνίσταται. καὶ τούτων τῶν διαθέσεων ἔνιαι μὲν οὐ μόνον
10. εὐθὺς ἐξ ἀρχῆς ἐποιήσαντο ἕλκος, ἀλλὰ καὶ νῦν ἔτι καὶ μεῖζον
11. ἐργάζονται· τινὲς δὲ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχουσιν ὡς
12. πρὸς τὴν ἴασιν· ἀλλὰ περὶ μὲν τούτων εἴρηται πρόσθεν, ὑπὲρ
13. δὲ τῶν μεῖζον ἐργαζομένων τὸ ἕλκος ἐν τῷδε λεχθήσεται.
14. διττὸς μὲν οὖν ὁ ἐπ’ αὐτῶν σκοπὸς, ἢ ἐκκόψαι τελείως ἐκ
15. τοῦ σώματος τὰς τοιαύτας διαθέσεις, ἢ νικῆσαι τὴν ἀπ’
16. αὐτῶν βλάβην. ἀλλὰ τοῦτο μὲν ἐπειδὰν σμικρὰ παντελῶς ἡ
17. διάθεσις ὑπάρχῃ, δυνατὸν ἐργάσασθαι· μεγάλης δ’ οὔσης. τὸ
18. ἕλκος εἰς οὐλὴν ἀγαγεῖν οὐκ ἐνδέχεται, πρὶν ἐκείνην ἰάσασθαι.
1. τίνες οὖν αἱ τοιαῦται διαθέσεις καὶ πόσαι σκεπτέον
2. ἡμῖν ἀκριβῶς ἐνθένδε ποθὲν ἀρξαμένοις ὅθεν κᾀν τοῖς
3. ἔμπροσθεν ἠρξάμεθα. πᾶν ἕλκος, εἴτε μετὰ κοιλότητος εἴτε
4. καὶ μόνον ὑπάρχει, τῆς θ’ ὑποκειμένης σαρκὸς δεῖται κατὰ
5. φύσιν ἐχούσης καὶ μηδενὸς μεταξὺ παρεμπίπτοντος εἰς τὰ
6. κολληθησόμενα χείλη, καθάπερ πολλάκις γίνεται, τρίχα καὶ
7. ψάμμον καὶ ῥύπον, ἔλαιόν τε καί τι τοιοῦτον ἕτερον ἐμποδίσαι
8. τὴν κόλλησιν, ἀλλὰ ταῦτα μὲν οἷον συμπτώματά τινα
9. τῶν ἑλκῶν ἐστι, κωλῦσαι μὲν ὁπότε παρείη τὴν ἴασιν δυνάμενα,
10. ποιῆσαι δ’ , εἰ μὴ παρείη, μὴ δυνάμενα. τῆς δ’ ὑποκειμένης
11. σαρκὸς ἡ διάθεσις αἰτίας λόγον ἔχει πρὸς τὸ γινόμενον·
12. ἐξ αὐτῆς γὰρ καὶ διὰ αὐτὴν ἥ τε κόλλησις τῶν διεστώτων
13. καὶ ἡ σάρκωσις τῶν κοίλων γίνεται. χρὴ τοίνυν
14. ταύτην ἀκριβῶς κατὰ φύσιν ἔχειν, ἵν’ ἑκάτερον ἐκείνων ἀμέμπτως
15. ἐπιτελῆται· τὸ καλῶς δ’ ἔχειν αὐτὴν κατὰ τὴν οἰκείαν
16. ὑπάρχει κρᾶσιν; ὥσπερ καὶ τοῖς ἄλλοις ἅπασιν. εὔκρατον
17. μὲν οὖν ἀκριβῶς εἶναι προσήκει τὴν ὑποκειμένην σάρκα πρὸς
18. κόλλησίν τε καὶ σάρκωσιν ἑλκῶν. ἆρ’ οὖν ἀρκεῖ τοῦτο μόνον,
1. ἢ καὶ τὸ ἐπιῤῥέον αἷμα χρηστὸν καὶ σύμμετρον εἶναι χρή;
2. ἐμοὶ μὲν καὶ τοῦτο παντὸς μᾶλλον ἀληθὲς εἶναι δοκεῖ· τό τε
3. γὰρ διεφθαρμένον αἷμα τοσοῦτον ἀποδεῖ πρὸς κόλλησιν ἢ
4. γένεσιν σαρκὸς ἐπιτήδειον ὑπάρχειν, ὥστ’ αὐτὸ πολλάκις
5. ἀναβιβρώσκειν καὶ ἑλκοῦν τὸ σῶμα· τό τε πολὺ πλάδον ἐν
6. τοῖς ἡλκωμένοις περιττὸν ἐργαζόμενον ἐμποδὼν ἴσταται
7. ταῖς ἰάσεσιν, ὥς που καὶ πρόσθεν ἐδείκνυτο. καὶ τρεῖς οὗτοι
8. τρόποι τῶν δυσιάτων ἑλκῶν ἐοίκασιν ὑπάρχειν· ὅ τ’ ἐκ τῆς
9. δυσκρασίας τῆς ὑποκειμένης σαρκὸς καὶ ὁ ἐκ τῆς μοχθηρίας
10. τοῦ τ’ ἐπιῤῥέοντος αἵματος, καὶ τρίτος ὁ ἐκ τῆς ποσότητος. ἢ
11. οὐχ ὧδε χρὴ τὴν διαίρεσιν, ἀλλ’ ὡδὶ ποιήσασθαι μᾶλλον; ὡς
12. τῶν δυσιάτων ἑλκῶν τὰ μὲν διὰ τὴν δυσκρασίαν τῆς ἡλκωμένης
13. σαρκὸς, τὰ δὲ διὰ τὸν ἐπιῤῥέοντα χυμὸν γίνεται τοιαῦτα
14. καὶ ὡς τῆς μὲν δυσκρασίας δύο ἔστωσαν διαφοραὶ,
15. ποτὲ μὲν ταῖς ποιότησι μόναις οὐ κατὰ φύσιν ἐχούσης
16. τῆς ὑποκειμένης σαρκὸς, ἐνίοτε δὲ καὶ μετ’ ὄγκου τινὸς ἐπικτήτου.
17. τῆς δ’ ἐπιῤῥοῆς ἕτεραι δύο, τό τε ποσὸν καὶ τὸ
18. ποιὸν τῶν ἐπιῤῥεόντων χυμῶν· ἐνίοτε δὲ καὶ μίγνυσθαι συμβέβηκέ
1. τινας τῶν εἰρημένων διαθέσεων, ἢ καὶ πάσας ἅμα.
2. χρὴ δ’ οὐ πασῶν δήπουθεν ἅμα λέγεσθαι τὴν μέθοδον τῆς
3. ἰάσεως, ἀλλ’ ἑκάστης ἰδίᾳ.

Cliquer un n° de page pour en afficher l’image