4. Τῆς μὲν οὖν σαρκὸς αὐτῆς ἰάσῃ τὴν δυσκρασίαν,
5. εἰ μὲν αὐχμώδης καὶ ξηρὰ φαίνοιτο, τέγγων εὐκράτῳ
6. πολλάκις ὕδατι. καθ’ ἑκάστην δὲ χρῆσιν ὁ σκοπὸς ἔστω σοι
7. τῆς καταντλήσεως, ὅταν πρῶτον εἰς ἔρευθός τε καὶ ὄγκον
8. αἴρηται τὸ μόριον, ἀφίστασθαι τηνικαῦτα· διαφορήσεις γὰρ
9. ὃ εἵλκυσας καταιονῶν ἐπιπλέον· ὥστ’ οὐδὲν ἔσταί σοι πλέον.
10. ἀλλὰ καὶ τῶν φαρμάκων ἡ δύναμις ὑγροτέρα τις ἔστω τῆς
11. ἔμπροσθεν ἐπὶ τῆς ὑγιοῦς σαρκὸς παρῃνημένης· εἰ δ’ ὑγροτέρα
12. τοῦ κατὰ φύσιν ἡ σὰρξ φαίνοιτο, τὰ ἐναντία ποιητέον,
13. ἐπιτείνοντα μὲν τῶν φαρμάκων τὴν δύναμιν ἐπὶ τὸ ξηρότερον,
14. ὕδατι δὲ μηδ’ ὅλως χρώμενον· ἀλλ’ εἰ καὶ ἀποπλῦναι δέοι τὸ
15. ἕλκος, οἶνος, ἢ ὀξύκρατον, ἢ ἀφέψημα πόας αὐστηρᾶς παρασκευαζέσθω.
16. κατὰ ταὐτὰ δὲ τὴν μὲν θερμοτέραν τοῦ δέοντος
17. σάρκα ψυκτέον, τὴν δὲ ψυχροτέραν θερμαντέον. ἔσται δὲ
18. ἑκατέρα δήλη καὶ χροιᾷ καὶ ἁφῇ καὶ τῇ τοῦ κάμνοντος αἰσθήσει·
1. ποτὲ μὲν γὰρ πυρώσεως ὁμολογοῦσιν αἰσθάνεσθαι, ποτὲ
2. δ’ ἐπιδήλου τινὸς ψύξεως κατὰ τὸ μόριον· καὶ χαίρουσιν ἢ
3. τοῖς ψυχροῖς φαρμάκοις ἢ τοῖς θερμοῖς· καὶ τοῖς μὲν ἐρύθημα
4. λεπτὸν ἐπανθεῖ, τοῖς δὲ ἐπὶ τὸ λευκότερον ἡ χροιά. ταυτὶ
5. μὲν οὖν οὐ τῆς παρούσης ἐστὶ πραγματείας διορίζειν· οὐ γὰρ
6. διαγνωστικὴν μέθοδον, ἀλλὰ θεραπευτικὴν ἐνεστησάμεθα·
7. τῇ δὲ ἀκολουθίᾳ πως τοῦ λόγου συνεξέδραμεν· αὖθις οὖν
8. ἐπανέλθωμεν ἐφ’ ἅπερ ἐξ ἀρχῆς προὐθέμεθα. τῶν σὺν ὄγκῳ
9. τινὶ παρὰ φύσιν ἡλκωμένων μορίων ἰᾶσθαι χρὴ πρότερον
10. τὸν ὄγκον· ἥτις δὲ τῶν παρὰ φύσιν ἐστὶν ὄγκων ἁπάντων
11. ἴασις ἐν τοῖς ἑξῆς εἰρήσεται· νυνὶ δ’ ὅσον ἐξ αὐτῶν συνῆπται
12. τῆ τῶν ἑλκῶν θεραπείᾳ ῥητέον. ἐπειδὰν τὰ χείλη μόνα
13. τῶν ἑλκῶν ἐπὶ πλέον ἀχροίας ἢ σκληρότητος ἥκοι, περιτέμνειν
14. αὐτὰ χρὴ μέχρι τῆς ὑγιοῦς σαρκός· ἐπειδὰν δὲ καὶ μέχρι
15. πλέονος ἡ διάθεσις ἐκτείνηται, σκέψις ἐνταῦθα γίνεται πότερα
16. περικοπτέον ἅπαν τὸ παρὰ φύσιν ἐστὶν, ἢ θεραπευτέον ἐν
17. χρόνῳ. καὶ δῆλον ὡς καὶ τῇ τοῦ κάμνοντος εἰς τοῦτο προσχρῆσθαι
1. δεῖ προθυμίᾳ· τινὲς μὲν γὰρ ἐν χρόνῳ πλείονι θεραπεύεσθαι
2. βούλονται χωρὶς τομῆς· ἔνιοι δὲ πᾶν ὁτιοῦν
3. ὑπομένειν εἰσὶν ἕτοιμοι τοῦ θᾶττον ὑγιᾶναι χάριν. οὕτω δὲ
4. κᾀπὶ τῶν ἐπιῤῥεόντων τοῖς ἡλκωμένοις μέρεσι μοχθηρῶν χυμῶν
5. ἡ μὲν ὡς ἡλκωμένων ἴασις ἐν τῷδε λελέξεται, ἡ δ’ ὡς
6. κακοχυμίας ἢ πλήθους ἐν τοῖς ἰδίοις ἐκείνων λογισμοῖς. ὅταν
7. οὖν ὀλίγῳ τε πλείω καὶ μὴ πολλῷ φαυλότερος ᾖ τοῦ κατὰ
8. φύσιν ὁ ἐπιῤῥέων τοῖς ἡλκωμένοις χυμὸς, ἀποτρέπειν αὐτὸν
9. καὶ ἀναστέλλειν προσήκει, στύφοντά τε καὶ ψύχοντα τὰ πρὸ
10. τῶν ἡλκωμένων χωρία. χρὴ δὲ καὶ τὴν ἐπίδεσιν ἄρχεσθαι μὲν
11. ἀπὸ τοῦ πεπονθότος, ἐπινέμεσθαι δὲ ἐπὶ τὸ ὑγιὲς, ὡς ἐν τοῖς
12. κατάγμασιν ἐκέλευσεν ὁ Ἱπποκράτης. ἀλλὰ καὶ τὰ τοῖς
13. ἕλκεσιν αὐτοῖς προσαγόμενα φάρμακα ξηραντικώτερα τῶν
14. τοῖς ἁπλοῖς ἕλκεσι προσαγομένων ὑπαρχέτω. μὴ δυναμένης
15. δὲ ὑπὸ φαρμάκων κρατηθῆναι τῆς ἐπιῤῥοῆς, τὴν αἰτίαν αὐτῆς
16. ἐπισκεψάμενον, ἐκείνην ἐκκόπτειν πρότερον. εἰ μὲν οὖν δι’
17. ἀτονίαν τινὰ τοῦ δεχομένου τὸ ῥεῦμα μορίου τοῦτο συμβαίνει,
18. ταύτην ἰατέον· εἴη δ’ ἂν ἔτι τοῦτο τῶν ἡλκωμένων
1. μορίων οἰκεία τις ἴασις· εἰ δὲ διὰ πλῆθος ἢ κακοχυμίαν ἤτοι
2. παντὸς τοῦ σώματος ἤ τινος τῶν ὑπαρκειμένων μορίων,
3. ἐκεῖνα πρότερον ἐπανορθωτέον. ἡ μὲν οὖν ἀτονία τοῦ μέρους,
4. δι’ ἣν ἐπ’ αὐτὸ πλείους τοῦ δέοντος ἀφικνοῦνται χυμοὶ,
5. πάντως μὲν ἐπὶ δυσκρασίᾳ γίνεται, οὐ μὴν ἁπάσῃ γε ἕπεται
6. ἀτονία δυσκρασίᾳ· καὶ διὰ τοῦτο πολλάκις μὲν αὐτὸ τοῦτο
7. μόνον ἡ ἡλκωμένη σὰρξ δύσκρατός ἐστιν, οὐ μὴν καὶ ἄτονος·
8. ἐνίοτε δ’ ἄμφω, δύσκρατός τε ἅμα καὶ ἄῥῥωστος· αἱ γὰρ ἐπιπλέον
9. ἐκτροπαὶ τῆς δυσκρασίας ἀτονίας εἰσὶν αἰτίαι τοῖς
10. πεπονθόσιν. ἰατέον δὲ ταύτας, ὡς καὶ πρόσθεν εἴρηται, τὰς
11. μὲν θερμὰς ψύχοντα, τὰς δὲ ξηρὰς ὑγραίνοντα, καὶ τὰς μὲν
12. ψυχρὰς θερμαίνοντα, τὰς δὲ ὑγρὰς ξηραίνοντα· καὶ δὴ καὶ
13. κατὰ συζυγίαν εἰ ψυχρότερός τε ἅμα καὶ ὑγρότερος ὁ τόπος
14. εἴη, θερμαίνοντά τε καὶ ξηραίνοντα· κᾀπὶ τῶν ἄλλων ὡσαύτως,
15. ἀεὶ ταῖς κρατούσαις ποιότησι τὰς ἐναντίας προσάγοντα.
16. λογισμὸς δὲ τούτου τοιόσδε τὸ κατωρθωμένον ἅπαν οὐκ ἐν
17. ζώοις μόνον ἢ φυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι σύμμετρόν
18. τί ἐστι καὶ μέσον ἁπάντων τῶν διημαρτημένων· ὅτου
1. γὰρ ἂν μήτ’ ἀφελεῖν ἔστιν μήτε προσθεῖναι μηδὲν ἢ μόριον
2. ἢ ποιότητα πάντῃ τοῦτ’ ἀμέμπτως ἔχει· τὸ δ’ ἀφαιρέσεως
3. τινὸς ἢ προσθήκης χρῇζον ἐκπέπτωκε μὲν ἤδη τῆς ἀρίστης
4. κατασκευῆς, ἐπανελθεῖν δ’ αὐτὴν ἑτέρως ἀμήχανον αὐτῷ
5. χωρὶς τοῦ τὸ μὲν περιττὸν ἀφελεῖν, τὸ δὲ ἐλλεῖπον προσθεῖναι.
6. περὶ μὲν δὴ τῶν μορίοις τισὶν ἐλλειπόντων ἢ πλεοναζόντων
7. ἕτερος λόγος· ἐν οἷς δὲ ἐπικρατεῖ τις ποιότης, εὐθὺς
8. μὲν ἐνταῦθα νενικῆσθαι τὴν ἐναντίαν ἀναγκαῖον, εὐθὺς δὲ
9. καὶ τὴν ἐπανόρθωσιν ἐκ τῆς τέως κεκρατημένης, αὖθις ἀντεισαγομένης
10. ἀνάγκη γίνεσθαι. ψύχων γὰρ τὸ τεθερμασμένον
11. ἅμα μὲν ἀντεισάξεις τὸ λοιπὸν, ἅμα δὲ καὶ καθαρεῖς τὸ πλεονάζον.
12. ὥστε ἀνάγκη πᾶσα τῶν κατὰ δυσκρασίαν τινὰ τοῦ
13. κατὰ φύσιν ἐξεστηκότων τὴν ἴασιν γίνεσθαι διὰ τῶν ἐναντίων
14. τῇ δυνάμει· οὕτω μὲν ἡ δι’ ἀτονίαν ὑπὸ ῥεύματος ἐνοχλουμένη
15. σὰρξ, ἤ τι μόριον ἕτερον σαρκῶδες· ἐπειδὰν τὴν τῆς
16. δυσκρασίας πρότερον ἰαθῇ διάθεσιν, ἐφεξῆς δηλονότι καὶ τὴν
17. τῆς ἑλκώσεως ἰαθήσεται, οὐκ ἄλλως μὲν νῦν θεραπευθεῖσα
1. τὴν δυσκρασίαν, ἄλλως δ’ εἰ χωρὶς ἕλκους ἐπεπόνθει. ᾧ καὶ
2. δῆλον ὡς οὐχ ἕλκους ἐστὶν, ἀλλὰ δυσκρασίας ἴδιος ἡ τοιαύτη
3. πᾶσα θεραπεία. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ δι’ ἕτερόν τι
4. μόριον ἢ καὶ τὸ σύμπαν σῶμα πληθωρικὸν ἢ κακόχυμον
5. ὑπάρχον ἐπιῤῥέον τι τοῖς ἡλκωμένοις μέρεσι μοχθηρὸν ἰάσασθαι
6. χρὴ πρότερον ἢ τὸ τοῦ ῥεύματος αἴτιον ἢ καὶ τὸ σύμπαν
7. σῶμα. κατὰ τοῦτ’ οὖν καὶ κιρσοὺς πολλάκις ὑπερκειμένους
8. τῶν ἡλκωμένων μορίων ἰασώμεθα πρότερον, ἵν’ ἐφεξῆς ἰασώμεθα
9. τὸ ἕλκος, καὶ τῶν σπληνωδῶν τὸν σπλῆνα καὶ τῶν
10. ἄλλό τι μόριον ἐπίσημον πεπονθότων ἐκεῖνο πρότερον ἐκθεραπεύσαντες,
11. οὕτως ἐπὶ τὴν τῶν ἑλκῶν ἴασιν ἀφικόμεθα.
12. ἀλλ’ οὐδεμία τῶν ἰάσεων τούτων αὐτοῦ τοῦ ἕλκους ἐστὶν,
13. ἀλλά τινος ἑτέρας διαθέσεως ἤτοι γεννώσης ἢ αὐξανούσης
14. τὸ ἕλκος.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 4.2, ed. Kühn, 1825, vol. 10, p. 237-242. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:4.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩