Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 4.5, ed. Kühn, 1825, vol. 10, p. 275-286. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:4.5

14. Ὅσα γὰρ τῶν ἑλκῶν, ἁπάντων ὀρθῶς καὶ
15. δεόντως γιγνομένων ὅμως οὐ θεραπεύεται, καλεῖται μὲν ὑπὸ
16. τῶν ἰατρῶν κακοήθη, χρονίζει δὲ πάντως ὅταν τὴν ὡς ἑλκῶν
17. μόνην αὐτοῖς τις ἐπάγει θεραπείαν. ἥτις δ’ ἐστὶ τῶν ἑλκῶν
18. ὡς ἑλκῶν ἴασις ἐν τῷ πρὸ τούτου λόγῳ διώρισται. ταῦτα
1. γοῦν τὰ ἕλκη καὶ κακοήθη καὶ πεπαλαιωμένα καὶ χρονίζοντα
2. καλοῦσιν, ἀδιαφόρως χρώμενοι τοῖς ὀνόμασιν ἐπ’ αὐτῶν. καὶ
3. δὴ καὶ πρὸς τὸ διαγνῶναι τὴν διάθεσιν, ὅτι κακοήθης, ἅμα
4. τοῖς ἄλλοις γνωρίσμασι καὶ τὸ χρονίζειν αὐτὰ πάντων τῶν
5. δεόντων γιγνομένων ἔχει τινὰ μοῖραν. οὐ μὴν τοῦτό γε αὐτὸ
6. χρονίζειν ἢ χρόνια καλεῖσθαί τε καὶ εἶναι, τὴν προσήκουσαν
7. ἐνδείκνυται θεραπείαν· ἀλλ’ ἐκ μὲν τούτου τὸ μοχθηρῶς
8. διακεῖσθαι τὸ ἡλκωμένον μόριον ἔνεστι συλλογίσασθαι·
9. τούτου δ’ εὑρεθέντος εὐπορῆσαι τῆς θεραπείας. πῶς καὶ
10. τίνα τρόπον; εἰ μὲν μόνα τὰ περιέχοντα μόρια τὴν ἕλκωσιν
11. οὕτως εἴη διακείμενα, ταῦτ’ ἐξιασάμενον· εἰ δὲ σύμπαν τὸ
12. σῶμα κακοχυμίας τινὸς εὑρίσκοιτο μεστὸν, ἐκείνην ἐκκενώσαντα.
13. σημεῖον μὲν οὖν τῆς κακοχυμίας. τὸ χρονίζειν. τὰ
14. ἕλκη· τοῦ συμφέροντος δ’ ἡ εὕρεσις, οὐκ ἐκ τοῦ χρονίζειν,
15. ἀλλ’ ἐκ τῆς κακοχυμίας. ὥστ’ εἶναι τρία ταῦτ’ ἐφεξῆς ἀλλήλων,
16. τὸ σημεῖον, τὴν διάθεσιν, τὴν θεραπείαν· σημεῖον μὲν
17. τὸ χρονίζειν· διάθεσιν δὲ τὴν κακοχυμίαν· θεραπείαν δὲ τὴν
18. ταύτης κένωσίν. καὶ κατὰ τοῦτο πολλάκις τοὺς παλαιοὺς
1. ὑπερβαίνοντας τὸ μέσον ἐπὶ τὸ τρίτον εὐθέως ἀπὸ τοῦ πρώτου
2. παραγίνεσθαι, ὥσπερ καὶ Ἱπποκράτης ἐποίησεν εἰπών·
3. καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκῶν ξυμφέρει αἷμα ποιέειν
4. πυκινὰ, ὅπως ἂν δοκέῃ καιρὸς εἶναι· οὐ τῆς παλαιότητος
5. δήπουθεν ἐνδειξαμένης τὴν θεραπείαν, ἀλλὰ τῆς μοχθηρίας
6. τοῦ αἵματος. ἐπιφέρων γοῦν αὐτὸς ἐρεῖ· κωλύει γὰρ μάλιστα
7. μὲν τὰ τοιαῦτα ἕλκεα ὑγιαίνεσθαι, ἔπειτα δὲ καὶ τἄλλα
8. σύμπαντα αἵματος σηπεδὼν, καὶ ὅ τι ἐξ αἵματος μεταστάσιος
9. γεγένηται. καὶ δὴ καὶ μετ’ ὀλίγον αὖθις ὑπὲρ τῶν μὴ συνιόντων
10. εἰς οὐλὴν ἑλκῶν διεξιὼν, οὐδ’ ἢν, φησὶ, τὰ περιέχοντα
11. τοῦ ἕλκεος μελανθῇ αἵματος σηπεδόνι, ἢ καὶ κιρσοῦ παρέχοντος
12. τὴν ἐπιῤῥοὴν, οὐδὲ ταῦτα ἐθέλει συνιέναι, ἢν μὴ τὰ
13. περιέχοντα τοῦ ἕλκεος ὑγιέα ποιήσῃς. εἶτα καὶ περὶ τῶν κιρσῶν
14. τῆς ἰάσεως γράφει. καὶ πρὸς τούτοις ἔτι καθάρσεως
15. μέμνηται τοῦ σύμπαντος σώματος ἐπί τε ἄλλοις τισὶ τρώμασι
16. καὶ οἷς σφακελίσαι κίνδυνος, ἕρπησί τε καὶ πᾶσι τοῖς
17. ἐσθιομένοισιν· οὕτω δ’ ὀνομάζειν εἴωθε τὰ ἀναβιβρωσκόμενα.
18. καὶ μὲν δὴ κᾀν τοῖς ἐφεξῆς πάλιν ὧδέ πώς φησιν· ἐπὶ παντὶ
1. ἕλκει, ἐρυσιπέλατος ἐπιγενομένου, κάθαρσιν ποιέεσθαι παντὸς
2. τοῦ σώματος. καὶ ὅλως εἰ θελήσαις ἐπιμελῶς διελθεῖν τὸ
3. περὶ τῶν ἑλκῶν βιβλίον, εὑρήσεις αὐτὸν ἀεὶ μὲν ἀπὸ τῶν
4. διαθέσεων τὴν ἔνδειξιν λαμβάνοντα· προσχρώμενον δέ ποτε
5. τῷ χρόνῳ πρὸς τὴν τῆς διαθέσεως διάγνωσιν. ὅτι δ’ οὕτω
6. ταῦτ’ ἔχει μάθοις ἂν ἐκ πρώτης μὲν ἀρχῆς τοῦ συγγράμματος,
7. ἐχούσης ὧδε· ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν πλὴν οἴνῳ· ὅτι
8. πολλάκις ἑτέρα διάθεσις ἐπιπλακεῖσα τῷ ἕλκει κωλύει τὴν
9. ὡς ἕλκους προσφέρεσθαι θεραπείαν. καὶ τὴν αἰτίαν διδάσκων
10. φησί τὸ γὰρ ξηρὸν τοῦ ὑγιέος ἐγγυτέρω ἐστὶ, τὸ δ’
11. ὑγρὸν τοῦ μὴ ὑγιέος. εἶθ’ ἑξῆς τὸ γὰρ ἕλκος ὑγρόν ἐστι· τὸ
12. δὲ ὑγιὲς ξηρόν ἐστι. καὶ διὰ τοῦτο καθ’ ὅλον τὸ σύγγραμμα
13. τῆς θεραπείας τῶν ἑλκῶν ἁπάσης σκοπὸν ποιησάμενος τὸ
14. ξηραίνειν, οὕτως ἤδη τὰ κατὰ μέρος ἐξευρίσκει, σὺν τῷ καὶ
15. πολλάκις ἀναμιμνήσκειν ἡμᾶς τοῦ σκοποῦ. ἔν τε γὰρ τῷ γράψαι,
16. τῶν δὲ ἑλκέων ὅ τι μὲν ἂν ὀξεῖ βέλει ἢ διατμηθῇ, ἢ
17. διακοπῇ, ἐνδέχεται καὶ ἔναιμον φάρμακον τὸ κωλῦον διαπύειν
18. καὶ ἀναξηραῖνον· γίνεται γὰρ ἀποῤῥέοντος τοῦ αἵματος ξηρότερον.
1. καὶ πάλιν· ὁκοῖα δ’ ἂν καθαρθέντα καλῶς καὶ ἐς
2. τὸ δέον ἀεὶ ἐπὶ τὸ ξηρότερον θεραπεύεται, πλὴν εἰ θλασθῇ.
3. καὶ πάλιν, ὅ τι δ’ ἂν μὴ δύνηται προσθεῖναι, ἡ σὰρξ ὑγρὴ
4. ἐοῦσα αἰτίη ἐστίν· ἐν τοῖς τοιούτοις ἅπασιν ἀναμιμνήσκει
5. τοῦ πρώτου σκοποῦ τῶν ἑλκῶν τῆς ἰάσεως. ἕλκους γὰρ ᾗ
6. ἕλκος ἐστὶν ἴαμα τὸ ξηραίνεσθαι μετρίως· εἴρηται δ’ ἡ
7. ἀπόδειξις ἐν τῷ πρὸ τούτου βιβλίῳ. τοῦ μέντοι μεθ’ ἑτέρας
8. διαθέσεως ἧς πρώτης χρὴ ποιήσασθαι τὴν ἐπιμέλειαν,
9. οὐκ ἔθ’ ὡς ἕλκους ἐστὶν ἡ θεραπεία μόνου, ἀλλὰ πρώτη μὲν
10. ἐκείνης τῆς διαθέσεως, ἐφεξῆς δὲ τοῦ ἕλκους· εἴτε γὰρ φλεγμονή
11. τις, εἴτε μελανότης, εἴτ’ ἐκχύμωσις, εἴτ’ ἐρυσίπελας,
12. εἴτ’ οἴδημα περὶ τὴν ἡλκωμένην συσταίη σάρκα, πρώτης
13. ἐκείνης χρὴ ποιεῖσθαι τὴν θεραπείαν. ἀλλ’ ὅτι γε τὸ ἕλκος
14. ἐν τούτῳ τῷ χρόνῳ μὴ ὅτι θεραπεύεται προσηκόντως, ἀλλὰ
15. καὶ πολὺ μεῖζον ἑαυτοῦ γίνεται, παντί που δῆλον· εἴτε γὰρ
16. θλασθείη τὰ πέριξ χωρία τοῦ ἕλκους, εἴτε φλεγμονή τις, εἴτ’
17. ὄγκος ἕτερος ἐν αὐτοῖς συσταίη, τὴν οἰκείαν ἐκείνης τῆς διαθέσεως
18. ἴασιν ἐξευρήσομεν, εὖ εἰδότες ὡς οὐχ οἷόν τ’ ἐστὶν
1. ἰαθῆναι τὸ ἕλκος πρὶν ὑγιᾶναι τὸ χωρίον ἐν ᾧ συνέστη. διὰ
2. τοῦτ’ οὖν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἀναμιμνήσκων ἡμᾶς ὧν
3. εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος ἀπεφήνατο, τά τ’ ἄλλα τὰ
4. μικρῷ πρόσθεν εἰρημένα προσέγραψε καὶ μέντοι καὶ τάδε·
5. τῶν δ’ ἑλκέων ὅ τι μὲν ἂν ὀξεῖ βέλει ἢ διατμηθῇ, ἢ διακοπῇ,
6. ἐνδέχεται καὶ ἔναιμον φάρμακον τὸ κωλῦον διαπύειν καὶ
7. ἀναξηραῖνον. εἴ τις δ’ ὑπὸ τοῦ βέλους ἐθλάσθη τε καὶ διεκόπη
8. σὰρξ, ταύτην ἰατρεύειν, ὅπως διάπυος ὡς τάχιστα γένηται·
9. ἧττόν τε γὰρ φλεγμαίνει καὶ ἀνάγκη τὰς σάρκας τὰς
10. θλασθείσας καὶ κοπείσας καὶ σαπείσας καὶ πῦον γεννωμένας
11. ἐκτακῆναι, ἔπειτα βλαστάνειν νέας σάρκας. δηλοῖ γὰρ
12. ἐν τούτῳ τῷ λόγῳ σαφῶς ὡς μόνας ἐκείνας τῶν ἐν τοῖς
13. ἡλκωμένοις μέρεσι γινομένων διαθέσεων οὐ χρὴ ξηραίνειν ἐφ’
14. ὧν ὅ τι τάχιστα γεννῆσαι βουλόμεθα πῦον, εὐθὺς συνεμφαίνων
15. ὅτι μετὰ σήψεώς τινος γεννᾶται τὸ πῦον. ἅπαντα δὲ
16. τὰ σηπόμενα θερμῷ καὶ ὑγρῷ τοῦτο πάσχει. καὶ τοίνυν καὶ
17. τὰ διὰ τῆς ὠμηλύσεως καταπλάσματα θερμαίνοντά τε καὶ
18. ὑγραίνοντα προσφέρομεν ἐπὶ πασῶν τῶν ἐκπυῆσαι δεομένων
1. διαθέσεων. ὠμήλυσις γὰρ δι’ ὑδρελαίου καὶ ἄρτος δι’ ὑδρελαίου
2. καὶ καταιόνησις δι’ ὕδατος θερμοῦ πολλοῦ καὶ ἡ τετραφάρμακος
3. δύναμις, ἅπαντά τε τὰ θερμαίνοντα καὶ ὑγραίνοντα
4. διαπύϊσκει τάχιστα. διὰ τοῦτο καὶ τοῖς φλεγμαίνουσι
5. μορίοις, ἐπειδὰν ἤδη σφύζῃ σφοδρότερον, ὡς ἀπελπισθῆναι
6. τὴν χωρὶς διαπυήσεως ἴασιν, ἐπ’ αὐτῶν ἅπαντες οἱ παλαιοὶ
7. τὰ τοιαῦτα προσφέρουσι φάρμακα, πρότερον δ’ οὔ. καὶ
8. τοῦτο καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐναργῶς ἡμᾶς διδάσκει κατά
9. τε τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ κελεύει τὰ μὲν χωρὶς τοῦ;
10. τεθλάσθαι τετρωμένα μόρια ξηραίνειν ὡς μάλιστα, τὰ δ’
11. ἅμα θλάσει τινὶ γεγενημένα διαπυΐσκειν ὡς τάχιστα. καὶ μέντοι
12. κᾀπειδὰν εἴπῃ, τὰ δὲ ἕλκεα ὅσα μὴ καλῶς καθαρθέντα
13. ἐς τὸ δέον, ἀεὶ πρότερον ἄρξεται βλαστάνειν, ταῦτα ὑπερσαρκέει
14. μάλιστα· ὁκοῖα δ’ ἂν καθαρθέντα καλῶς καὶ ἐς τὸ
15. δέον ἀεὶ, ἐπὶ τὸ ξηρότερον θεραπεύεται, πλὴν εἰ θλασθῇ,
16. ταῦτα οὐχ ὑπερσαρκέει ὡς ἐπιπολύ. καὶ γὰρ καὶ ἐνταῦθα τὸ
17. πλὴν εἰ θλασθῇ προσκείμενον, ἀναμιμνήσκει τοῦ κατὰ τὴν
1. προγεγραμμένην λέξιν εἰρημένου, τοῦ χρῆναι πάντα ξηραίνεσθαι
2. πλὴν τῶν θλασθέντων. οὐδὲ γὰρ ὁπότε τὰ φλεγμαίνοντα
3. καταπλάσσεται θερμαίνοντι καὶ ὑγραίνοντι καταπλάσματι,
4. κατὰ πρῶτον λόγον γίνεται τοῦτο· τοῦτ’ ἔστιν οὐχ
5. ὡς ἴαμα τῆς διαθέσεως, ἀλλ’ ὡς παρηγορία τοῦ συμπτώματος·
6. ἐπεί τοι τὰ τῶν φλεγμονῶν αὐτῶν ἰάματα τῆς ξηροτέρας
7. ἐστὶ δυνάμεως. ἄκουσον γοῦν λέγοντος τοῦ Ἱπποκράτους,
8. καταπλάσματα οἰδημάτων καὶ φλεγμασίης τῆς ἐν τοῖς περιέχουσιν,
9. εἰ ἑφθῇ φλόμος, καὶ τῆς τριφύλλου τὰ φύλλα ὠμὰ
10. καὶ τοῦ ἐπιπέτρου τὰ φύλλα ἑφθὰ καὶ τὸ πόλιον ἅπαντα
11. γὰρ ταῦτα ξηραίνειν πέφυκε, καθότι κᾀν τοῖς περὶ φαρμάκων
12. ὑπομνήμασιν ἐλέγετο. καὶ ἡ σύντομος θεραπεία τῶν φλεγμαινόντων
13. μορίων, διὰ τῶν τοιούτων ἐπιτελεῖται φαρμάκων,
14. ἃ ἤτοι τελέως ἐξιᾶται τὴν διάθεσιν· ἢ εἰ καὶ καταλείπει τι
15. βραχὺ διαπυΐσκον, ἑτέρου χρῄζει φαρμάκου δριμέος ἐκκενοῦν
16. δυναμένου τὸ πῦον· ἢ εἴπερ λεπτὸν εἴη τὸ περιέχον
17. δέρμα καὶ θᾶττον ἀπαλλάξαι τὸν κάμνοντα βουλόμεθα, τομῆς
18. ἐστι χρεία. ἡ δὲ διὰ τῆς ὠμηλύσεως ἀγωγὴ τῶν φλεγμαινόντων
1. ἐκ τοῦ παρηγορικοῦ τρόπου τῆς τέχνης ἐστίν, οὐ τοῦ
2. θεραπευτικοῦ τε καὶ ἀγωνιστικοῦ· ἀλλὰ περὶ μὲν τῆς τῶν
3. τοιούτων διαφορᾶς ἐν τοῖς ἑξῆς πλέον ἐροῦμεν. ὅτι δὲ τὰ
4. ἕλκη πάντα ξηραίνειν ὁ Ἱπποκράτης κελεύει καὶ ὅτι τὸν σκοπὸν
5. εἶναι τῆς ἰάσεως ἀπεφήνατο τῆς διαθέσεως ἐνδειξαμένης,
6. οὐ τοῦ χρόνου, σαφῶς ἤδη μοι δεδεῖχθαι νομίζω. εἰ δέ τις.
7. ἐπὶ μᾶλλον πεισθῆναι βούλεται, τῷ περὶ τῶν ἑλκῶν βιβλίῳ
8. τἀνδρὸς ἐπιπλέον ὁμιλησάτω πάντα, γνώσεται γὰρ ἐναργῶς
9. αὐτό τε τοῦτο τὸ μίαν εἶναι πάντων ἑλκῶν ἴασιν καθόλου.
10. τὴν ὑφ’ ἡμῶν ἐν τῷ πρὸ τούτου λόγῳ δεδειγμένην, ἔτι τε,
11. πρὸς τούτῳ κᾀκεῖνο μαθήσεται, τὸ μηδεμίαν ὑπάρχειν ἔνδειξιν
12. ἀπὸ τοῦ χρόνου μήτ’ ἐπὶ τῶν ἑλκῶν μήτ’ ἐπὶ τῶν
13. φλεγμονῶν μήθ’ ἁπλῶς ἐπ’ ἄλλης ἡστινοσοῦν διαθέσεως.
14. ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, ἐπιδεῖξαι δίκαιον.
15. ὡς οὐ μόνον ὧν ἄρτι διεληλύθαμεν εὑρετὴς ὁ Ἱπποκράτης
16. ἐστὶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅσα χρὴ γινώσκειν
17. τὸν μέλλοντα καλῶς ἕλκος ἰάσασθαι. φαίνεται γὰρ οὐ μόνον
18. τῶν ἄνευ τινὸς ἑτέρας διαθέσεως ἑλκῶν ἐξευρὼν τὴν ἴασιν,
1. ὡς ἐν τῷ ξηραίνειν ἐστὶν, ἀλλὰ καὶ τῶν διαθέσεων ἁπασῶν,
2. ἑκάστης ἰδίᾳ κατ’ εἶδος. ἤτοι γὰρ οὐκέτ’ ἐπιῤῥεῖ τῷ δεδεγμένῳ
3. τὴν ἕλκωσιν μορίῳ μοχθηρὸς χυμὸς, ἢ ἐπιῤῥεῖ· μηκέτι μὲν οὖν
4. ἐπιῤῥέοντος, αὐτὸ μόνον ἰᾶσθαι χρὴ τὸ πεπονθός· εἰ μὲν
5. ἤτοι πελιδνὸν, ἢ μέλαν, ἢ ἐρυθρὸν εἴη, σχάζοντάς τε καὶ
6. τοῦ αἵματος ἀφαιροῦντας· εἶθ’ οὕτως παραχρῆμα μὲν ἐπιθέντας,
7. ὡς αὐτὸς ἔλεγε, σπόγγον ξηρότερον μᾶλλον ἢ ὑγρότερον·
8. οὐ γὰρ ἀγνοήσειν οἶμαί τινα τὸ ἢ μόριον ἀποφάσεως
9. ἔχον ἐνταῦθα δύναμιν, ὡς εἰ καὶ οὕτως εἶπε, ξηρότερον,
10. οὐχ ὑγρότερον· ἔπειτα δὲ τοῖς ξηραίνουσι φαρμάκοις χρωμένους,
11. εἶτ’ εἰ πάλιν δεήσειεν, αὖθις αἵματος ἀφαιροῦντας·
12. εἶτ’ αὖθις τὰ τοιαῦτα ποιοῦντας ἄχρις ἂν ἐξυγιασθῇ τελέως·
13. εἰ δὲ τὰ χείλη σκληρὰ καὶ τυλώδη φαίνοιντο, περιτέμνοντας
14. αὐτά. καὶ γὰρ δὴ καὶ περὶ τούτων φησί· τῶν δ’ ἑλκέων τὰ
15. κυκλοτερῆ ἢν ὑπόκοιλα ᾖ, ἐν κύκλῳ περιτέμνειν χρὴ τὰ ἀφεστῶτα,
16. ἢ πάντα, ἢ τὰ ἡμίσεα τοῦ κύκλου, κατὰ μῆκος τοῦ
17. ἀνθρώπου. γέγραφε δὲ καὶ περὶ τῶν ἅμα τοῖς ἕλκεσιν ὄγκων
1. ἁπάντων, ὡς χρὴ θεραπεύειν, ἕκαστον· ὡσαύτως δὲ καὶ περὶ
2. τῶν κιρσῶν· ὅταν καὶ διὰ τούτους ἕλκη δυσίατα γίγνηται,
3. δῆλον ὡς ἐπιῤῥέοντός τινος ἐξ αὐτῶν τοῖς ἡλκωμένοις μορίοις.
4. οὕτως δὲ κᾀπειδὰν ἐξ ὅλου τοῦ σώματος ἡ ἐπιῤῥοὴ γίγνηται,
5. καθαίρειν κελεύει τὸ πᾶν ἐν οὐδενὶ τούτων ἀπὸ τοῦ
6. χρόνου τὴν ἔνδειξιν. λαμβάνων; ἐπεί τοι καὶ γελοῖον ἀπὸ
7. μιᾶς κοινότητος ἐνδείξεις οὕτω πολλὰς καὶ διαφερούσας καὶ
8. πολλάκις ἐναντίας γίγνεσθαι. εἰ γὰρ καὶ συγχωρήσαιμεν ἔνδειξίν
9. τινα περὶ τοῦ χρόνου λαμβάνεσθαι, τίς ποτέ ἐστιν
10. αὐτὴ δίκαιον εἰπεῖν, αὐτὴν ἑνὶ κεφαλαίῳ περιλαβόντα, καθάπερ
11. ἐπὶ τῶν ἄλλων ἁπάντων ποιοῦμεν οὐχ ἡμεῖς μόνον,
12. ἀλλὰ καὶ αὐτὸς ὁ Θεσσαλός. ἓν γοῦν ἐνδείκνυται καθόλου
13. τὸ στεγνὸν πάθος αὐτῷ τὸ χαλᾷν ὥσπερ γε καὶ τὸ ῥοῶδες
14. ἓν ἕτερον τὸ στέλλειν. ἀλλὰ καὶ κατ’ αὐτὰ τὰ ἕλκη τὸ μὲν
15. ῥυπαρὸν καθαίρεσθαι δεῖται, τὸ δὲ κοῖλον πληροῦσθαι· καὶ
16. τὸ μὲν ὁμαλὲς ἐπουλοῦσθαι, τὸ δὲ ὑπερσαρκοῦν καθαιρεῖσθαι,
17. καὶ κατ’ αὐτὸν ἐκεῖνον· λεξάτω τοίνυν ἡμῖν οὕτω
1. κᾀπὶ τοῦ κεχρονισμένου τι τοιοῦτον ἕτερον ἓν, ὡς ἐπ’ ἐκείνων
2. ἑκάστου· ἀλλ’ οὐκ ἔχει· καὶ γὰρ καὶ περιτέμνειν
3. αὐτά φησι χρῆναι. καίτοι τίς ἂν ἔνδειξις αὕτη νοῦν ἔχουσα
4. περὶ τοῦ χρόνου γίγνοιτο; καὶ τῷ διὰ τοῦ νάπυος χρῆσθαι
5. φαρμάκῳ, καθ’ οὗ τὸ κενὸν ὄνομα φθέγγεται, τὴν μετασύγκρισιν·
6. ἔτι τε πρὸς τούτοις, τοῖς ἀπὸ ῥαφανίδων ἐμέτοις·
7. καὶ τελευτῶν ἐπειδὰν μηκέθ’ εὑρίσκῃ μηδὲν, ἐλλεβόρῳ; ἀλλὰ
8. ταῦτα μὲν, ὡς ἔφην, κᾀν τοῖς ἑξῆς ἐπὶ πλέον εἰρήσεται, δεικνύντων
9. ἡμῶν ὡς οὐδὲν ἐπ’ οὐδενὸς νοσήματος ὁ χρόνος
10. ἐνδείκνυται, σημεῖον μέντοι πολλάκις γίγνεται τῆς
11. διαθέσεως.

Cliquer un n° de page pour en afficher l’image