Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 4.6, ed. Kühn, 1825, vol. 10, p. 286-295. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:4.6

12. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὸν Ἱπποκράτην·
13. θαυμάζω γὰρ τῆς ἀκριβείας τὸν ἄνδρα κᾀν τοῖς ἄλλοις ἅπασιν,
14. οὐχ ἥκιστα δὲ κᾀν τῷ μὴ παραλιπεῖν εἰς ἔνδειξιν διαφέροντα
15. σκοπὸν οὐκ ἐφ’ ἑνὸς μόνον ἢ δυοῖν, ἀλλ’ ἐπὶ πάντων
16. ἁπλῶς τῶν νοσημάτων. ἔστι δ’ οὗτος ὁ ἀπὸ τῆς ἰσχύος τῆς
17. διαθέσεως λαμβανόμενος· οὐ μόνον οἱ μεθοδικοὶ παρεῖδον,
18. οὐδὲν γὰρ τοῦτό γε θαυμαστὸν, ἀλλὰ καὶ τῶν λογικῶν οἱ
1. πλεῖστοι· καὶ καθ’ ἕτερον τρόπον ἅπαντες οἱ ἐμπειρικοί.
2. ἐπειδὰν γὰρ ἐπὶ τῇ πληθωρικῇ καλουμένῃ συνδρομῇ κένωσιν
3. ἑαυτοῖς τετηρῆσθαι λέγωσιν, ἄντικρυς ὁμολογοῦσιν, ὡς εἰς
4. οὐδὲν ἄλλο τῶν περὶ τὸν κάμνοντα γιγνομένων ἀποβλέποντες,
5. ἐπὶ τὸ κενοῦν παραγίγνονται. καὶ οὐ τοῦτό φημι διότι καὶ
6. αἱ καθάρσεις κενώσεις εἰσὶν, οὐδ’ αὗται πρὸς τῆς πληθωρικῆς
7. διδασκόμεναι συνδρομῆς, ἀλλ’ ὅτι καὶ τὴν φλεβοτομίαν
8. αὐτὴν ἐνίοτε, καίτοι μὴ παρούσης τῆς πληθωρικῆς συνδρομῆς,
9. δίκαιόν ἐστι παραλαμβάνειν. εἰ γὰρ ἰσχυρὸν εἴη τὸ νόσημα
10. καὶ ῥώμη δυνάμεως, οὐκ ἔστιν ὅστις οὐκ ἂν φλεβοτομήσειε
11. τῶν ὡμιληκότων τοῖς ἔργοις τῆς τέχνης. αὐτοὺς γοῦν ὁρῶμεν
12. τοὺς ἐμπειρικοὺς, ἐπειδὰν ἐκ καταπτώσεώς τινος ἢ ἄλλης
13. πληγῆς θλασθῇ μέρη τινὰ τοῦ σώματος ἰσχυρῶς, ἐπὶ τὴν φλεβοτομίαν
14. ἐρχομένους· καίτοι μικρὸν ἔμπροσθεν ὑγιαίνεν ἐκεῖνος,
15. μηδεμίαν ἔχων πληθωρικὴν συνδρομήν. ᾧ δῆλον ὡς οὐχ οὗτός
16. ἐστιν ὁ σκοπὸς τῆς φλεβοτομίας, ἀλλ’ ἥ-τε τοῦ νοσήματος
17. ἰσχὺς καὶ ἡ ῥώμη τῆς. δυνάμεως, ἀφωρισμένων τοῦ λόγου τῶν
18. παιδίων. καὶ γὰρ αὖ καὶ καθ’ ἕτερον τρόπον, εἴ τις ὑγιαίνων
1. ἔτι καὶ μηδὲν μηδέπω βεβλαμμένος ἐν τῇ πληθωρικῇ γένοιτο
2. συνδρομῇ, τοῦτον οὐκ ἀνάγκη φλεβοτομεῖν· ἀλλ’ ἀρκεῖ τῷ
3. μὲν ἀσιτία, τῷ δὲ ὀλιγοσιτία, τῷ δ’ ὑπαγωγὴ γαστρὸς, ἢ κάθαρσις,
4. ἢ πλείω λουτρά· τῷ δέ τινι καὶ γυμνάσιον ἤρκεσε
5. μόνον ἢ τρίψις πολλή· φλεβοτομία δ’ οὐκ ἐξ ἀνάγκης, οὐδ’
6. ὑπ’ αὐτῶν τῶν ἐμπειρικῶν τοῖς οὕτως ἔχουσι προσάγεται.
7. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ἡ κάθαρσις ἐπὶ μόνῳ πλήθει
8. χυμῶν μοχθηρῶν δεόντως παραλαμβάνεται· ἀλλ’ ὥσπερ
9. ἡ φλεβοτομία διά τε πλῆθος αἵματος καὶ ἰσχυρὰν νόσον, οὕτω
10. καὶ ἡ κάθαρσις διά τε πλῆθος ἑτέρου τινὸς χυμοῦ καὶ ἰσχὺν
11. νοσήματος. περὶ μὲν τῆς φλεβοτομίας ἐν ἑτέρῳ τέ μοι διῄρηται
12. λόγῳ κᾀν τοῖς ἑξῆς εἰρήσεται· περὶ δὲ τῆς καθάρσεως
13. ἐν τῷδε τῷ λόγῳ δίειμι· χρῄζουσι γὰρ αὐτῆς οἱ κάμνοντες
14. οὐχ ὡς τὸ λυποῦν περίττωμά καθαιρούσης μόνον, ἀλλὰ
15. καὶ ὡς ἀντισπώσης τε καὶ κενούσης καὶ διὰ τοῦθ’ Ἱπποκράτης
16. ἔν τε τοῖς ἄλλοις ἅπασι συγγράμμασι κᾀν τῷ περὶ τῶν
17. ἑλκῶν ἐπισκοπεῖται καὶ τὴν ἰσχὺν τοῦ νοσήματος εἰς ἔνδειξιν
1. καθάρσεως. ὑποκάθαρσις γὰρ, φησὶ, τῆς κάτω κοιλίης ξυμφέρει
2. τοῖς πλείστοισι τῶν ἑλκέων καὶ ἐν τρώμασιν ἐν κεφαλῇ
3. ἐοῦσι καὶ ἐν κοιλίῃ καὶ ἐν ἄρθροισι καὶ ὅσα σφακελίσαι κίνδυνος
4. καὶ ὅσα ῥάπτεται καὶ τοῖς ἐσθιομένοισι καὶ ἕρπησι καὶ
5. τοῖσιν ἄλλοισι τοῖσι πεπαλαιωμένοισι τὰ ἕλκεα καὶ ὁκοῖα δ’
6. ἂν μέλλῃ τις. ἐπιδέειν, ὑποκαθαίρειν τὴν κάτω κοιλίην. ἐν
7. τούτῳ τῷ λόγῳ σαφῶς ἡμᾶς ἐδίδαξεν ὅτι τοῖς ἕλκεσιν ἅπασι
8. καὶ τοῖς τρώμασιν, ὅταν ἰσχυρὰ γένηται κάθαρσις, συμφέρει.
9. τριχῶς γὰρ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν ἄλλων παθῶν
10. ἁπάντων ἰσχυρῶν γιγνομένων, ἢ διὰ τὸ κύριον τοῦ πεπονθότος
11. μέρους, ἢ διὰ τὸ μέγεθος τῆς διαθέσεως, ἢ διὰ τὴν
12. κακοήθειαν, ἑκάστου τούτων ἰδία φαίνεται μεμνημένος, ὁ
13. Ἱπποκράτης ἐπὶ μὲν τῶν ἐν τῇ κεφαλῇ καὶ κοιλίᾳ τρωμάτων
14. τὸ κύριον ἐμφαίνων τοῦ τετρωμένου μορίου. κοιλίαν
15. δ’ ὅτι μὴ τὴν κάτω μόνην ἀκούειν νῦν χρὴ, ἀλλὰ καὶ τὴν
16. ἄνω, πρόδηλον οἶμαι παντί διαιρουμένου γὰρ τοῦ μεταξὺ
17. τραχήλου καὶ σκελῶν κύτους εἰς δύο μεγίστας κοιλότητας,
1. ἡ πρώτη μὲν ὑπὸ τοῦ θώρακος, ἡ δευτέρα δ’ ὑπὸ τοῦ περιτοναίου
2. περιέχεται. καὶ δὴ τῶν τρωμάτων ὅ τι ἂν εἴη εἴσω
3. τοῦ θώρακος, ἢ εἴσω τοῦ περιτοναίου διασχῇ, κίνδυνον οὐ
4. σμικρὸν ἐπιφέρει, καὶ μάλισθ’ ὅταν συντρώσῃ τι τῶν ἔνδον·
5. ἀλλὰ καὶ ὅτι ταχέως κακοήθη γίνεται πάντα τὰ ἐν τοῖς ἄρθροις
6. τρώματα, καὶ τοῦτο σχεδὸν ἅπαντες ἴσασιν, ἐκ μὲν τῆς
7. πείρας μόνης μεμαθηκότες οἱ ταύτῃ μόνῃ προσέχοντες τὸν
8. νοῦν, ἐκ δὲ τῆς φύσεως αὐτῶν τῶν τετρωμένων ὀργάνων
9. οἷς ἐσπουδάσθη φύσεως σώματος ἐπιστήμην ἔχειν. ὅπου
10. γὰρ τένοντες καὶ νεῦρα καὶ ἄσαρκα καὶ ὀστώδη χωρία. κίνδυνος
11. ἐνταῦθα καὶ ὀδυνηθῆναι καὶ ἀγρυπνῆσαι καὶ σπασθῆναι
12. καὶ παραφρονῆσαι· ταῦτά τε οὖν τὰ τρώματα καὶ
13. πρὸς τούτοις ὅσα ῥάπτεται, τουτέστιν ὅσα οὕτως ἐστὶ μεγάλα
14. ὡς ῥαφῆς χρῄζειν, ἢ εἰ μὴ ταύτης, ἀλλ’ ἐπιδέσεως
15. γοῦν, ὑποκαθαίρεσθαί δεῖται. λέλεκται δ’ ἐν τῷ πρόσθεν
16. λόγῳ διότι χρὴ τὰ μεγάλα τῶν ἑλκῶν ἢ ῥαφαῖς, ἢ ἐπιδέσεσι
17. συνάγεσθαι. καὶ μὲν δὴ καὶ ὅσα σφακελίσαι κίνδυνος,
18. ἐν μεγέθει δηλονότι φλεγμονῆς ἐστι. καὶ τοίνυν καὶ τὰ ἐσθιόμενα,
1. τουτέστι τὰ ἀναβιβρωσκόμενα, κακοήθη τε ἅμα καὶ
2. κακοχυμίας ἐστὶν ἔκγονα. καὶ οἳ ἕρπητες δ’ ἐπὶ χολώδει περιττώματι
3. συνίστανται· καὶ τὰ ἄλλᾳ σύμπαντα τὰ παλαιούμενα
4. κατά τινα τοιαύτην γίνεται πρόφασιν· ὥστ’ εὐλόγως
5. ἐπὶ πάντων τούτων ὑποκαθαίρειν συμβουλεύει. καὶ μὲν δὴ
6. καὶ προελθὼν ἔτι τάδε φησίν· ἐπὶ παντὶ ἕλκει ἐρυσιπέλατος
7. ἐπιγενομένου κάθαρσιν ποιέεσθαι τοῦ σώματος ἐφ’ ὁπότερα
8. ξυμφέρει τῷ ἕλκει, εἴτε ἄνω εἴτε κάτω· τούτου δ’ αὐτοῦ
9. πάλιν ἡμᾶς τὸν διορισμὸν ἐν τῷ περὶ χυμῶν ἐδίδαξεν, ἀντισπᾷν
10. μὲν κελεύων εἰς τἀναντία, παροχετεύειν δ’ εἰς τὰ
11. πλάγια· καὶ μὲν δὴ καὶ ὡς ἐπειδὰν μάλιστα ῥέπῃ, τότε ἀντισπαστέον·
12. εἴρηται καὶ περὶ τούτου κατ’ ἐκεῖνο τὸ βιβλίον.
13. ὥστε καὶ νῦν; εἰ μὲν ἔτι φέροιτο σφοδρῶς τὸ ῥεῦμα; διὰ
14. τῶν ἐναντίων ἀντισπάσομεν· ἄνω μὲν γενομένου τοῦ ἕλκους
15. κάτω καθαίροντες, εἰ δ’ ἐν τοῖς κάτω μέρεσι συσταίη, τὴν
16. ἄνω κοιλίαν κενοῦντες· ἤδη δὲ καὶ πεπαυμένου καὶ κατὰ τὸ
17. μόριον ἐστηριγμένου παροχετεύειν ἄμεινον· ἐγγυτέρω
18. γὰρ ἡ μετάληψις καὶ ἡ ὁρμὴ-καὶ ἡ ὁλκὴ τῷ καθαίροντι φαρμάκῳ
1. ῥᾴων ἐκ τοῦ πλησίον. ὅτι δ’ ὁ λόγος οὗτος ἤδη καὶ
2. ἄλλου τινὸς ἅπτεται τῶν τῆς τέχνης μερῶν, τοῦ περὶ τὴν
3. τῶν χυμῶν ἴασιν, οὐκ οἶμαί τινα λανθάνειν· ὅθεν κᾀν τοῖς
4. ἑξῆς αὐτὸν ἀναγκαῖον ἔσται πάλιν ἐπαναλαβεῖν καὶ τελειῶσαι
5. σύμπαντα. νυνὶ δ’ ὅτι τὴν ἰσχὺν τοῦ νοσήματος, ἣν εἰ καὶ
6. μέγεθός τις ὀνομάζειν ἐθέλει, σκοπόν ἐστι ποιητέον ἡμῖν
7. ἁφαιρέσεως αἵματος, ἢ καθάρσεως, καὶ ὡς Ἱπποκράτης
8. ἀπάντων πρῶτος ὧν ἴσμεν ἐξεῦρε τοῦτον τὸν σκοπὸν ἐπιδεῖξαι
9. βούλομαι. περὶ μὲν οὖν τῶν ἄλλων νοσημάτων ἐν τοῖς
10. ἑξῆς λόγοις ἐπιδείξω, περὶ δὲ τῶν ἑλκῶν ἐν τῷδε. τὰ μὲν
11. οὖν τῶν καθάρσεων ἤδη μοι λέλεκται. τριχῶς γὰρ ἑκάστου
12. νοσήματος ἰσχυροῦ γενομένου, διὰ τὸ κύριον τοῦ πεπονθότος
13. μορίου, διὰ τὸ μέγεθος τῆς διαθέσεως καὶ τρίτην τὴν
14. κακοήθειαν αὐτοῦ, ἁπάντων τούτων ἐμνημόνευσεν Ἱπποκράτης
15. ἐν τῷ τῆς καθάρσεως λόγῳ. τί δὴ οὖν, ἴσως φησί τις,
16. οὐχὶ καὶ φλεβοτομεῖν ἐνίοτε συμβουλεύει διὰ τὰς αὐτὰς προφάσεις;
17. ἐμοὶ γοῦν δοκεῖ καὶ τοῦτο κελεύειν, ἀλλὰ διὰ ταχέων
18. τε καὶ μετ’ ἀποδείξεως, ὡς αὐτῷ τε τούτῳ καὶ τοῖς
1. ἄλλοις παλαιοῖς ἦν ἔθος. εἴσῃ δὲ πρῶτον μὲν ἀναγνοὺς τήνδε
2. τὴν ῥῆσιν αὐτοῦ ἕλκει νεοτρώτῳ παντὶ, πλὴν ἐν κοιλίῃ,
3. συμφέρει ἐκ τοῦ τρώματος αἷμα ῥυῆναι αὐτίκα πλέον ἢ ἔλασσον·
4. φλεγμαίνει γὰρ ἧσσον αὐτὸ τὸ ἕλκος καὶ τὰ περιέχοντα.
5. μετὰ δὲ ταύτην ἐν τῷ περὶ ἑλκῶν γεγραμμένην ἀναμνησθεὶς
6. ὧν ἐν τοῖς ἄλλοις ἅπασι συγγράμμασι πολλάκις
7. ὑπέθετο, μιμητὴν ἀξιῶν εἶναι τὸν ἰατρὸν οὐ τῆς φύσεως
8. μόνον, ἀλλὰ κᾀκείνων ὅσα αὐτόματα ὠφελεῖ, σαφῶς ἂν ἤδη
9. τὴν γνώμην εἰδείης τοῦ παλαιοῦ περὶ τῆς τοῦ αἵματος ἀφαιρέσεως
10. ἐπὶ τῶν ἰσχυρῶν τραυμάτων· εἰ γὰρ δὴ συμφέρει μὲν
11. αἷμα ῥυῆναι τοῖς τοιούτοις, οὐκ ἐῤῥύη δὲ, τὸ λεῖπον αὐτὸν
12. χρὴ προστιθέναι· δηλοῖ δὲ τοῦτο κᾀξ αὐτῶν ὧν ἐπιφέρει,
13. συνάπτων γοῦν τῇ προειρημένῃ ῥήσει τήνδε φησί· καὶ ἀπὸ
14. τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν
15. πυκινὰ, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, καὶ ἀπ’ αὐτῶν τῶν
16. ἑλκέων καὶ ἀπὸ τῶν περιεχόντων τὸ ἕλκος. ἐπειδὴ γὰρ προειρήκει,
17. ἕλκει νεοτρώτῳ παντὶ ξυμφέρει αἷμα ῥυῆναι, γιγνώσκων
1. ὡς εἰ μὴ καὶ τῶν κεχρονισμένων μνημονεύσειεν, οἰήσεταί
2. τις ἐπὶ τῶν προσφάτων μόνων οὕτως αὐτὸν ἀποφήνασθαι,
3. διὰ τοῦτο δεόντως προσέθηκε τὸ καὶ ἀπὸ τῶν πεπαλαιωμένων
4. ἑλκέων ἀφαιρεῖν τοῦ αἵματος. ἀλλ’ εἴπερ ἐκεῖνο καθόλου
5. παρ’ αὐτοῦ μεμαθήκαμεν, ὡς ἀρχομένων μὲν τῶν ῥευμάτων
6. ἀντισπᾷν προσῆκεν, ἐστηριγμένων δὲ ἐν τῷ πεπονθότι
7. μορίῳ τὴν κένωσιν ἢ ἀπ’ αὐτοῦ ποιεῖσθαι τοῦ πεπονθότος
8. μορίου, ἢ ὅτι μάλιστα πλησιέστατα, πρόχειρον ἡμῖν καὶ νῦν
9. συλλογίσασθαι περὶ τῆς τοῦ αἵματος ἀφαιρέσεως, ὡς ἐν
10. ἀρχῇ μὲν πόῤῥωθεν ἐξ, ὑστέρου δ’ ἀπ’ αὐτῶν τῶν ἡλκωμένων
11. προσήκει ποιεῖσθαι. καὶ μὲν δὴ καὶ τούτοις αὐτοῖς οἷς
12. εἴρηκα προσθεὶς ὡς τὸν πλεονάζοντα χυμὸν ἐκκενοῦν ὁ
13. Ἱπποκράτης συμβουλεύει, ποτὲ μὲν ἐπὶ τὴν τοῦ αἵματος
14. ἀφαίρεσιν ἄξεις, ὅταν τοῦτο κρατῇ, ποτὲ δ’ ἤτοι ξανθῆς, ἢ
15. μελαίνης χολῆς, ἢ φλέγματος ἀγωγὸν δώσεις φάρμακον,
16. ἐκείνου μεμνημένος ἐν ἅπασι τούτοις, ὡς οὐκ ἔστιν ἕλκους
17. ᾖ ἕλκος οὐδεμία τῶν τοιούτων ἰάσεων, ἀλλ’ ἤτοι κακοχυμίας
18. συμπαρούσης, ἢ πλήθους, ἢ φλεγμονῆς, ἢ ἕρπητος, ἤ
1. τινος ἑτέρου τοιούτου· καὶ μὲν δὴ καὶ ὡς ἐνίοτε τῶν συμβεβηκότων
2. τι τοῖς ἕλκεσιν ἔνδειξιν ἰδίαν ποιεῖται, καθάπερ καὶ
3. τὸ μέγεθος. εἴρηται· δὲ καὶ περὶ αὐτῶν ἐν τῷ πρὸ τούτου
4. γράμματι, τὰς διαφορὰς τῶν ἑλκῶν ἁπάσας, ὁπόσαι τέ εἰσι καὶ
5. ὁποῖαι καὶ τίς ἐφ’ ἑκάστου αὐτῶν ἔνδειξις, ἐξηγησαμένου
6. μου. τὸ δ’ ἀπὸ τῆς ἰσχύος τοῦ νοσήματος ἔνδειξιν γίγνεσθαι
7. κενώσεως, ἐν ἐκείνῳ μὲν οὐκ εἶπον τῷ λόγῳ, διότι τε μακροτέρας
8. ἀποδείξεως ἐδεῖτο καὶ τὴν τοῦ ὅλου σώματος ἐπιμέλειαν
9. οὐ συνῆπτον ἐν αὐτῷ τοῖς ἕλκεσιν, ἐνταῦθα δὲ διεξῆλθον
10. ὅσον εἰς τὰ παρόντα χρήσιμον.

Cliquer un n° de page pour en afficher l’image