Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 4.4, ed. Kühn, 1825, vol. 10, p. 250-275. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:4.4

1. Οὐκ οὖν ἐν ὀνόμασι μικρολογεῖσθαι καλὸν,
2. ἀλλ’ ἄμεινον εἰπεῖν τινα μέθοδον ἰάσεως ἑλκῶν, οἵαν ἡμεῖς
3. ἔν τε τῷ πρὸ τούτου λόγῳ κᾀν τῷδε διεξῇμεν. ἐγὼ μὲν γὰρ
4. καὶ θαυμάζω τὴν ἀναισθησίαν τοῦ Θεσσαλοῦ, γράφοντος
5. ὡδί πως ὑπὲρ τῆς τῶν κακοηθῶν ἑλκῶν ἰάσεως· εἰσὶ δὲ σφόδρα
6. ἀναγκαῖαι καὶ αἱ κοινότητες αἱ τῶν χρονίων ἑλκῶν καὶ μὴ
7. ὑγιαζομένων, ἢ κατουλουμένων καὶ πάλιν ἀναλυομένων·
8. πρὸς τῷ ἐπὶ μὲν τῶν μὴ συμφυομένων σκέπτεσθαι τί ἐστι
9. τὸ ἐμποδίζον καὶ τοῦτ’ αἴρειν, τὸ δ’ ἐπουλούμενον καὶ ἀναξαινόμενον
10. ἀναγκάζειν κρατεῖν τῆς οὐλῆς, μετασυγκρίνοντας
11. τὸ πάσχον μέρος, ἢ καὶ κοινῶς ὅλον τὸ σῶμα καὶ δυσπαθὲς
12. τοῦτο ποιεῖν διὰ τῶν τοῦτο δρώντων βοηθημάτων. ταυτὶ
13. μὲν οὖν ὁ Θεσσαλὸς ἐν τῷ περὶ χειρουργίας βιβλίῳ κατ’ ἀρχὰς
14. εὐθὺς προειπὼν ἐν τοῖς ἐφεξῆς ἐπὶ πλέον ᾧδέ πως ὑπὲρ
15. αὐτῶν τούτων γράφει· τὰ δὲ χρόνια τῶν ἑλκῶν καὶ μὴ ὑγιαζόμενα,
16. ἢ κατουλούμενα καὶ ἀναξαινόμενα ἐμφαίνει· τὰ μὲν
17. εἰς οὐλὴν μὴ συνερχόμενα ἐκκόπτειν τὰ κωλύοντα τὴν σύμφυσιν
1. γίνεσθαι καὶ νεωτεροποιεῖν τοὺς πεπονθότας τόπους
2. καὶ παραπλήσια ποιήσαντας τοῖς νεοτρώτοις πάλιν ἐναίμως
3. ἰᾶσθαι, κᾂν μὴ κρατηθῇ, παρηγορεῖν τὴν φλεγμονὴν καὶ τὴν
4. λοιπὴν προσάγειν ἐπιμέλειαν· τὰ δ’ εἰς οὐλὴν ἐρχόμενα. καὶ
5. ἀναλυόμενα, κατὰ μὲν τοὺς παροξυσμοὺς καὶ τὰς ἑλκώσεις
6. ὁμοίως θεραπεύειν τοῖς προσφάτως φλεγμαίνουσι, καταπλάσμασι
7. τοῖς παρηγοροῦσιν, ἕως ἂν παύσηται ἡ ἀγανάκτησις·
8. ἐνδούσης δὲ συνεργεῖν εἰς ἐπούλωσιν· μετὰ δὲ ταῦτα φοινίσσειν
9. τὰ κύκλῳ μέρη, πλατὺν περιλαμβάνοντας τόπον τῷ
10. διὰ τοῦ νάπυος μαλάγματι, ἤ τινι ἑτέρῳ μεταβάλλειν
11. δυναμένῳ, καὶ τὴν εὐπάθειαν ἀναιρεῖν. μὴ ληγόντων δὲ καὶ
12. κοινῶς ὅλου τοῦ σώματος ἐπιμέλειαν ποιεῖσθαι, μετασυγκρίνοντας
13. αὐτὸ διὰ γυμνασίων ποικίλων καὶ αἰώρας καὶ ἀναφωνήσεως
14. παρόντων ἐμπείρων, καὶ διαίτης κατὰ πρόσθεσιν
15. αὐξανομένης τε καὶ μειουμένης, ἀρχῆς ἐντιθεμένης διὰ τὸν
16. ἀπὸ ῥαφανίδων ἔμετον. χρῆσθαι δὲ καὶ τῇ τοῦ λευκοῦ ἐλλεβόρου
17. δόσει καὶ τοῖς ἄλλοις ἅπασιν οἷς χρώμεθα ἐπὶ τῶν
1. ὑπαγομένων διαίτῃ χρονίων καὶ δυσαποτρίπτων παθῶν.
2. αὕτη μὲν ἡ τοῦ Θεσσαλοῦ ῥῆσις. ἄξιον δὲ θαυμάσαι τἀνθρώπου
3. τὴν ἀναισθησίαν ἢ τὴν τόλμαν· εἰ μὲν αὐτὸς ἑαυτὸν
4. ἀνέπεισεν ὡς ὀρθῶς λέγει, τὴν ἀναισθησίαν· εἰ δ’ ἐπιστάμενος
5. ὡς οὐδὲν λέγει παρακρούεσθαι τοὺς ἀναγινώσκοντας ἅπαντας
6. ἤλπικε, τὴν τόλμαν. ἐκ τῶν χρονίων ἑλκῶν, ὦ γεναιότατε,
7. τίς ἔνδειξις γίνεται θεραπείας; ἐγὼ μὲν γὰρ οὔτ’ ἐκ τῶν
8. προσφάτων οὔθ’ ὅλως ἐκ χρόνου κατ’ οὐδὲν τῶν νοσημάτων
9. ἐξεῦρον οὐδεπώποτε τὴν θεραπείαν, ἀλλ’ ἐξ αὐτῆς τῆς διαθέσεως,
10. ἣν ἰᾶσθαί μοι πρόκειται. καθόλου γὰρ ἐὰν εἰς τὸν
11. χρόνον ἀποβλέπῃ τις, ὡς ἔνδειξιν παρ’ αὐτοῦ λαμβάνειν, ἑτέραν
12. μὲν πάντως ἡ δευτέρα τῶν ἡμερῶν, ἑτέραν δ’ ἡ τρίτη
13. παρέξει τὴν ἔνδειξιν· οὕτως δὲ καὶ ἡ τετάρτη τῆς πέμπτης
14. ἑτέραν· καὶ τούτων ἁπασῶν ἡ ἕκτη καὶ τῶν ἄλλων ἑκάστη
15. τῶν μετὰ ταύτας. ὥστ’ οὐκέτι τὰς διαθέσεις ἃς θεραπεύομεν,
16. ἐπισκεψόμεθα καὶ παρ’ αὐτῶν ἔνδειξιν ληψόμεθα; καίτοί γε
17. τούτου ἀλογώτερον οὐδ’ ἐπινοῆσαι δυνατόν ἐστι. πῶς οὖν
18. ἀναγκαῖαι αἱ κοινότητες αἱ τῶν χρονίων ἑλκῶν εἰσιν, οὐδέν
1. γε ἐνδείκνυσθαι δυναμένου τοῦ χρόνου καθ’ ἑαυτόν; οὐ δήπου
2. γὰρ ἐπειδὰν ὑπὸ κακοχυμίας ἕλκος ἀναβιβρώσκηται,
3. διάφορον ἔνδειξιν ἀπ’ αὐτοῦ ληψόμεθα μετὰ τέτταρας μῆνας
4. ἧς εὐθὺς ἐξ ἀρχῆς ἐλάβομεν. ἐγὼ μὲν οὐδ’ ἂν ἐάσαιμι χρονίσαι
5. τὸ τοιοῦτον ἕλκος, ἀλλ’ εὐθέως ἀπὸ τῆς ἀρχῆς ἐκκόψαιμι
6. τὴν αἰτίαν αὐτοῦ. καὶ γὰρ καὶ γνωρίζειν δυνατόν ἐστι
7. τὴν διάθεσιν ἀπὸ τῆς ἀρχῆς ὡς τὰ πολλὰ, καὶ τὴν ἔνδειξιν
8. ἀπὸ τῆς διαθέσεως λαμβάνειν ἀναγκαῖον. ὁ χρόνος δὲ τί
9. πλέον ἡμᾶς διδάξει τοῦ τῶν ἡμερῶν ἀριθμοῦ μὰ τοὺς θεοὺς
10. οὐκ ἔχω συμβαλεῖν, πλὴν εἰ τοῦτο λέγειν ἠβουλήθη ὁ Θεσσαλὸς,
11. ὡς εἰς διάγνωσιν τῶν τοιούτων ἑλκῶν ἀναγκαῖον
12. ἀναμεῖναι τὸν χρόνον. ἀλλ’ οὕτω γε πρῶτον μὲν ἂν ἰδιώτης
13. εἴη παντάπασιν, εἰ μηδέποτε πρὸ τοῦ χρονίσαι τὸ ἕλκος
14. ὁμολογεῖ διαγνῶναι δύνασθαι τὴν διάθεσιν. ἔπειτα δὲ σαφῶς
15. ἂν ἔτι καὶ τοῦθ’ ὁμολογήσειεν, ὡς ἐξ ἄλλου μὲν ἡ τῆς
16. ἰάσεως ἔνδειξις, ἐξ ἄλλων δὲ ἡ διάγνωσις γίνεται τῆς διαθέσεως.
17. ἔστω γάρ τι συμβάλλεσθαι τὸν χρόνον εἰς τὴν διάγνωσιν·
18. ἀλλ’ ἥ γε ἔνδειξις τῆς ἰάσεως οὐκ ἐκ τοῦ χρόνου. τί γὰρ
1. ἄν εἴη πρὸς ἔπος, εἴ τι χρονίζει τῶν ἑλκῶν, ἐκκόπτειν τὰ
2. κωλύοντα τὴν σύμφυσιν γίνεσθαι καὶ νεωτεροποιεῖν τοὺς πεπονθότας
3. τόπους; εἰ γὰρ διὰ ῥεῦμα κακόηθες, ὦ γενναιότατε,
4. τὰ χείλη τοῦ ἕλκους ἐν διαθέσει τινὶ γέγονε, τί πλέον ἕξομεν,
5. ἂν περικόψωμεν αὐτὰ πρὶν ἰάσασθαι τὸ ῥεῦμα; μεῖζον
6. ἐργασόμεθα δηλονότι τὸ ἕλκος, ὥσπερ καὶ ποιοῦσιν ἔνιοι
7. τῶν ὁμοίως ἐκείνῳ θεραπευόντων ἕλκη. τῆς γὰρ αἰτίας μενούσης
8. τῆς καὶ πρότερον αὐτὰ σκληρὰ καὶ τυλώδη ποιησάσης
9. οὐδὲν ἔσται πλέον ἐκ τοῦ περιτέμνειν ἄλλο γε ἢ μέγεθος
10. ἕλκους· πάλιν γὰρ ἐκεῖνα τὰ περιτμηθέντα τοῖς πρότερον
11. ὁμοίως ἔσται τυλώδη καὶ σκληρά. καίτοί γ’ οὐδ’ αὐτὸ τοῦτο
12. προσέθηκεν ὁ σοφώτατος Θεσσαλὸς, ὡς ἐκκοπτέον ἐστὶ τὰ
13. τυλώδη καὶ σκληρὰ καὶ κακόχροα τῶν ἡλκωμένων μορίων,
14. ἀλλ’ ἁπλῶς ἐκκόπτειν κελεύει τὰ κωλύοντα τὴν σύμφυσιν
15. καὶ νεωτεροποιεῖν. εἰ μὲν οὖν ἐκκόπτειν τὰ κωλύοντα
16. τὴν σύμφυσιν αἴτια συνεβούλευε, παλαιός τ’ ἂν ἦν ὁ τοιοῦτος
17. λόγος, ἐγώ τε οὐδὲν ἂν ἐμεμφόμην αὐτῷ, παρῄνηται γὰρ
18. ὑπὸ πάντων σχεδὸν τῶν παλαιῶν ἰατρῶν, ὅσοι γε λόγῳ
1. τινὶ καὶ μεθόδῳ περὶ θεραπείας ἑλκῶν ἔγραψαν, ὡς ἐκκοπτέον
2. ἐστὶ τὰς ἐργαζομένας αἰτίας αὐτὰ, καθάπερ, οἶμαι, καὶ
3. τῶν ἄλλων ἁπάντων νοσημάτων. οὐ γὰρ δὴ ἐπὶ μὲν τῶν
4. ἑλκῶν ἔτι μενούσης τῆς ποιούσης αὐτὰ αἰτίας κάλλιον ἐκείνην
5. πρότερον ἐκκόπτειν, ἐπὶ δὲ τῶν ἄλλων νοσημάτων οὐ
6. κάλλιον, ἀλλ’ ἐπὶ πάντων ἁπλῶς ὧν τὸ ποιοῦν ἔτι πάρεστιν
7. ἀπ’ ἐκείνου τῆς θεραπείας ἀρκτέον. εἰ δὲ τὰ κωλύοντα τὴν
8. σύμφυσιν οὐκ ἐπὶ τῶν αἰτίων ἁπάντων ὅσα τοῦτο πέφυκε
9. δρᾷν, ἀλλ’ ἐπὶ τῶν χειλῶν εἴρηκε μόνον, ὡς ἐξ ὧν ἐπιφέρει
10. δῆλός ἐστιν, πλέον ἀγνοεῖν ἔοικεν ἢ γινώσκειν εἰς ἑλκῶν
11. ἴασιν. εἴη μὲν γὰρ ἄν ποτε καὶ τοῦτο μόνον αἴτιον τοῦ μὴ
12. θεραπεύεσθαι τὸ ἕλκος· εἴη δ’ ἂν οὐδὲν ἧττον, ὡς εἴρηται,
13. καὶ ἡ χωρὶς ὄγκου παρὰ φύσιν ἐν τοῖς ἡλκωμένοις μέρεσι δυσκρασία
14. καὶ ἡ μετ’ ὄγκου μέν τινος, ἀλλ’ οὐ πάντως τοῦ γε
15. περιτομῆς δεομένου· καὶ πρὸς τούτοις ἔτι σκιῤῥὸς ὑπερκείμενος,
16. ἢ σπλὴν μέγας, ἤ τις ἐν ἥπατι κακοπραγία καὶ χωρὶς
17. τούτων ἁπάντων ἀτονία τοῦ μέρους αὐτοῦ τοῦ πεπονθότος,
1. ἐπίτασις οὖσα δυσκρασίας καὶ ἥδε· καὶ μὲν δὴ καὶ ἡ καθ’
2. ὅλον τὸ σῶμα κακοχυμία μέγιστον τῶν αἰτίων ὅσα λυμαίνεσθαι
3. τοῖς ἕλκεσι πέφυκεν. ἐνοχλεῖ δ’ οὐδὲν ἧττον αὐτοῖς
4. καὶ ἡ καλουμένη πληθώρα. τούτων ἕκαστον εἰ κελεύοι ἐκκόπτειν
5. Θεσσαλὸς, ἐπαινῶ τὸν ἄνθρωπον, ὡς ἑπόμενον τοῖς
6. παλαιοῖς· εἰ δὲ τὰ χείλη μόνον, ἓν ἐκ πολλῶν ἔγνωκε, ὃ μηδὲ
7. τοὺς αἰπόλους λανθάνει. εἰ γὰρ σκληρὰ καὶ τετυλωμένα
8. καὶ πελιδνὰ καὶ μέλανα καί τινα ἄλλην ἐπίσημον ἄχροιαν
9. ἔχοντα θεάσαιτό τις αἰπόλος ἕλκους χείλη, πάντως τολμήσει
10. περικόπτειν αὐτά. καὶ γάρ τοι καὶ προχειρότατόν ἐστι τὸ
11. περικόψαι· μεῖζον δέ γε καὶ τεχνικώτερον ἰᾶσθαι φαρμάκοις.
12. Θεσσαλὸς δὲ οὔτε τῶν ὑπὸ φαρμάκων δυναμένων μαλαχθῆναι
13. χειλῶν εἰς γνῶσιν ἧκέ ποτε, καὶ γὰρ καὶ λέγουσιν αὐτὸν
14. ἀποστῆναι τελέως τοῦ τοιούτου μέρους τῆς τέχνης, ὥσπερ
15. οὖν ἐμφαίνει καὶ αὐτὸς, οὔθ’ ὅλως ἐμπειρίαν ἢ λογικὴν ἐπιστήμην
16. ἔοικεν ἔχειν οὐδενὸς φαρμάκου· καθότι καὶ τοῦτο διὰ
17. τοῦ περὶ φαρμάκων ἐνδείκνυται βιβλίου. ἀλλὰ περὶ μὲν τῶν
18. ἐν ἐκείνοις οὐκ ὀρθῶς εἰρημένων ἐπὶ προήκοντι τῷ λόγῳ
1. διαλέξομαι· περὶ δὲ τῆς τῶν χρονίων ἑλκῶν ἰάσεως, ἣν ἐν
2. τῇ προγεγραμμένῃ ῥήσει Θεσσαλὸς ἐποιήσατο, πρόκειταί
3. μοι τό γε νῦν εἶναι διελθεῖν. ἄμεινον μὲν ἦν δήπου μὴ χρόνια
4. καλεῖν, ἀλλὰ κακοήθη ταῦτα, καὶ τὴν φύσιν αὐτῶν ἐκδιηγήσασθαι
5. καὶ τὰς αἰτίας τῆς γενέσεως εἰπεῖν καὶ τὴν θεραπείαν
6. ἑκάστου, τὴν μὲν ὡς ἐφ’ ἕλκει κοινὴν ἁπάντων αὐτῶν
7. οἴαν ἐν τῷ τρίτῳ γράμματι διῆλθον· ἰδίαν δ’ ἐφ’ ἑκάστου,
8. κατὰ τὸ τῆς ἐργαζομένης αἰτίας εἶδος, ὡς ἐν τούτῳ τῷ λόγῳ
9. διωρισάμην. ὁ δὲ οὐδὲν τούτων ποιήσας καὶ νεωτεροποιεῖν
10. τοὺς ἡλκωμένους τόπους ἀξιοῖ καὶ παραπλήσια τοῖς νεοτρώτοις
11. ἀπεργασάμενος ἐναίμους ἰᾶσθαι. τοῦτο μέν γε ναὶ μὰ
12. τὸν Ἀσκληπιὸν ἐναργῶς ἄν τις γνωρίσειε τοῖς ἔργοις τῆς
13. τέχνης ἐγγεγυμνασμένος, ὡς ὑπ’ ἀνθρώπου γέγραπται ταῦτα
14. μηδέποτε προνοήσαντος ἕλκους. ἐναίμως ἰᾶσθαι δύναταί τις,
15. ἕλκος χρόνιον ὅμοιον τοῖς νεοτρώτοις ἐργασάμενος, ἀγκτῆρσι
16. συναγαγὼν, ἢ ῥάψας αὐτοῦ τὰ χείλη· ἢ τούτων μὲν οὐδενὶ,
17. ἐναίμῳ δέ τινι φαρμάκῳ καὶ μόνῃ σὺν αὐτῷ θαῤῥήσας ἐπιδέσει;
18. τίς οὐκ οἶδεν ὡς πᾶν ἕλκος κακόηθες εὐθὺς καὶ
1. κοῖλόν ἐστιν, ὡς ἂν ἐξ ἀναβρώσεως γενόμενον; ἆρ’ οὖν, ὦ
2. σοφώτατε Θεσσαλὲ, πρὶν σαρκωθῆναι τὸ κοῖλον ἕλκος, εἰς
3. σύμφυσιν ἀχθῆναι δύναται; ἢ οὐ τοῦτ’ ἔστι τὸ ἐναίμως
4. ἰᾶσθαι; μάτην τοίνυν αὐτὸς σὺ τῶν κοίλων ἑλκῶν τὸν σκοπὸν
5. οὐ κόλλησιν, ἀλλὰ πλήρωσιν ἔγραψας. εἰ δὲ καὶ μὴ δι’
6. ἑαυτὸ κοῖλον ἦν ἅπαν ἕλκος κακόηθες, ἀλλά τοί γ’ ἐν τῷ
7. νεωτεροποιεῖν, αὐτοῦ τὰ χείλη περικόπτοντας ὡς σὺ κελεύεις,
8. ἐξ ἀνάγκης οἶμαι καὶ κοῖλον γίνεται καὶ πλείστην ἴσχει τῶν
9. χειλῶν τὴν διάστασιν· ὥστ’ οὐκ οἶδα πῶς ἔτι κολλήσεις αὐτὸ
10. καὶ συμφύσεις ἐναίμως. εἰ γὰρ προσάγειν ἐπιχειρήσεις βιαίως
11. τὰ διεστῶτα πάμπολυ χείλη, φλεγμανεῖ μὲν ἐξ ἀνάγκης, οὐ
12. συμφύσεται δέ. τούτου καὶ μόνου συνιέναι μοι δοκεῖ καὶ Θεσσαλός·
13. ἐπιφέρει γοῦν, κᾂν μὴ κρατηθῇ, παρηγορεῖν τὴν φλεγμονήν.
14. ἄμεινον δὲ ἦν γράψαι καὶ μὴ κρατηθέντων παρηγορεῖν
15. τὴν φλεγμονὴν, ἐξ ἀνάγκης γὰρ οὐ κρατηθήσεται. ἀλλ’
16. εἰ καὶ τοῦτο συγχωρηθείη τῷ Θεσσαλῷ καὶ παρέλθοιμεν αὐτὸ
17. καὶ μὴ λίαν ἀκριβῶς ἐξετάζοιμεν, ὅτι γε τελέως ἀποκεχώρηκε
1. τῆς κοινότητος ἧς αὐτὸς ὑπέθετο πρόδηλον παντί. εἰ γὰρ τὸ
2. ἐμποδίζον ἐξαιρήσομεν, οὐδὲν ἔτι περὶ τῆς τῶν χρονίων ἑλκῶν
3. ὡς χρονίων κοινότητος ληψόμεθα. ἀλλ’ ἔστω καὶ τοῦτο. θεασώμεθα
4. δὲ τὰ ἐφεξῆς, γράφει γοῦν ὧδε· τὰ δ’ εἰς οὐλὴν ἐρχόμενα
5. καὶ ἀναλυόμενα κατὰ μὲν τοὺς παροξυσμοὺς καὶ τὰς
6. ἑλκώσεις ὁμοίως θεραπεύειν τοῖς προσφάτως φλεγμαίνουσι.
7. μετὰ δὲ ταῦτα φησί· φοινίσσειν τὰ κύκλῳ μέρη τῷ διὰ τοῦ
8. νάπυος μαλάγματι. τί φῄς, ἄνθρωπε, κᾂν δριμὺ, κᾂν θερμὸν
9. ῥεῦμα τὸ φερόμενον ᾖ, φοινίσσειν χρὴ νάπυϊ τὸ μόριον; ἵν’
10. ὅπερ ἐν πολλῷ χρόνῳ πάσχειν ὑπὸ τοῦ ῥεύματος ἔμελλεν, ὑπὸ
11. τοῦ Θεσσαλείου ταχέως πάθοι φαρμάκου, πᾶν ἑλκωθέν τε
12. καὶ ἀναβρωθέν; τὰς γὰρ διὰ ψύξιν ἢ ὑγρότητα πολλὴν ἄνευ
13. θερμασίας ἐπιφανοῦς ἀτονίας τῶν μερῶν φοινιγμοῖς ἐθεράπευον
14. οἱ παλαιοί. σὺ δ’ ἑξῆς ἐπὶ πάντων χρᾷ, πρῶτον μὲν
15. αὐτὸ τοῦτο μὴ διορισάμενος, εἴτε δι’ ἀτονίαν τοῦ μέρους,
16. εἴτε διὰ κακοήθειαν τοῦ ῥεύματος, οὐ θεραπεύεται τὸ ἕλκος.
17. ἔπειτα δ’ ὑπαλλάττων τὴν τάξιν. ὅταν γὰρ κατακαύσας τῷ
1. νάπυϊ τὸ μέρος ἀνύσῃς μηδὲν, ἐπὶ τὴν τοῦ παντὸς σώματος
2. ἔρχῃ θεραπείαν ἔμπαλιν δ’, οἶμαι, καὶ τῷ λόγῳ καὶ τῇ πείρᾳ
3. περὶ τούτων ἔγνωσται, τὸ σύμπαν σῶμα πρότερον ἀπέριττον
4. ἐργασαμένους τολμᾷν ἐπιφέρειν τι τῷ μορίῳ θερμαῖνον καὶ
5. δριμὺ φάρμακον. ἕλκειν γὰρ ἐφ’ ἑαυτὰ πέφυκεν ἐξ ὅλου τοῦ
6. σώματος ἅπαντα τὰ τοιαῦτα δίκην σικύας. ἐὰν μὴ φθάσῃς
7. κενώσας αὐτὸ, χορηγίαν ῥεύματος ἐγκαταλείψεις τῷ δριμεῖ
8. φαρμάκῳ. τοῦτο καὶ τοῖς ἐμπειρικοῖς ἰατροῖς ὡμολόγηται
9. καὶ τοῖς δογματικοῖς· τοῦτο καὶ τοῖς ἀρίστοις ἐδόκει τῶν
10. φιλοσόφων· ἐπειδὴ γὰρ κᾀκείνων μέμνηται Θεσσαλὸς, οὐ
11. χεῖρον αὐτοὺς ἐπικαλέσασθαι μάρτυρας, ὡς ὀφθαλμὸν οὐκ
12. ἐγχωρεῖ καλῶς ἰάσασθαι πρὸ τῆς ὅλης κεφαλῆς, οὐδὲ ταὐτὴν
13. ἄνευ τοῦ παντὸς σώματος. οὕτως Ἀριστοτέλης καὶ
14. Πλάτων ἐγίνωσκεν ὑπὲρ νοσημάτων ἰάσεως· οὕτω δὲ καὶ
15. Ἱπποκράτης καὶ Διοκλῆς καὶ Πραξαγόρας καὶ Πλειστόνικος
16. καὶ πάντες οἱ παλαιοί. Θεσσαλὸς δὲ μόνος ἔμπαλιν ἐπὶ
17. τὸ διὰ τοῦ νάπυος ἥκει φάρμακον πρῶτον· εἶθ’ ὕστερον
18. ἐπιμελεῖται τοῦ παντὸς σώματος· οὔκουν οὐδ’ ἐνταῦθα
1. φρονίμως οὐδὲν ὑποτιθέμενος. ἐνὸν γὰρ ἅπαξ ἐκκενώσαντα
2. τὸ σῶμα καθαίροντι φαρμάκῳ, μετὰ τοῦτο χρηστῶς
3. ἀνατρέφειν, ἀναφωνήσεώς τε μέμνηται καὶ γυμνασίων αἰωρήσεών
4. τε καὶ διαίτης ἐκ περιόδου μεταβαλλομένης καί
5. τινος ἀπὸ ῥαφανίδων ἐμέτου· κᾄπειτα τὸν κολοφῶνα τούτοις
6. ἐπάγει, τὸν ἐλλέβορον αὐτὸν, ὁ χωρὶς περιεργίας ἐπαγγειλάμενος
7. ἅπαντα θεραπεύειν. ἐγὼ δ’ οὐδ’ ἐπινοῆσαι δύναμαι
8. πῶς ἄν τις χεῖρον, ἢ μακρότερον, ἢ περιεργότερον ἕλκος
9. ἰάσαιτο. φέρε γὰρ, ἵν’ ὥσπερ ἔργῳ πολλάκις ἑωράκαμεν, οὕτω
10. καὶ τῷ λόγῳ πλάσωμεν ἄνθρωπον ἰάσεως ἕλκους κακοήθους
11. δεόμενον. ἔστω τις ὑγιαίνων μὲν τἄλλα, κνησάμενος δ’
12. ἐξαίφνης ὁτιοῦν μόριον, εἰ βούλει πῆχυν, ἐγειράτω παραχρῆμα
13. φλύκταιναν· εἶτ’ αὖθις καὶ αὖθις κνησμῶδες γιγνέσθω ταὐτὸ
14. τοῦτο μόριον· ἐκραγείσης δὲ τῆς φλυκταίνης ἕλκος κακόχρουν,
15. ἀνωμάλως ἀναβιβρωσκόμενον γενέσθω· καὶ ταῦτ’ ἐν
16. τρισὶν ἢ τέτταρσιν ἡμέραις ἀπὸ τῆς ἀρχῆς συμπιπτέτω. λεγέτω
17. δή τις ἐνταῦθά μοι τῶν Θεσσαλείων ἰατρῶν ὅντινα
18. χρὴ τρόπον ἰᾶσθαι τὸ τοιοῦτον ἕλκος. ἐγὼ μὲν γάρ φημι
1. κακόηθές τε πάντως ὑπάρχειν αὐτὸ καὶ διὰ τοῦτο συνεπισκέψομαι
2. παραχρῆμα τὴν τοῦ παντὸς σώματος διάθεσιν,
3. ὁποία τίς ἐστιν. εὑρήσω γὰρ ἔκ τε τῶν περὶ τὸ ἕλκος συμπτωμάτων
4. κᾀκ τῶν περὶ σύμπαν τὸ σῶμα φαινομένων σημείων,
5. ὁποῖος μάλιστα τὴν ἰδέαν ἐστὶν ὁ πλεονάζων χυμός·
6. καὶ τοῦτον ἐκκενώσω φαρμάκῳ παραχρῆμα· καὶ οὐκ ἀναμενῶ
7. τὸν πῆχυν ὅλον τἀνθρώπου διάθεσίν τινα κακοήθη
8. καὶ δυσίατον σχεῖν. οἱ δ’ ἀπὸ τοῦ Θεσσαλοῦ, τὰς ἐκείνων
9. δηλονότι φυλάττοντες ὑποθήκας, πρῶτον ἀναμενοῦσι χρόνιον
10. γενέσθαι τὸ ἕλκος, ἵν’ εἰς τὴν θαυμαστὴν ἐμπέσῃ κοινότητα
11. νῶν χρονίων ἑλκῶν, ὥσπερ οὐκ ὂν ἄμεινον μακρῷ
12. κακοηθῶν ἑλκῶν, ἀλλὰ μὴ χρονίων ἐνδεικτικὴν θεραπείας
13. ὑποθέσθαι κοινότητα. εἶτα δυοῖν θάτερον, ἢ ἐκκόψουσι καὶ
14. νεωτεροποιήσουσι καὶ συνάξουσιν ὡς εἰς κόλλησιν, ἢ πρῶτον
15. μὲν τῷ διὰ τοῦ νάπυος χρήσονται φαρμάκῳ, τούτου δ’ ἀνύσαντος
16. μηδὲν ἐπὶ τὰς ἀναφωνήσεις τε καὶ τὰς αἰωρήσεις καὶ
17. τὰ ἄλλα γυμνάσια καὶ τὰς τῆς διαίτης κατὰ περιόδους μεταβολὰς
18. ἀφίξονται· κᾄπειτα καὶ τοῖς ἀπὸ ῥαφανίδων ἐμέτοις
1. χρήσονται, καὶ μηδὲ τούτων ἰασαμένων τὸ ἕλκος ἐλλέβορον
2. δώσουσιν· ἂν δὲ μηδ’ οὗτος ἀνύσῃ μηδὲν, ἀποπέμψουσιν
3. εἰς Λιβύην τὸν ἄνθρωπον· ἔτι γὰρ τοῦτ’ ἔδει προσγεγραφέναι
4. τὸν Θεσσαλὸν ἐπὶ τῇ θαυμαστῇ τῶν ἑλκῶν τῶν κακοηθῶν
5. ἰάσει. κατατρίβει γοῦν ἐν ἀναφωνήσεσιν, αἰώραις τε
6. καὶ τοῖς τοιούτοις ὥσπερ καχεξίαν, ἀλλ’ οὐ κακοχυμίαν θεραπεύων.
7. καὶ τί θαυμαστὸν, εἰ μήτε γνωρίζειν ὁμολογοῦσιν
8. ἄρτι συνιστάμενον ἕλκος κακόηθες, ἀναμένουσί τε χρόνιον
9. αὐτὸ γενέσθαι καὶ πολλάκις μὲν ἐπουλωθῆναι, πολλάκις δ’
10. ἀναλυθῆναι πρὸ τοῦ γνῶναι τί ποιητέον ἐστὶν, ὅπου καὶ
11. τοὺς ὁπωσοῦν πυρέξαντας ὑπερβάλλειν ἀξιοῦσι τὸν διὰ
12. τρίτης ἡμέρας ἤτοι γενησόμενον ἢ μὴ γενησόμενον παροξυσμόν·
13. οὕτως ἀκριβῶς ἄρα τὴν περὶ κρίσεων ἐκμεμαθήκασι
14. θεωρίαν, ἢ τῆς μελλούσης ἀκμῆς τοῦ νοσήματος ὑπάρχουσι
15. προγνωστικοὶ. τί δὴ συμβαίνει πολλάκις; ἐπὶ τῆς κλίνης
16. κατασήπεσθαι τοὺς ἀνθρώπους ὑπ’ αὐτῶν, ἀπηλλάχθαι δυναμένους
17. εὐθὺς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν. οὐχ ἅπαξ γὰρ
18. ἡμεῖς, ἢ δὶς, ἢ τρὶς, ἀλλὰ μυριάκις αὐτοί τε πολλοὺς τῶν
1. πυρεξάντων ἐλουσάμεθα, ἅμα τῷ παύσασθαι τὸν πρῶτον
2. παροξυσμόν· τούς τε διδασκάλους ἡμῶν ἐθεασάμεθα ταὐτὸ
3. τοῦτο ποιοῦντας· ἀδεῶς τε τοῦ λοιποῦ διαιτᾶσθαι συνεχωρήσαμεν,
4. ὡς οὐκ ἂν ἔτι πυρέξοντας, οὓς ὁ σοφώτατος Θεσσαλὸς,
5. ὁ τὴν πρώτην διάτριτον ἐξευρὼν, ἐταρίχευσεν ἂν
6. ὅλαις, οἶμαι, τρισὶ λιμοκτονήσας ἡμέραις· εἶθ’ οὕτως ἔθρεψεν
7. ἂν, οἶμαι, δηλαδὴ μετρίως τεταρταίους. εἶτα κατ’ ὀλίγον
8. ἀνακομίζων μόλις ἑκταίους ἢ ἑβδομαίους ἀπέλυσεν ἂν ἐπὶ
9. τὰ συνήθη τοὺς ἅπαξ πυρέξαντας. οὕτως ἀεὶ κατασήπουσι
10. τοὺς ἀνθρώπους ἐν τοῖς πάθεσι, κᾂν ἀπαλλαγῆναι ῥᾳδίως
11. αὐτῶν ἦν δυνατόν. ὀλιγίσταις οὖν ἡμέραις οἷόν τε θεραπευθῆναι
12. κακόηθες ἕλκος ἀρχόμενον ὁ Θεσσαλὸς εἰς ἐνιαυτὸν
13. ἢ καὶ πλείονα χρόνον ἐκπίπτειν ἐᾷ. τὸ γὰρ ἀναμένειν πολλάκις
14. μὲν αὐτὸ συνουλωθῆναι, πολλάκις δ’ ἀναλυθῆναι, ἵν’
15. εἰδῇ εἰ κακόηθες, κᾄπειτα τῆς θεραπείας ἀρξάμενον. οὐδ’
16. οὖν οὐδὲ τότε καθαίρειν εὐθὺς, ἀλλὰ τῷ διὰ τοῦ νάπυος μὲν
17. πρῶτον, εἶτ’ αἰώραις ἀναφωνήσεσί τε καὶ διαίταις χρῆσθαι,
18. κᾄπειτα ῥαφανῖσιν, εἶθ’ οὕτως ἐλλεβόρῳ, τί ἄλλο ἢ ἐνιαυτὸν
1. ἀναμένοντός ἐστιν; εἶτ’ ὦ πρὸς θεῶν ἓξ ἡμερῶν, ἢ τὸ πλεῖστον
2. ἑπτὰ, δυναμένου τἀνθρώπου τεθεραπεῦσθαι, μῆνας
3. ἀναμενοῦμεν πολλοὺς; ἵνα δηλαδὴ πρῶτον μὲν γνῶμεν εἰ χρόνιόν
4. ἐστιν, ἔπειτα δ’ ἀρξώμεθα τῆς θεραπείας; καὶ τίς ἦν
5. ἀνάγκη χρονίων ἑλκῶν ἰδίαν ὑποθέσθαι κοινότητα, μηδὲν
6. εἰς τὰς ἰάσεις ἡμᾶς ὠφελοῦσαν; ἐνὸν μὴ χρονίων, ἀλλὰ κακοηθῶν,
7. οὐ κοινότητα μὰ Δία οὐδὲ τούτων ἐνδεικτικὴν, ἀλλὰ
8. θεραπείαν γράψαι. συμβέβηκε μὲν γάρ τισιν ἕλκεσί τε καὶ
9. νόσοις κακοήθεσιν ὑπάρχειν, οὐ μὴν ἀπὸ τούτου γε ἡ τῆς
10. θεραπείας ἔνδειξις, ἀλλ’ ἡ μὲν διάθεσις αὐτὴ τὸν πρῶτον
11. τῆς ἰάσεως. ὑπαγορεύει σκοπόν· ἐξ ἐκείνου δ’ εὑρίσκεται τὰ
12. ποιητέα καθ’ ὃν ἐγὼ διελήλυθα τρόπον. ὥστε τοῦτ’ ἔστι τὸ
13. μεθόδῳ θεραπεύειν, ὃ ποιοῦμεν ἡμεῖς ἑπόμενοι τοῖς παλαιοῖς·
14. εἴ γε χρὴ τὴν μέθοδον ὁδόν τινα εἶναι καθόλου μίαν
15. ἁπάντων κοινὴν τῶν κατὰ μέρος. ὁ δέ γε κᾀν τούτῳ σφάλλεται
16. καὶ τὸ πάντως ὑπάρχον τοῖς ὁτιοῦν μεθόδῳ ποιοῦσι,
17. τοῦτο τὴν μέθοδον αὐτὴν εἶναι νομίζει. γνῶσιν μὲν γὰρ ἔχειν
1. ἀναγκαῖόν ἐστι τὸν μεθόδῳ πᾶν ὁτιοῦν ἐργαζόμενον ὁμοιότητός
2. τε καὶ ἀνομοιότητος, οὐ μὴν αὐτό γε τοῦτ’ ἔστιν ἡ
3. μέθοδος, ὁμοίου τε καὶ ἀνομοίου γνῶσις. οὐδὲ τοῦτο λέγει
4. Πλάτων ἢ Ἀριστοτέλης, ὧν τολμᾷ καταψεύδεσθαι Θεσσαλός·
5. ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ ταῦτ’ ἐξελέγχειν.
6. αὖθις οὖν ἐπὶ τὴν θεραπευτικὴν μέθοδον ἐπάνειμι καὶ δείξειν
7. ἐπαγγέλλομαι τήν τε ἀρχὴν αὐτῆς μίαν ἐν ἁπάσαις ταῖς
8. ἰάσεσι, τήν τε ἀπὸ τῆς ἀρχῆς ὁδὸν ἕως τοῦ τέλους ὁμοίαν
9. ἐν ἅπασι τοῖς κατὰ μέρος. ὥστ’ εἰ καὶ καθ’ ἕκαστον πάθος
10. ἰδία τις φαίνοιτο μέθοδος ἰάσεως, ἀλλὰ τό γε κοινὸν ἐφ’
11. ἁπάσαις γένος ἓν ὑπάρχει. ἄρχεσθαι μὲν γὰρ ἀεὶ χρὴ τῆς
12. ἐνδείξεως ἀπὸ τῆς διαθέσεως, ἣν θεραπεύειν ἐπιχειροῦμεν·
13. ἐπισκέπτεσθαι δὲ καὶ διορίζεσθαι πότερον ἤδη πέπαυται τὸ
14. ποιῆσαν αἴτιον τὴν διάθεσιν, ἢ καὶ νῦν ἔτι συνεπαύξει τε καὶ
15. ποιεῖ· κᾄπειτα πεπαυμένου μὲν ἐπὶ τὴν ἐν τῷ τρίτῳ τῶνδε
16. τῶν ὑπομνημάτων εἰρημένην μέθοδον ἰτέον· ἔτι δὲ ποιοῦντος
17. ἐπὶ τὴν ἐν τῷδε. τῇ γὰρ αὐτῇ μεθόδῳ τῇδε καὶ φλεγμονῆς
1. καὶ πυρετοῦ καὶ πάντων ἁπλῶς τῶν νοσημάτων τὰς ἰάσεις
2. ἐξευρήσομεν, εἰ μὲν μηκέτι γίγνοιτο μηδὲν, μὴ προσχρώμενοι
3. τοῖς προηγησαμένοις αἰτίοις, ἀλλ’ ἐξ αὐτῆς μόνης τῆς διαθέσεως
4. ὁρμώμενοι· εἰ δέ τι καὶ νῦν γίγνοιτο, καὶ διττὸν σκοπὸν
5. τῆς θεραπείας ὑποτιθέμενοι καὶ τἄλλ’ ἑξῆς ὡς εἴρηται ποιοῦντες.
6. ἀλλὰ γὰρ καὶ τῆς ἀναισθησίας τῶν ἑπομένων τῷ
7. Θεσσαλῷ θαυμάζειν ἄξιον· οὐκ ἐπειδὰν ἐν τοῖς
8. τοιούτοις ἁμαρτάνωσιν, ἀλλ’ ὅτι δυσπαθείας τε καὶ μετασυγκρίσεις,
9. ἀτονίας τε καὶ ῥώσεις καὶ πολλὰ τοιαῦθ’ ἕτερα
10. λέγοντες ὀνόματα σημαινόμενα πρὸς αὐτῶν, οὐδέπω καὶ
11. νῦν ἐρωτηθέντες, ἀποκρίνασθαι δύνανται. τί γάρ ἐστι τὸ
12. μετασυγκρίνειν τὴν ἕξιν ἐπὶ τῶν χρονιζόντων ἁπάντων οὔθ’
13. ὡσαύτως ἀλλήλοις οὔτε σαφῶς οὔτε νουνεχῶς ἀποκρίνονται.
14. εἰ μὲν οὖν ἢ παλαιὸν ἢ παρά τινι τῶν Ἑλλήνων ἦν
15. γεγραμμένον τοὔνομα, τάχ’ ἂν ἴσως ἐξ ὧν ἐκεῖνοι γράφουσιν
16. ἐνοήσαμεν ἐφ’ ὅτου πράγματος ἐπιφέρουσιν αὐτό· νυνὶ
17. δὲ, τῆς γὰρ τούτων ἐμπληξίας ἐστὶν οἰκεῖον, ἀπὸ τῆς Ἀσκληπιάδου
18. γεγεννημένον ὑποθέσεως, ὥσπερ καὶ τἄλλα αὐτῶν
1. δόγματα δίκαιοι δήπουθεν εἰσὶ τοὺς ἰδίους ὀνείρους ἐξηγεῖσθαι·
2. ὅθεν συγκρίνεσθαι τὰ σώματα καὶ διακρίνεσθαι
3. τοῖς ὄγκους καὶ πόρους ὑποθεμένοις, ἢ ἄτομα καὶ κενὸν,
4. ἢ ὅλως ἀπαθῆ καὶ ἀναλλοίωτα τὰ πρῶτα στοιχεῖα, μόνοις
5. ἐγχωρεῖ λέγειν, ὥσπερ οὖν καὶ λέγουσι καὶ συνεχῶς αὐτοῖς
6. χρῶνται τοῖς ὀνόμασι. καὶ δῆτα καὶ ὁ Θεσσαλὸς ἐν τῷ κανόνι
7. ταύτας κατασκευάζων τὰς ἀρχὰς νεωτεροποιεῖ μέν τε
8. κᾀκεῖ παρὰ τὰ Θεμίσωνί τε καὶ Ἀσκληπιάδῃ δοκοῦντα· διδάσκει
9. δ’ οὖν ὅμως τὴν ἑαυτοῦ γνώμην οὐκ ἀσαφῶς. οὐ
10. γὰρ ἁπλῶς ὡς Ἀσκληπιάδης ἐν συμμετρίᾳ μέν τινι πόρων
11. τὸ ὑγιαίνειν ἡμᾶς ὑποθέμενος, ἐν ἀμετρίᾳ δὲ τὸ νοσεῖν, ἐπάνοδον
12. εἶναι τὴν θεραπείαν εἰς τὴν ἀρχαίαν συμμετρίαν τῶν
13. πόρων ὑπέλαβεν, οὕτω καὶ ὁ Θεσσαλὸς, ἀλλὰ τὸν τρόπον
14. τῆς ποροποιΐας ὅλον ὑπαλλάττεσθαι νομίζει, κᾀκ ταύτης
15. τῆς ὑπολήψεως ἥκει τὸ μετασυγκρίσεως ὄνομα, ταὐτὸν δηλοῦν
16. δυνάμει τῷ τῆς μεταποροποιήσεως. οὐκ ἐχρῆν δ’ αὐτὸν
17. ἐν οἷς ἀποχωρεῖν τῶν ἀδήλων κελεύει καὶ μόναις προσέχειν
18. τὸν νοῦν ταῖς ἐναργῶς φαινομέναις κοινότησιν, ἐν τούτοις
1. ἔτι δογματικοῖς χρῆσθαι τοῖς ὀνόμασιν. ἀλλὰ μὴ δογματικῶς
2. ἄκουε λέγοντος αὐτοῦ, φασὶν, ἀλλ’ ἀφελῶς· εἰώθασι γὰρ
3. οὕτως ἀντιλαμβάνεσθαί τινες τῶν ἀπ’ αὐτοῦ, πάλιν ἐφ’ ἕτερον
4. ἡμᾶς ἄγοντες ὄνομα τὴν ἀφέλειαν, ἣν οὐδ’ αὐτὴν ἐγὼ
5. γοῦν ἔχω νοῆσαι τί δηλοῖ. εἰ μὲν γὰρ ὡς αὐτοὶ καὶ τοῦτ’
6. ἐξηγοῦνται, πάλιν εἰς ἕτερον ὄνομα μεταλαμβάνοντες ληρωδέστερον
7. τὸ βιωτικῶς, εἶτ’ αὖθις καὶ τοῦτ’ ἐξηγούμενοι φασὶ
8. δηλοῦσθαι πρὸς αὐτοῦ τὸ τοῖς πολλοῖς τῶν ἀνθρώπων
9. ὡσαύτως, ἴσον ἂν εἴη δήπου τὸ ἀφελῶς τῷ μὴ διηρθρωμένως
10. μηδ’ ἀκριβῶς, ἀλλ’ ἀτέχνως τε καὶ χωρὶς ἐπιστήμης
11. ἁπάσης· φθέγγονται μὲν γὰρ οἱ προπετέστεροι τῶν ἀνθρώπων
12. ὀνόματα τεχνικὰ μετά τινων ὑπονοιῶν οὐδὲν ἐχουσῶν
13. ἔρεισμα, τοῖς δ’ ἐρωτήσασιν ὅ τι ποτὲ δηλοῦσιν οὐκ ἔχουσιν
14. ἀποκρίνασθαι σαφῶς. εἰ δὲ τοῦθ’ ὁμολογοῦσι καὶ οἱ
15. Θεσσάλειοι πεπονθέναι, φθέγγεσθαι μέν τινα, μὴ γινώσκειν
16. δ’ ἀκριβῶς ἃ λέγουσιν, αὐτὸ δήπου προσίενται τὸ πρὸς ἡμῶν
17. αὐτοῖς ὀνειδιζόμενον. ἡ γοῦν μετασύγκρισις εἰ μὲν ἐπὶ τοῦ τὴν
1. ποροποιίαν ἐναλλάττεσθαι λέγοιτο, νοῦν μὲν ἕξει τινὰ καὶ
2. δηλώσει τι πρᾶγμα, ληρώδης δ’ ἔσται πολυειδῶς. οὔτε γὰρ
3. ἐξ ὄγκων καὶ πόρων τὰ σώματα ἡμῶν συνέστηκεν οὔτ’ εἰ
4. καὶ τοῦτ’ ἀληθὲς ἦν, ἔχει τις δεῖξαι πῶς ἐξαλλάττει τὸ νᾶπυ
5. τὴν ποροποιίαν, οὔτ’ εἰ καὶ τοῦτ’ εἶχέ τις δεῖξαι, κατὰ τὴν
6. ἀκολουθίαν ἦν τῆς αἱρέσεως αὐτῶν, ἀρκεῖσθαι φασκόντων
7. ταῖς φαινομέναις κοινότησι. μὴ τοίνυν μηδὲ χρήσθωσαν
8. τῷ ὀνόματι, μηδὲ πράγμαθ’ ἡμῖν παρεχέτωσαν· ἔνεστι γὰρ
9. δήπου καὶ χωρὶς τοῦ χρήσασθαι τῷ τῆς μετασυγκρίσεως ὀνόματι
10. τὴν θεραπείαν εἰπεῖν τῶν χρονιζόντων ἑλκῶν ἑτέροις
11. ὀνόμασιν, ὥσπερ καὶ οἱ ἐμπειρικοὶ ποιοῦσιν. ὅτι δὲ καὶ ἡ
12. τῆς ἀτονίας προσηγορία κατὰ τὸν αὐτὸν τρόπον αὐτοῖς φλυαρεῖται
13. δέδεικται πρόσθεν ἐν τῷ δευτέρῳ λόγῳ. εἰ μὲν γὰρ
14. ὡς ἐμπειρικοὶ προσφέρονται τοὔνομα, πλέον οὐδὲν δηλοῦσι
15. τοῦ μὴ σώζεσθαι τὴν ἐνέργειαν· εἰ δέ τινας ὑποτίθενται δυνάμεις
16. τὸ ζῶον διοικεῖν, οἵας ἡμεῖς τε λέγομεν ἅπαντές τε
17. σχεδὸν οἱ παλαιοὶ, πρὸς τῷ τοῖς Ἀσκληπιάδου δόγμασιν
18. ἐναντία τίθεσθαι καὶ τῶν ἀδήλων τε καὶ διαπεφωνημένων
1. ἐφάψονται, καίτοι φεύγειν ταῦτα παρακελευόμενοι. τί λέγεις
2. ὦ ἄνθρωπε; τὸ μετασυγκρίνειν ἀποσαφήνισον ἡμῖν. εἰ μὲν
3. γὰρ τὸ τοὺς πόρους ὑπαλλάττειν, καὶ ψεύδῃ καὶ τῶν ἀδήλων
4. ἐφάπτῃ· εἰ δ’ αὐτὸ τοῦτο τὸ ῥώννυσθαί τε καὶ ὑγιάζεσθαι
5. τὸ μόριον τοῦ σώματος, ἢ τὸν ἄνθρωπον ὅλον, οὐδὲν ἂν
6. πλέον ἐνταῦθα τῶν ἐμπειρικῶν ἀποφαίνῃ, πλὴν ὀνόματος.
7. γιγνώσκουσι γὰρ δήπου κᾀκεῖνοι τῶνδέ τινων προσαγομένων
8. τῶν βοηθημάτων ὑγιάζεσθαι τὸν ἄνθρωπον, ἀλλὰ τί
9. ποιούντων αὐτῶν οὐκ ἴσασιν. οὔτε γὰρ εἰ τοὺς πόρους
10. ὑπαλλάττουσιν αἱ δυνάμεις τῶν βοηθημάτων, οὔτ’ εἰ συμμετρίαν
11. αὐτοῖς ἐκπορίζουσιν, οὔτ’ εἰ σύμπαν ἀλλοιοῦσι κατὰ
12. ποιότητα τὸ θεραπευόμενον μόριον, ἔχει τις εἰπεῖν τῶν ἐμπειρικῶν.
13. ἐκεῖνοι μὲν οὖν σωφρονοῦσιν, ἓν μόνον ἐπίστασθαι
14. λέγοντες, ὡς τῷ τοιῷδε νοσήματι κατὰ τόνδε τὸν καιρὸν
15. προσφερομένου τοῦ διὰ νάπυος φαρμάκου, πολλάκις ἐτήρησαν
16. ὠφέλειαν ἀκολουθοῦσαν. οὐ μὴν μεθόδους γε φθέγγονται
17. καὶ τὰς ὀφρῦς ἀνατείνουσι καὶ σεμνύνονται τῇ τοιαύτῃ γνώσει
18. καὶ τοῖς παλαιοῖς λοιδοροῦνται καὶ τὸν Ἱπποκράτην τὸ
1. μηδὲν ὑπειλήφασιν, ἀλλ’ αὐτὸν τοὐναντίον ἐπαινοῦσί τε
2. καὶ σχεδὸν ἅπαντά φασιν ἀληθεύειν αὐτόν, ὁ δὲ καὶ τούτου
3. καὶ τῶν ἄλλων ἰατρῶν ἁπάντων καταφρονήσας Θεσσαλὸς
4. ἕλκους κοκοήθους ἐμπειρικὴν ἀναγράφων διδασκαλίαν οὐκ
5. αἰσθάνεται· καίτοι γ’ εἰ καὶ τοῦτο δεόντως ἐποίησεν, ἦν ἄν,
6. τι πλέον ἐξειργασμένος· ἀλλὰ γὰρ οὐδὲ τοῦτο ποιεῖν ἔοικεν,
7. ὑπαλλάττων τὴν τάξιν τῶν βοηθημάτων καὶ πρότερον χρώμενος
8. τῷ τοῦ πεπονθότος μέρους, πρὶν ἂν τὸ σύμπαν σῶμα
9. παρασκευάσαι. τοῦτο γὰρ ὑπερβολὴν ἀμαθίας ἔχει· μόνον
10. γοῦν σχεδόν τι τοῖς ἰατροῖς ἅπασιν ὡμολόγηται καίτοί γε
11. τῶν πλείστων διαπεφωνημένων, τὸ πᾶν σῶμα κενὸν καὶ ἀπέριττον
12. ἐργάζεσθαι, πρὶν ὁτιοῦν μόριον ἰσχυροῖς ὑποβάλλειν
13. βοηθήμασιν. εἴτε γὰρ τῇ πείρᾳ κρίνειν ἐθέλει τις ἂν, εἶτε
14. καὶ τῷ λογισμῷ, τρίτον γὰρ οὐδὲν ἕτερον κριτήριον οὔτε
15. κατ’ ἄλλην τέχνην οὔτε καθ’ ὅλον τὸν βίον ἔχομεν, εὑρήσει
16. μέγιστον κακὸν ὑπάρχον, ὅταν τοῦ παντὸς σώματος ἐπικουρίας
17. δεομένου, πρὶν ἐκείνου προνοήσασθαι, τῷ πεπονθότι
18. μορίῳ προσφέρει τις ὁτιοῦν δριμὺ καὶ θερμὸν φάρμακον·
1. ἕλκει γὰρ ἐφ’ ἑαυτὸ δίκην σικύας ἐξ ὅλου τοῦ σώματος τὰ
2. περιττώματα καὶ στηρίζει δυσλύτως κατὰ τὸ πεπονθὸς μέρος.
3. ἄξιον οὖν ἐρέσθαι τοὺς Θεσσαλείους, πόθεν ἐπῆλθε τῷ Θεσσαλῷ
4. τοιαῦτα φλυαρεῖν ὑπὲρ ἑλκῶν κακοηθῶν ἰάσεως· οὔτε
5. γὰρ ἐμπειρικὸς οὐδεὶς τῶν πρόσθεν οὔτε λογικὸς ἀνὴρ οὕτως
6. ἔγραψεν· ἀλλὰ μὴν οὐδ’ αὐτὸς ὁ Θεσσαλὸς, οὐδὲ τῶν ἀπ’
7. αὐτοῦ τις τολμήσειεν εἰπεῖν ἢ τῇ πείρᾳ συμφωνεῖν ἢ τῷ
8. λογισμῷ τὴν τοιαύτην τάξιν τῶν βοηθημάτων. οὐ μὴν οὐδὲ
9. δεῖξαι δύνανται, πῶς ὁ χρόνος, οὐχ ἡ διάθεσις ἐνδείκνυται·
10. καὶ τὸ τούτου μεῖζόν ἐστι, πῶς αὐτὸς ὁ Θεσσαλὸς, ἀξιῶν
11. σκέπτεσθαι τί τὸ ἐμποδίζον ἐστὶ τὴν συνούλωσιν τῶν ἑλκῶν,
12. καὶ τοῦτ’ ἐκκόπτειν, οὐχὶ τελέως ἐστὶν ἀναίσθητος;
13. ἅμα μὲν οὐκ εἰδὼς ὡς τοῦτ’ ἀρκεῖ μόνον, ἡ χρονιότης
14. δὲ τῶν ἑλκῶν οὐδέν ἐστι πρὸς ἔπος, ἅμα δὲ ὡς οὐκ ἐφ’
15. ἑλκῶν μόνον, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων νοσημάτων
16. τοῦτο ποιητέον ἐστὶν, ὡς οἱ παλαιοὶ παραινοῦσιν. ἀλλὰ
17. πρὸς ταῦτα μὲν ἡμῖν οὐδὲν ἀποκρίνονται· παρακοὰς δὲ ἑκάστοτε
18. λέγοντες ὡς δῆθεν ἀκριβῶς μεμαθηκότες ἢ τὴν Ἱπποκράτους,
1. ἢ τὴν ἄλλου τινὸς τῶν παλαιῶν γνώμην, ὀρθῶς
2. φασι τὸν Θεσσαλὸν ἀποφῄνασθαι χρονίων ἑλκῶν εἶναί τινα
3. κοινότητα μίαν. οὕτω γοῦν καὶ Ἱπποκράτην γινώσκειν ἐν τῷ
4. περὶ ἑλκῶν ὧδέ πως γράψαντα· καὶ ἀπὸ τῶν πεπαλαιωμένων
5. ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν πυκινὰ, ὅπως ἂν
6. δοκέῃ καιρὸς εἶναι. τάχα οὖν ἄμεινον ἂν εἴη, καίτοι μὴ προῃρημένον
7. με περὶ τῆς Ἱπποκράτους γνώμης ἐνταυθοῖ διέρχεσθαι,
8. δηλῶσαί τι κᾂν διὰ κεφαλαίων ὑπὲρ αὐτῆς· εἴη δ’
9. ἂν οὐδὲν ἧττον καὶ τῆς τῶν παλαιῶν διανοίας ἐξήγησις ὅδε
10. ὁ λόγος. ἐκεῖνοι γὰρ οἱ ἄνδρες, ἅτε μήπω δουλεύοντες αἱρέσει
11. δογμάτων, ἀλλὰ καθαρᾷ καὶ ἁπλῇ τῇ διανοίᾳ σπουδάζοντες
12. ἐξευρίσκειν τι χρηστὸν εἰς τὰς ἰάσεις, ἔμελλον δήπου
13. τὰ μὲν ἐκ τῆς πείρας εὑρήσειν, τὰ δὲ ἐκ τοῦ λόγου· καὶ γράψειν
14. γε τὰ εὑρημένα πολλαχόθι μὲν χωρὶς τοῦ προσθεῖναι
15. τὸν τρόπον τῆς εὑρέσεως, ἐνίοτε δὲ καὶ σὺν τούτῳ· καὶ τοῦτό
16. γε ποιήσειν αὐτὸ τῆς ὠφελείας ἕνεκα τῶν ἀναγινωσκόντων·
17. εἰ μὲν γὰρ εἰς τὴν ἐπιδέξιον χρῆσιν τῶν εὑρημένων ἤλπιζόν
18. τι συντελέσειν τοῖς ἔπειτα τὸν τρόπον τῆς εὑρέσεως γνωσθέντα,
1. τηνικαῦτα μὲν ἀκριβῶς ἔγραφον· εἰ δὲ μὴ, περιττόν τε λέγειν
2. ἡγοῦντο καὶ παρέλειπον. ὅτι γὰρ εἴ πέρ τι καὶ ἄλλο, καὶ ἡ
3. βραχυλογία τοῖς παλαιοῖς ἐτετίμητο, πάντες ἤδη τοῦτο γινώσκουσι
4. κᾂν ἐγὼ μὴ λέγω· καὶ διά γε ταύτην τὴν αἰτίαν οὐχ
5. Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι παλαιοὶ τὸ μέσον
6. ὑπερβαίνοντες ἐνίοτε τῷ πρώτῳ τὸ τρίτον συνάπτουσιν. εἰ
7. γὰρ σημεῖον μὲν εἴη τὸ πρῶτον τοῦ δευτέρου, τούτῳ δ’ ἐξ
8. ἀνάγκης ἕποιτο τὸ τρίτον, οὕτως ἐπιφέρουσι τῷ πρώτῳ τὸ
9. τρίτον ὑπερβαίνοντες τὸ δεύτερον. ἔδειξα δὲ πολλάκις τοιαῦτα
10. τούς τ’ ἄλλους παλαιοὺς καὶ μάλιστα πάντων τὸν Ἱπποκράτην
11. γράψαντα, καὶ χρὴ τὸν βουλόμενον ἐθάδα γενέσθαι
12. παλαιᾶς ἐρμηνείας ἐν ἐκείνοις γυμνάσασθαι. νυνὶ δ’ αὐτὸ
13. τὸ προβεβλημένον ἐξηγήσομαι μόνον.

Cliquer un n° de page pour en afficher l’image