15. Καὶ γὰρ αὖ καὶ τοῦτο καιρὸς διορίσασθαι
16. ἤδη, τὸ μηδὲν τῶν προκαταρξάντων τῆς διαθέσεως·
17. αἰτίων ἐνδείκνυσθαι τὴν θεραπείαν, ἀλλὰ τὴν μὲν ταύτης
18. ἔνδειξιν ἀπ’ αὐτῆς ἄρχεσθαι τῆς διαθέσεως, ἐξευρίσκεσθαι δὲ
1. τὰς κατὰ μέρος ἐνεργείας ἀπό τε τοῦ πρώτου σκοποῦ καὶ
2. τῆς τοῦ πεπονθότος μορίου φύσεως καὶ τῆς τοῦ περιέχοντός
3. κράσεως, ὅσα τε ἄλλα τούτοις ἐστὶν ὁμογενῆ. συνελόντι γὰρ
4. εἰπεῖν ἀπ’ οὐδενὸς τῶν μηκέτι ὄντων ἔνδειξιν τοῦ συμφέροντος
5. ἔνεστι λαβεῖν. ἀλλ’ ἐπεὶ πολλάκις εἰς διάγνωσιν τῆς
6. διαθέσεως, ἀδήλου παντάπασιν ὑπαρχούσης καὶ τῷ λόγῳ
7. καὶ ταῖς αἰσθήσεσιν, ἀναγκαζόμεθα πυνθάνεσθαι περὶ τοῖ
8. προκατάρξαντος αἰτίου, δόκησις τοῖς πολλοῖς γίνεται κᾀκεῖνο
9. συνενδείκνυσθαι τὴν ἴασιν· τὸ δ’ οὐχ οὕτως ἔχει. μαθήσῃ δ’
10. ἐναργῶς ἐφ’ ὧν ἐγχωρεῖ ἀκριβῶς γνῶναι τὴν διάθεσιν. εἴτε
11. γὰρ ἐκχύμωσις, εἴθ’ ἕλκος, εἴτε ἐρυσίπελας, εἴτε σηπεδὼν,
12. εἴτε φλεγμονὴ κατά τι μέρος ὑπάρχει, περιττὸν ζητεῖν τὸ
13. αἴτιον ποιῆσαν, εἰ μὴ καὶ νῦν ἔτι ποιεῖ· οὕτως γὰρ ἅμα τε
14. τὸ γεγονὸς θεραπεύσομεν ἤδη ἅμα τε τὸ ποιοῦν ἔτι ποιεῖν
15. διακωλύσομεν. εἰ δ’ ἐποίησε μὲν, ἀπηλλάγη δὲ, τὸ μὲν γεγονὸς
16. ἰασόμεθα, τὸ δὲ οὐκέτι ὂν οὐδ’ ἂν ἐκκόπτειν προαιρώμεθα,
17. δυνησόμεθα· τῶν μὲν γὰρ ὄντων αἱ θεραπεῖαι, τῶν δὲ ἔσεσθαι
18. μελλόντων αἱ προφυλακαί· τὰ δὲ μήτ’ ὄντα μήτε βλάψαι
1. προσδοκώμενα καὶ τοῦ θεραπευτικοῦ καὶ τοῦ προφυλακτικοῦ
2. μέρους τῆς τέχνης ἐκπέπτωκεν. ὥστε οὔτε ἔνδειξις ἀπ’ αὐτῶν
3. ἐστιν εἰς θεραπείαν οὔτε προφυλακή τις, ἀλλ’ ἢ μόνον, ὡς
4. εἴρηται, πρὸς τὰς ἐκπιπτούσας τὴν ἡμετέραν ἐπίγνωσιν διαθέσεις
5. ἡ γνῶσις τοῦ προκατάρξαντος αἰτίου χρησίμη, τοῖς
6. δ’ ἀπὸ τῆς ἐμπειρίας ἰατροῖς ὡς μέρος τῆς ὅλης συνδρομῆς,
7. ἐφ’ ᾗ τετηρήκασι τὴν θεραπείαν καὶ τὸ προκατάρξαν αἴτιον
8. ἐνίοτε προλαμβάνεται, καθάπερ ἐπί τε τῶν λυττώντων κυνῶν
9. καὶ τῶν ἰοβόλων ἁπάντων θηρίων, ἤδη δὲ καὶ τῶν δογματικῶν
10. ἐκείνων, ὅσοι χωρὶς ἐνδείξεως λογικῆς ἀπὸ τῆς ἐμπειρίας
11. μόνης ὁμολογοῦσι θεραπεύειν τὰ τοιαῦτα. καὶ γὰρ καὶ τούτοις
12. ὡς ἓν μέρος τῆς ὅλης συνδρομῆς τὸ προκατάρξαν αἴτιον
13. ζητεῖται, τοῖς δ’ ἐκ μὲν τῆς ἔμπροσθεν πείρας ἐγνωκόσι τῶν
14. ἰοβόλων θηρίων τὰς δυνάμεις, ἔνδειξιν δὲ θεραπείας ἀπ’
15. αὐτῶν λαμβάνουσιν, οὐκ εἰς ἔνδειξιν ἰάσεως τὸ προκατάρξαν
16. αἴτιον γνωσθὲν, ἀλλ’ εἰς τὴν τῆς παρούσης διαθέσεως ἐπίγνωσιν
17. συντελεῖ. φέρε γὰρ ἐπίστασθαι μὲν τὸν ἰὸν τοῦ σκορπίου
18. ψυχρὸν εἶναι τῇ δυνάμει καὶ λαμβάνειν ὡς ἀπὸ ψυχροῦ
1. τὴν τῆς ἰάσεως ἔνδειξιν, ἔχειν δὲ μηδὲν μή πω σημεῖον ὅτι
2. τοιαύτη τις ἐν τῷδε τῷ σώματι διάθεσις ὑπάρχει, δῆλον γὰρ
3. ὡς εἰ πυθοίμην ὅτι σκορπίος ὁ πλήξας, ἐκθερμαίνειν πειράσομαι
4. τό τε σύμπαν σῶμα καὶ τὸ νενυγμένον ὑπ’ αὐτοῦ
5. μόριον, οὐκ ἀναμείνας ἔτι τὴν πεῖραν, ἀλλ’ ἀπ’ αὐτῆς τοῦ
6. πράγματος τῆς φύσεως λαβὼν τὴν ἔνδειξιν. ἐδείχθη γὰρ ἐν
7. τοῖς περὶ φαρμάκων ὑπομνήμασιν, ἐν οἷς ἠξίωσα γεγυμνάσθαι
8. πρότερον, ὅτῳ μέλλει τι καὶ τῶν νῦν λεγομένων ὄφελος
9. ἔσεσθαι, μηδεμίαν ἄνευ πείρας εὑρίσκεσθαι δύναμιν· ἦν γὰρ
10. ἂν δήπου μακάριον εἴ τις ἐκ τοῦ θεάσασθαι λιθάργυρον, ἢ
11. καστόριον; ἢ κανθαρίδας εὐθέως ἐγίνωσκεν αὐτῶν τὰς δυνάμεις.
12. ἀλλ’ ὥσπερ ἐν ἅπασιν αἱ διαμαρτίαι τοῖς ὑπερβάλλουσι
13. τοῦ μέτρου καὶ τοῖς ἐλλείπουσιν, οὕτω κᾀνταῦθα
14. γίνονται· καὶ δὶς διὰ πασῶν, οὐχ ἅπαξ, ὡς ἔοικεν ἀντᾴδουσιν
15. ἀλλήλοις οἵ τε μηδέ πω καὶ τήμερον ὁμολογοῦντες ἐπίστασθαί
16. γε τὰς δυνάμεις τῶν φαρμάκων ἐπὶ τοσαύτῃ πείρᾳ,
17. οἵ τε καὶ πρὸς τῆς μιᾶς πείρας ἀξιοῦντες ἐπίστασθαι καὶ
18. γὰρ καὶ τοῦτο προπετὲς, εἰ χρὴ προπετὲς εἰπεῖν τὸ ἀδύνατον,
1. καὶ θάτερον ἢ τελέως ἀναισθήτων ἐστὶν ἢ φανερῶς
2. ἐριζόντων. ἀλλὰ γὰρ, ὡς ἔφην, οὐ χρὴ νῦν περὶ τούτων
3. ἀκούειν ποθεῖν, εἰρημένων ἐπὶ πλέον ἔν τε τῷ τρίτῳ τῶν
4. περὶ κράσεων κᾀν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν· ἀλλ’
5. εἰς διάγνωσιν τῶν διαθέσεων ἔνια τῶν προκαταρξάντων
6. αἰτίων συντελεῖ· ἔνθα δ’ οὐδὲν λανθάνει τῆς παρούσης διαθέσεως,
7. οἴχεται καὶ τοῦ προκατάρξαντος ἡ χρεία· εἴρηται
8. μὲν οὖν μοι κᾀν τοῖς ἔμπροσθεν ὡς οὐ δεῖ συνάπτειν ἐς ταὐτὸν
9. ἀμφοτέρας τὰς διδασκαλίας, ἀλλ’ ἰδίᾳ μὲν τὴν ἐμπειρικὴν,
10. ἰδίᾳ δὲ ποιεῖσθαι τὴν λογικήν. ἀναμεμνήσθω δὲ κᾂν νῦν ὡς
11. ἐπειδὴ πρόκειται μόνην τὴν λογικὴν ἐν τοῖσδε τοῖς ὑπομνήμασι
12. διελθεῖν, εἰ δὲ καὶ μὴ προσκέοιτό που περί τινος τῶν
13. λεγομένων, ὡς οὐχ ἁπλῶς ἐστιν ἀληθὲς, ἀλλὰ μόνοις τοῖς
14. κατὰ μέθοδον ἰατρεύουσιν, ἀκόλουθον αὐτῶν λογίζεσθαί
15. τινα τοῦτο καὶ προστιθέναι παρ’ ἑαυτοῦ. νυνὶ μὲν γὰρ ἡμεῖς
16. προσεθήκαμεν ὡς οὐδὲν τῶν προκαταρξάντων αἰτίων εἰς
17. ἔνδειξιν θεραπείας ἐστὶ χρήσιμον, ἀλλὰ εἰς διάγνωσιν ἐνίοτε
1. διαθέσεως, ὁμολογοῦντες ὡς ἐν τοῖς ἐμπειρικῶς ἰωμένοις
2. ὁτιοῦν, ἕν τι τῶν τῆς ὅλης συνδρομῆς μορίων ἐστὶ καὶ τὸ
3. προκατάρχον αἴτιον, εἴτ’ οὖν λογικῶς τἄλλα θεραπεύοιεν
4. εἴτε δι’ ἐμπειρίας ἅπαντα· κατὰ δὲ τὸν ἐφεξῆς λόγον οὐκ
5. ἀναγκαῖον ἂν εἴη προσγράφειν τοῦτο. πάλιν οὖν ἐπὶ τὸ προκείμενον
6. ἐπανέλθωμεν, ἀρχὴν ὁμολογουμένην λαβόντες ᾗ κᾀν
7. τοῖς ἔμπροσθεν ἤδη κεχρήμεθα φάσκοντες, τὴν τῆς θεραπείας
8. δεομένην διάθεσιν αὐτὴν εἶναι τὴν τὸν πρῶτον σκοπὸν ἐνδεικνυμένην·
9. ἐκ δὲ τούτου τἄλλα πάντα λαμβάνεσθαι. τούτῳ
10. δ’ ὅτι τῷ σκοπῷ κοινωνίαν οὐδεμίαν ἔχει τῶν προκαταρχόντων
11. αἰτίων οὐδὲν ἐξ αὐτῶν μάλιστα τῶν ἑλκῶν, ὅθεν περ
12. ὁ λόγος ὡρμήθη, μαθήσῃ. γεγενήσθω γοῦν ἕλκος ἐξ ἀποστήματος·
13. ἀλλ’ εἰ τοῦτο, δῆλον ὡς ἐκ μοχθηρῶν χυμῶν· οὕτω
14. γὰρ εἴωθεν ἡ φύσις ἐν νόσοις ἐκκαθαίρουσα τὸ σῶμα τὸ
15. περιττὸν ἅπαν ὠθεῖν ἐπὶ τὸ δέρμα· καὶ τούτῳ μὲν οὖν ἑλκωθῆναι
16. συμβαίνει, τῷ δ’ ὅλῳ σώματι ἐκκεκαθάρθαι. τίς οὖν
17. ἡ τῶν τοιούτων ἑλκῶν ἴασις; οἵα περ καὶ ἡ τῶν ἄλλων
18. ἁπάντων οἷς οὐκ ἐπιπλέκεται διάθεσις οὐδεμία κακοήθης.
1. ἀλλ’ εἴ περ τοῦθ’ οὕτως ἔχει, δῆλον ὡς οὐδεμία παρὰ τῆς
2. ποιησάσης τὸ ἕλκος αἰτίας ἔνδειξις εἰς τὴν θεραπείαν ἐγένετο.
3. καὶ μὴν εἴ περ ἔμενεν ἡ κακοχυμία, πάντως ἄν που
4. καὶ παρ’ αὐτῆς τὴν ἔνδειξιν ἐλάβομεν. ἀλλὰ καὶ ἄλλως ἄτοπον
5. ἦν δεῖσθαι θεραπείας τὸ μηκέτ’ ὂν, ἢ ἐνδείκνυσθαι θεραπείαν
6. τὸ μὴ δεόμενον αὐτῆς· ὥστε παντοίως ἄτοπον ἐκ
7. τοῦ προκατάρξαντος αἰτίου ἔνδειξιν λέγειν γίνεσθαι θεραπείας.
8. ἐπεὶ τοίνυν οὐ τοῦτο, δῆλον ὡς τὸ παρὸν αἴτιον ἔνδειξιν
9. ποιήσεται. τίς οὖν ἡ ἔνδειξις; ἀκριβολογουμένῳ μὲν ἡ προφυλακτικὴ
10. προσαγορευομένη, καταχρωμένῳ δ’ ἡ θεραπευτική·
11. καὶ γὰρ καὶ αὐτῶν τῶν ἑλκῶν τῆς ἰάσεως, εἴθ’ ἁπλῶς
12. ἕλκη μόνον εἴτε καὶ μετὰ κοιλότητος ὑπάρχει κατὰ τὸν
13. ἀκριβῆ λόγον ἡ ἴασις ἐκ τοῦ φεύγειν τε καὶ προφυλάττεσθαι
14. τὰ λυπήσοντα τὴν φύσιν ἀποτελεῖται. καὶ ὅλως ἐφ’ ὧν
15. τὸ γινόμενον αὐτῆς τῆς φύσεως ἔργον ἐστίν· ὡς κόλλησις
16. ἕλκους καὶ σάρκωσις, ἐκ τοῦ προφυλακτικοῦ γένους ἐστὶν ἡ
17. τῶν τοιούτων ἐπιμέλεια· ἀλλ’ ὅμως ἴασις λέγεται πρὸς ἁπάντων
18. ἀνθρώπων. καὶ τούτῳ διώρισται τοῦ προφυλακτικοῦ
1. μέρους τῆς τέχνης, τῷ διάθεσιν μὲν ὑπάρχουσαν ἤδη τινὰ
2. νοσερὰν ἐκκόπτεσθαι, κατὰ τὸ ἕτερον εἶδος τῆς προφυλακτικῆς,
3. κωλύεσθαι δὲ γίνεσθαι τὴν μηδέπω γεγενημένην κατὰ
4. τὸ ἕτερον. ὥστε κᾀνταῦθα περὶ ὀνομάτων ἐρίζοντες ἀγνοοῦσιν
5. οἱ νεώτεροι τῶν ἰατρῶν. ἐχρῆν δ’ αὐτοὺς, εἰ περὶ
6. πραγμάτων ἐσπούδαζον, ἐξευρεῖν ὡς δύο εἰσὶν αἱ πρῶται
7. διαφοραὶ τῶν ἐνεργειῶν τοῖς ἰατροῖς. ἢ γὰρ τὰς οὔσας ἤδη
8. διαθέσεις ἐξ ὧν πράττουσι θεραπεύουσιν, ἢ τὰς οὐκ οὔσας
9. γενέσθαι κωλύουσι. τὸ μὲν δὴ τὰς οὔσας ἐκκόπτειν, εἴτε τὰ
10. διακόπτοντα τὰς ἐνεργείας τῆς φύσεως ἐκποδὼν ποιουμένους
11. εἴτε καὶ αὐτούς τι διὰ τῶν φαρμάκων ἐργαζομένους, ἅπαντες
12. ἄνθρωποι θεραπεύειν ὀνομάζουσι, τὸ δὲ κωλύειν γενέσθαι
13. προφυλάττεσθαι. καὶ δὴ καὶ τὰ μετὰ κακοχυμίας
14. ἡλκωμένα θεραπεύουσιν οἱ λόγῳ τε καὶ μεθόδῳ τῇ τέχνῃ
15. προσιόντες, ἅμα μὲν ἐκείνην ἐκκαθαίροντες, ἅμα δὲ τὰ διακόπτοντα
16. τὰς κινήσεις τῆς φύσεως ἀναιροῦντες. ἄμφω δ’.
17. ἐστὶν ἀκριβολογουμένῳ ταῦτα προφυλακτικά. κωλύει γὰρ, ὡς
18. κᾀν τῷ πρὸ τούτου δέδεικται λόγῳ, πάντα τὰ τοιαῦτα ῥύπον
19. ἐπιτρέφεσθαι τοῖς ἕλκεσιν, ἢ ὑγρότητα πολλὴν, ἢ μοχθηράν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 4.3, ed. Kühn, 1825, vol. 10, p. 242-249. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:4.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩