Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 4.7, ed. Kühn, 1825, vol. 10, p. 295-304. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:4.7

11. Ὁ γάρ τοι σύμπας λόγος ὑπὲρ τῆς τοιαύτης
12. ἐνδείξεως, ἣν ἀπὸ τῆς ἰσχύος φαμὲν τοῦ νοσήματος λαμβάνεσθαι
13. καὶ μετὰ ταῦθ’ ἡμᾶς ἀναμένει ῥηθῆναι, καθάπερ καὶ
14. ἡ ἀπὸ τῆς ἡλικίας, καὶ προσέτι καὶ ἡ ἀπὸ τῆς τῶν χυμῶν
15. ἰάσεως· οὕτω δὲ καὶ ἡ ἀπὸ τῶν πεπονθότων μορίων ἔνδειξις
16. εἰς τὴν θεραπείαν γιγνομένη, τελεώτερον ἐν τοῖς ἐξῆς ὑπομνήμασιν
17. ἀποδοθήσεται. νυνὶ μὲν γὰρ ὅσον ἀπὸ τῆς φύσεως
18. αὐτῶν, τουτέστι τῆς κράσεώς τε καὶ οὐσίας, οἷόν τ’ ἐστὶν
1. εἰς τὰς ἰάσεις λαμβάνεσθαι λέλεκται μόνον· ἡ δ’ ἀπὸ τῆς
2. θέσεώς τε καὶ διαπλάσεως, ἔτι τε χρείας, ἀναισθησίας τε καὶ
3. δυσαισθησίας ἔνδειξις οὐκ εἴρηται· λεγέσθω δὲ καὶ περὶ τούτων
4. ὅσον εἰς τὴν τῶν ἑλκῶν ἴασιν διαφέρει. τὸ μὲν οὖν
5. αἰσθητικὸν μόριον ἀνωδύνως ὅτι μάλιστα χρὴ πειρᾶσθαι
6. θεραπεύειν εἴρηται δ’ ἐν τοῖς περὶ φαρμάκων ἡ τῶν ἀνωδύνων
7. ὕλη. τὸ δὲ δυσαισθητότερον ἐγχωρεῖ καὶ διὰ τῶν σφοδροτέρων,
8. εἰ ἡ διάθεσις οὕτω κελεύει· καὶ μὲν δὴ καὶ τοῦ
9. μὲν κυρίου μορίου τὸν τόνον χρὴ φυλάττειν, ὡς ἐπὶ πλέον
10. ἐν τοῖς περὶ φλεγμονῆς λογισμοῖς ἀποδείξομεν· εἰ δέ τι μὴ
11. τοιοῦτον, ἐγχωρεῖ τοῦτο καὶ τὴν χαλαστικὴν ἀγωγὴν τῆς θεραπείας
12. ἀλύπως δέχεσθαι. ταυτὶ μὲν οὖν ἐν τοῖς ἐφεξῆς ἐπιπλέον
13. ἐροῦμεν, ἐν δὲ τῷ παρόντι λόγῳ τὴν ἀπὸ τῆς θέσεώς
14. τε καὶ διαπλάσεως τῶν μορίων ἔνδειξιν ἔτι προσθέντες, οὕτω
15. καταπαύσομεν καὶ τουτὶ τὸ τέταρτον βιβλίον. ἐντεῦθεν γοῦν
16. ἐπενοήθη τὸν μὲν κατὰ τὴν κοιλίαν ἡλκωμένον πίνειν τὰ
17. φάρμακα, τὸν δὲ κατὰ τὸν στόμαχον, οὐχ ἅπαξ οὐδ’ ἀθρόως
18. ὅλα προσφέρειν, ἀλλὰ κατὰ βραχύ τε καὶ συνεχῶς· ἐν γὰρ
1. τῷ παρέρχεσθαι καὶ ψαύειν ἡ ὠφέλεια τούτοις ἐστὶν, οὐκ
2. ἐν τῷ περιέρχεσθαι καὶ πλησιάζειν ἐπὶ πλείονα χρόνον, ὥσπερ
3. τῇ γαστρί. καὶ μὲν δὴ καὶ ὡς χρὴ παχύτερα προσφέρειν
4. ταῦτα καὶ γλίσχρα, παρὰ τῆς θέσεώς τε καὶ διαπλάσεως ἡ
5. ἔνδειξις. ἐπεὶ γὰρ δίοδός τις ὁ στόμαχός. ἐστι τῶν ἐσθιομένων
6. τε καὶ πινομένων, διὰ τοῦτο πάντων τῶν ἔχεσθαί τε καὶ
7. περιπήγνυσθαι καὶ προσκολλᾶσθαι δυναμένων ἐστὶ χρεία φαρμάκων,
8. οὐ τῶν ἀποκλύζεσθαι καὶ διαῤῥεῖν ἑτοίμως πεφυκότων.
9. περιπήγνυται μὲν οὖν παχέα, κολλᾶται δὲ τὰ γλίσχρα.
10. τὰ δ’ ἐν τοῖς παχέσιν ἐντέροις ἕλκη τῶν διὰ τῆς
11. ἕδρας ἐνιεμένων χρῄζει μᾶλλόν φαρμάκων ἐγγυτέρω γὰρ ταύτης
12. ἐστί· τὰ δ’ ἐν τοῖς λεπτοῖς ἀμφοτέρων· ποῤῥωτέρω γὰρ
13. ἤδη ταῦτ’ ἐστὶ καὶ μέσα τῇ θέσει τῶν ἄνωθέν τε λαμβανομένων
14. καὶ κάτωθεν ἐνιεμένων φαρμάκων. κοινὴ δ’ ἐπὶ πάντων
15. τῶν ἐντὸς μορίων ἔνδειξις αἱρεῖσθαι μὲν τὰ συνηθέστατα
16. τοῦ ζώου τῇ φύσει καὶ σιτία καὶ φάρμακα· φεύγειν δὲ καὶ
17. ἀποτρέπεσθαι τἀναντία· καίτοι γ’ ἐπὶ τῶν ἐκτὸς ἑλκῶν ἄλυπος
1. καὶ ἡ τῶν τοιούτων χρῆσις, ἰοῦ καὶ χαλκοῦ κεκαυμένου
2. καὶ λεπίδος χαλκοῦ καὶ καδμείας καὶ πομφόλυγος καὶ λιθαργύρου
3. καὶ ψιμμυθίου. ταῦτ’ οὖν καὶ τὰ τοιαῦτα μὴ προσφέρειν
4. τοῖς ἐντός. εἴρηται δὲ περὶ τῆς φύσεως αὐτῶν ἔν
5. τε τῷ τρίτῳ περὶ κράσεων κᾀν τοῖς περὶ φαρμάκων. αἱρεῖσθαι
6. δὲ καὶ τὰς τροφὰς, εἰ μὲν εἰς οὐλὴν ἀγαγεῖν, ἢ κολλῆσαι
7. βουλοίμεθα τὸ ἕλκος, αὐστηράς τε καὶ γλίσχρας καὶ ἀδήκτους·
8. εἰ δ’ ἀνακαθῆραι, ῥυπτούσας μετρίως. εἰς μὲν δὴ τοῦτο
9. πάντων ἄριστον μέλι ἄπεφθον, τὰ δ’ αὐστηρὰ πόματα καὶ
10. αἱ τοιαῦται τροφαὶ πρόδηλοι παντί. καλῶ δ’ αὐστηρὸν
11. ὅπερ καὶ στῦφον ὀνομάζεται, τὸ στρυφνὸν δὲ ἐπιτεταμένον
12. ἐστὶν αὐστηρόν. ὅσα δὲ φάρμακα λαμβάνεται τοῖς ἐντὸς
13. ἄλυπα γέγραπται μὲν ἐν τοῖς περὶ φαρμάκων, εἰρήσεται δὲ
14. καὶ νῦν ὁ τύπος αὐτῶν. ὑποκυστὶς δὴ βαλαύστιον καὶ κύτινοι
15. ῥοιῶν καὶ κηκὶς καὶ ῥοιᾶς λέμματα καὶ Σάμιος ἀστὴρ
16. καὶ Λημνία-σφραγὶς καὶ χυλὸς ῥοῦ καὶ ῥόδων, ἀκακία τε καὶ
17. τἄλλα ὅσα τοιαῦτα τοῖς ἐντὸς ἕλκεσιν ἀρήγοντα, βλάβην δ’
1. οὐδεμίαν ἐργάζεται περὶ τὰ σπλάγχνα. διδόναι δ’ αὐτὰ διά
2. τινος τῶν στυφόντων ἀφεψήματος, ἢ μήλων κυδωνίων, ἢ
3. σχίνου, ἢ βάτου ἀκρεμόνων, ἢ ἀμπέλων, ἢ μύρτων, ἢ καὶ
4. δι’ οἴνου τινὸς τῶν αὐστηρῶν. εὔδηλος δὲ ἡ τοῦ οἴνου χρῆσις,
5. ὡς πεφυλάχθαι χρὴ τὸν καιρὸν τῶν φλεγμονῶν· ἄλλως
6. δ’ οὐδὲν κωλύει διδόναι. εὔδηλον δὲ ὡς καὶ ἀναλαμβάνειν
7. χρὴ τὰ τοιαῦτα φάρμακα, παρασκευάζοντα διά τε τῶν εἰρημένων
8. ὑγρῶν καὶ προσέτι τραγακάνθης τε καὶ κόμμεως ἐπιμιγνύντα
9. καὶ μάλιστα τοῖς ἐν στομάχῳ προσάξειν μέλλοντα.
10. καὶ μὲν δὴ καὶ ἀνακογχυλίζεσθαι μὲν τοῖς κατὰ τὴν φάρυγγα
11. καὶ τὰ παρίσθμια προσφέροντα κελεύειν χρὴ, κατέχειν δ’
12. ὕπτιον ἐπὶ πλεῖστον ἐν τῷ στόματι χαλαροὺς ἐργασάμενον
13. ἅπαντας τοὺς τῇδε μῦς, ἐπὶ τῶν κατὰ τὴν ἀρτηρίαν ἑλκῶν·
14. παραῥῥεῖ γὰρ οὕτως ἀτρέμα καὶ κατὰ βραχὺ, σαφῶς καὶ
15. αἰσθητῶς εἰς αὐτὴν τὴν ἀρτηρίαν τοῦ φαρμάκου· καὶ γὰρ
16. κᾀν τῷ κατὰ φύσιν ἔχειν εὖ εἰδέναι χρὴ παρηθούμενον οὐκ
17. ὀλίγον ἐνταῦθα τοῦ πόματος. ἀλλ’ ὥσπερ ὑγιαινόντων, οὕτω
1. καὶ νοσούντων φυλάττεσθαι χρὴ τὸ πλέον, ὡς βηχῶν κινητικόν.
2. ἄχρι μὲν γὰρ ἂν ἐν κύκλῳ παρὰ τὸν χιτῶνα τῆς ἀρτηρίας
3. ὡσπερεὶ παρὰ τοῖχον ὕδωρ φέρηται τὸ ὑγρὸν, οὐκ
4. ἐργάσεται βῆχα, τὸ δ’ εἰς τὰς ὁδοὺς μέσας τοῦ πνεύματος
5. ἐμπῖπτον εὐθὺς βηχώδεις ἀποτελεῖ. ταῦτά γε οὖν ἀπὸ τῆς
6. θέσεως καὶ διαπλάσεως τῶν μορίων εἴληπται πάντα· καὶ πρὸς
7. τούτοις ἔτι τὸ συμμιγῆναι μέλιτος ἅπασι τοῖς πρὸς τὰς
8. ἑλκώσεις φαρμάκοις ἐπὶ τὸν κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα·
9. μόνα γὰρ εἴπερ ἐπὶ τούτων αὐστηρὰ προσφέροις φάρμακα,
10. χρονίζει κατὰ τὴν γαστέρα. τῆς οὖν ἀναδόσεως αὐτῶν
11. ὄργανον ὑπάρχει τὸ μέλι καὶ ἔστιν οἷον ὄχημά τι ταχείας φορᾶς,
12. ἅμα τῷ μηδὲ βλάπτειν ἕλκη. κατὰ δὲ τὸν αὐτὸν λόγον
13. αὐτό τε τὸ μέλι καὶ τῶν οὔρησιν κινούντων τινὰ μίγνυσθαι
14. χρὴ τοῖς τῶν ἑλκῶν φαρμάκοις, ἐπειδὰν τὰ κατὰ τὴν κύστιν
15. καὶ τοὺς νεφροὺς ᾖ πεπονθότα. τὸ δὲ καὶ τὰς διαγνώσεις
16. τῶν ἡλκωμένων μορίων, ἀπό τε τῆς οὐσίας αὐτῶν καὶ τῆς
17. ἐνεργείας καὶ χρείας γίγνεσθαι καὶ τῆς θέσεώς τε καὶ διαπλάσεως,
18. εὔδηλον μὲν οἶμαι, κᾂν ἐγὼ μὴ λέγω, δείκνυται δ’
1. αὐτάρκως κᾀν ταῖς περὶ τῶν πεπονθότων τόπων διαγνώσεσιν·
2. ἀλλ’ οὐ πρόκειται νῦν περὶ ἐκείνων λέγειν· αὖθις οὖν
3. ἐπὶ τὴν θεραπευτικὴν μέθοδον ἐπάνειμι. φημὶ δὴ καὶ ταῦτα
4. καὶ ἄλλα πολλὰ τὴν τῶν μορίων ἐνδείκνυσθαι θέσιν τε καὶ
5. διάπλασιν· ἐπιδῆσαι γὰρ τὸ ἡλκωμένον μόριον οὐκ ἐγχωρεῖ
6. καλῶς ἄνευ τοῦ λαβεῖν τὴν ἔνδειξιν ἢ ἐκ τῆς διαπλάσεως,
7. ἢ ἐκ τῆς θέσεως, ἢ ἐκ συναμφοτέρων· ἐνιέναι τε τὸν αὐλίσκον
8. τοῦ κλυστῆρος εἰς τὴν ἕδραν ἐπιτηδείως οὐχ οἷόν τε χωρὶς
9. τῆς τοιαύτης ἐνδείξεως. καὶ μὴν καὶ διὰ τοῦ καυλοῦ
10. φάρμακον ἐνιέναι πολλάκις εἰς τὴν κύστιν. ἀναγκαῖόν ἐστι.
11. περὶ μὲν γὰρ τοῦ καθετῆρος οὐδὲν δέομαι λέγειν, ὡς οὐχ
12. οἷόν τέ ἐστι καλῶς. χρήσασθαι αὐτῷ χωρὶς τοῦ καὶ θέσιν
13. ἀκριβῶς ἐπίστασθαι καὶ διάπλασιν ὅλης τῆς κύστεως. ἐν μὲν
14. δὴ τοῖς τοιούτοις ἅπασι πρόδηλον ὡς οὐκ ὀλίγον εἰς τὴν
15. ὅλην θεραπείαν ὁ πεπονθὼς τόπος συνενδείκνυται. ἐπὶ δὲ
16. τῶν καλουμένων ῥηγμάτων, πλέονες ἐνδείξεις φαίνονται συντρέχειν
17. εἰς ταὐτό καὶ γὰρ καὶ ἡ ἀπὸ τῆς θέσεως ὀρθῶς ἂν
18. ἐξετάζοντο· διότι γὰρ ἐν βάθει τοῦ σώματός ἐστι καὶ κατακέκρυπται,
1. διὰ τοῦτο καὶ τῆς θεραπείας ἐξηλλαγμένης παρὰ
2. τὰ φαινόμενα δεήσεται. διότι δὲ σὺν ἐκχυμώσει μὲν πάντως,
3. ἐνίοτε δὲ καὶ σὺν περιθλάσει τῆς ἐῤῥωγυίας σαρκὸς ἀποτελεῖται,
4. διὰ τοῦτο πλείους ἰάσεις ἐνδείξεται· ἀεὶ γὰρ τῷ πλήθει
5. τῶν διαθέσεων οἱ πρῶτοι σκοποὶ τῶν ἰάσεων ἰσάριθμοι.
6. λεχθήσεται μὲν οὖν ἐπὶ πλέον ἐν τοῖς περὶ τῆς φλεγμονῆς λογισμοῖς
7. ὡς ἰσχυροτέρων δεῖται φαρμάκων ἅπαντα τὰ διὰ
8. βάθος πεπονηκότα σώματα τῶν ἐπιπολῆς ἀῤῥωστούντων.
9. δῆλον δ’ οἶμαι καὶ νῦν ἤδη τό γε τοσοῦτον, ὡς ἐκλύεσθαι
10. τὴν δύναμιν ἀναγκαῖόν ἐστι τῶν ἐπιτιθεμένων ἔξωθεν φαρμάκων,
11. ὅταν ἐν τῷ βάθει κατακεκρυμμένον ᾖ τὸ δεόμενον τῆς
12. ἀπ’ αὐτῶν ὠφελείας· ἐπιτείνειν οὖν αὐτὴν εἰς τοσοῦτον προσήκει
13. εἰς ὅσον ἐκλύεσθαι μέλλει κατὰ τὴν εἰς τὸ βάθος ὁδόν.
14. αἱ δ’ ἐκχυμώσεις ἅπασαι τὸν σκοπὸν τῆς ἰάσεως κένωσιν
15. ἕξουσιν· ὥστε θερμαινόντων αὐταῖς καὶ μετρίως ξηραινόντων
16. ἐστὶ χρεία φαρμάκων. ὅσα γὰρ ἰσχυρῶς ξηραίνει, διαφορεῖ
17. μὲν εὐθὺς κατ’ ἀρχὰς ἐπιδηλότερον τῶν ἀσθενεστέρων, ἀπολείπει
18. δέ τι λείψανον τῆς. διαθέσεως· σκιῤῥῶδες καὶ δυσίατον.
1. εἰρήσεται μὲν οὖν κᾀν τοῖς ἑξῆς περὶ τούτων ἀκριβέστερον,
2. ἀλλὰ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρήσιμον αὐτάρκως λέλεκται.
3. τά τε γὰρ ὑγραίνοντα καὶ θερμαίνοντα, φάρμακα καὶ
4. ταῦτα δὴ τὰ συνήθως ἅπασιν ὀνομαζόμενα χαλαστικὰ καὶ
5. τούτων ὅσα βραχὺ μὲν πρὸς τὸ ξηρότερον ἀποκεχώρηκεν,
6. οὔπω δὲ σαφῶς οὐδ’ ἐναργῶς ἐστι συντατικὰ, τῶν ἐκχυμωμάτων
7. ἁπάντων ἐστὶν ἰάματα. χρὴ δὲ δηλονότι καὶ, ταῦτα τοῖς τῷ
8. ἐν βάθει τοῦ σώματος ῥήγμασι συνεπιτείνεσθαί τε τῇ δυνάμει
9. καὶ δριμύτερα προσφέρεσθαι καὶ τμητικώτερα καὶ τὸ σύμπαν
10. εἰπεῖν ἐνεργέστερα τοσοῦτον εἰς ὅσον τοῦ δέρματος
11. ἀποκεχώρηκε πρὸς τὸ βάθος ἡ ἐκχύμωσις. ἐκ τῶν τοιούτων
12. εἴη ἂν καὶ ἡ τῆς σικύας χρῆσις ὠφέλιμος ὄργανον δὲ καὶ αὕτη
13. τοῖς ἰατροῖς ἐξεύρηται βιαίας ὁλκῆς. ἐπειδὰν μέντοι διαφορηθῇ
14. τὸ σύμπαν ἐκχύμωμα, ξηραίνειν ἤδη σφοδρότερον ἐγχωρεῖ
15. τὸ ῥῆγμα καὶ συνάγειν ἐπιδέσει καὶ τὸ σύμπαν εἰπεῖν
16. ἅπαντα πράττειν ὑπὲρ τοῦ συμφῦναι τὸ ἕλκος. εἰ μὲν οὖν
17. ἐν τάχει διαφορηθείη τὸ ἐκχύμωμα, προσίεται ῥᾳδίως τὴν
18. σύμφυσιν ἡ ἐῤῥωγνῖα σάρξ· εἰ δ’ ἐν χρόνῳ πλείονι διαφοροῖτο
1. ῥύπος ἀξιόλογον ὑποτρεφόμενον ἐν τῷ μεταξὺ τῶν χειλῶν
2. ἵσταται τοῦ ἕλκους· ὥστ’ οὐκέθ’ οἷόν τε συμφῦναι τῷ ῥήγματι.
3. καὶ διὰ τοῦτο πᾶν ὁτιοῦν αἴτιον ὑπομιμνήσκει ταῦτα
4. καὶ γὰρ ῥιγώσαντες καὶ ἀπεπλήσαντες καὶ πυρέξαντες καὶ
5. σφοδρότερον ἐνεργήσαντες τοῖς τοιούτοις μορίοις εὐθέως ἀλγοῦσιν·
6. οὐ γὰρ συνέφυ τὰ χείλη τοῦ ῥήγματος, ἀλλὰ παράκειται
7. μόνον· ὥστε μικρὰ πρόφασις ἀφίστησί τε ῥᾳδίως ἀπ’
8. ἀλλήλων αὐτὰ καὶ τὴν μεταξὺ χώραν ἐμπίπλησιν, ὑγρότητος
9. περιττῆς. καὶ τί γὰρ ἄλλο ἢ ἐκχύμωμα γίνεται συνεχῶς αὐτοῖς
10. ὅμοιον τῷ κατ’ ἀρχὰς, ἡνίκα τὸ πρότερον ἡ σὰρξ ἐῤῥάγη,
11. πλὴν ὅτι νῦν ἰχῶρός τινος μᾶλλον λεπτοῦ, κατ’ ἀρχὰς δ’
12. αἵματος ἦν τὸ ἐκχύμωμα; διὰ τοῦτο καὶ ῥᾷον νῦν ἡ κατ’ ἀρχὰς
13. διαφορεῖταί. ταῦτα μὲν οὖν εἴρηταί μοι πρός τε τὴν περὶ
14. τῶν ἑλκῶν λόγον ἀποχρήσοντα, καὶ ἤδη τέλος ἐπιτίθημι καὶ
15. τῷδε τετάρτῳ γράμματι.

Cliquer un n° de page pour en afficher l’image