ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ
ΒΙΒΛΙΟΝ Ε.
1. Τὴν τῶν ἑλκῶν ἴασιν ὡς ἄν τις ἄριστα
2. ποιοῖτο διὰ τῶν ἔμπροσθεν τοῦδε δυοῖν ὑπομνημάτων διερχόμενος,
3. καὶ τοὺς ἄλλους μὲν ἅπαντας ἰατροὺς ὅσοι χωρὶς τοῦ
4. ζητεῖσθαι τὰ στοιχεῖα τῶν ἁπλῶν ἐν ἡμῖν μορίων ἅπτονται
5. τῆς τέχνης οὐ δυναμένους οὐδὲν ἰάσασθαι μεθόδῳ, πάντων
6. δὲ μάλιστα τοὺς τὴν Θεσσαλοῦ πρεσβεύοντας αἵρεσιν; ἐπέδειξα.
7. οἱ μὲν γὰρ ἄλλοι τά γ’ ἐν τοῖς διαφέρουσι μέρεσιν ἕλκη
8. διαφόρως θεραπεύειν ἀξιοῦσιν ὑπὸ τῆς πείρας δεδιδαγμένοι·
9. τοῖς δ’ ἀπὸ τοῦ Θεσσαλοῦ διὰ τὸ περιττὸν τῆς σοφίας ἅπαν
1. ἕλκος ὁμοίας δοκεῖ δεῖσθαι θεραπείας, ἐν ὅτῳπερ ἂν ᾖ μέρει
2. τοῦ ζώου γεγονός· εἰ μὲν γὰρ εἴη κοῖλον, ἀναπληρώσεως αὐτό
3. φασι χρῄζειν· εἰ δ’ ὁμαλὲς, ἐπουλώσεως· εἰ δ’ ὑπερσαρκοῦν,
4. καθαιρέσεως· εἰ δ’ ἔναιμόν τε καὶ πρόσφατον κολλήσεως·
5. ὥσπερ τῷ ταῦτα γινώσκειν, ἀκόλουθον ἐξ ἀνάγκης τὸ θεραπεύειν
6. ὀρθῶς, ἀλλ’ οὐχὶ κοινὸν μὲν τοῦτο καὶ πρὸς τοὺς
7. ἰδιώτας ὑπάρχον, οὐδεὶς οὖν ἀγνοεῖ τῶν ῥηθέντων οὐδέν.
8. οὐ μὴν οὔθ’ ὡς χρὴ σαρκῶσαι τὸ κοῖλον οὔθ’ ὡς ἐπουλῶσαι
9. τὸ πεπληρωμένον, ἢ καταστεῖλαι τὸ ὑπεραυξανόμενον, ἢ
10. συμφῦσαι τὸ καθαρόν τε καὶ μὴ κοῖλον ἐπίστανται· μόνον
11. γὰρ, οἶμαι, τῶν ἰατρῶν τὰ τοιαῦτα τῶν ἔργων ἐστὶν ἤτοι γ’
12. ἐκ λόγου τινὸς, ἢ ἐξ ἐμπειρίας, ἢ ἐκ συναμφοτέρου τὴν
13. εὕρεσιν ἔχοντα. πάλιν οὖν ἀναλαβόντες ἐν κεφαλαίοις, ὑπὲρ
14. αὐτῶν διεξέλθωμεν ἕνεκα τοῦ συνάψαι τὴν ἀρχὴν τῶν μελλόντων
15. λεχθήσεσθαι τῇ τελευτῇ τῶν φθανόντων εἰρῆσθαι.
16. πᾶν ἕλκος ἐδείχθη ξηραινόντων χρῄζειν φαρμάκων· ἀλλὰ τὸ
17. μὲν κοῖλον ἧττόν τε τῶν ἄλλων καὶ πρὸς τῷ μετρίως ξηραίνειν
1. τὸ ῥύπτειν ἐχόντων, τὸ δὲ τῆς ἑνώσεως τῶν χειλῶν
2. δεόμενον, οἶα τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἐστιν ἔναιμα,
3. τῶν τε μᾶλλον ἔτι ξηραινόντων καὶ χωρὶς τοῦ ῥύπτειν
4. ἀτρέμα στυφόντων· ἔτι δὲ μᾶλλον ὅσα τῶν ἑλκῶν
5. εἰς οὐλὴν ἀχθῆναι δεῖται, ξηραινόντων τε χρῄζει φαρμάκων
6. καὶ στυφόντων οὐκ ἀγεννῶς. εἰ δὲ ἡ σὰρξ αὐτῶν ὑπὲρ τὸ
7. κατὰ φύσιν ἀρθείη, δριμέων τε καὶ καθαιρετικῶν, ἅπερ ἐξ
8. ἀνάγκης εἶναι θερμὰ καὶ ξηρά. συμπτώματος δέ τινος ἑτέρου
9. προσγινομένου τοῖς ἕλκεσιν ἀπὸ τῆς ἐκείνου φύσεως
10. ὁ σκοπὸς τῆς ἰάσεως ἐλαμβάνετο· κᾀκ τούτου πάλιν ἡ τῶν
11. φαρμάκων δύναμις. εἰ μὲν γὰρ ῥύπος ἐπιτραφείη, τῶν ἀφαιρούντων
12. αὐτὸν εἶναι τὴν χρείαν· ἅπερ ἅπανθ’ ὑπάρχει
13. ῥυπτικὰ πολὺ δή. τι πλέον ἢ κατὰ τὰ σαρκοῦντα. πλέονος
14. δ’ ὑγρότητος ἐν αὐτοῖς φανείσης, ἔτι μᾶλλον ξηραίνειν
15. χρῆναι τὸ φάρμακον, οὐκ ἐξιστάμενον τῆς οἰκείας ἰδέας.
16. ἀλλ’ εἰ μὲν κολλητικὸν εἴη, ξηραῖνόν τε καὶ στῦφον, εἰ δὲ
17. σαρκωτικὸν, ξηραῖνόν τε καὶ ῥύπτον· ἐφ’ ἑκάστου τε τῶν
1. ἄλλων ὥσπερ εἴρηται. δυσκράτου δὲ τῆς ὑποκειμένης γεγονυίας
2. σαρκὸς, ἐκείνης προτέρας ἰᾶσθαι τὴν δυσκρασίαν, τὴν μὲν ξηροτέραν
3. τοῦ κατὰ φύσιν ὑγραίνοντας, τὴν δ’ ὑγροτέραν ξηραίνοντας,
4. καὶ τὴν μὲν θερμοτέραν ψύχοντας; τὴν δὲ ψυχροτέραν
5. θερμαίνοντας, καὶ εἰ κατὰ συζυγίαν δέ τίνα δύσκρατος
6. ὑπάρχοι, καὶ τὴν τοῦ φαρμάκου δύναμιν ἐξ ὑπεναντίου κατ’ ἀμφοτέρας
7. αἱρεῖσθαι τὰς συζυγίας. κοινὸν γὰρ εἶναι τοῦτό γε
8. τῶν παρὰ φύσιν ἁπάντων ὡς μηδὲν δύνασθαι πρὸς τὸ κατὰ
9. φύσιν ἐπανελθεῖν ἄνευ τῶν ἐναντίων ἑαυτῷ τῇ δυνάμει.
10. προσεπισκοπεῖσθαι δ’ ἐν τῷδε καὶ τὰς αὐτῆς τῆς δυσκρασίας
11. αἰτίας εἴτε κοιναὶ τοῦ σώματος ἅπαντας ὑπάρχοιεν, εἴτε
12. μορίων τινῶν ἐξαίρετοι, κατὰ συμπάθειαν ἀδικοῦσαι τὸ
13. ἡλκωμένον. ἐξιᾶσθαι δὲ προτέραν μὲν τὴν τῆς γινομένης
14. δυσκρασίας αἰτίαν, ἐφεξῆς δὲ καὶ τῆς ἤδη γεγενημένης· εἶναι
15. γὰρ δεῖ καὶ τοῦτον τὸν σκοπὸν ἁπάντων κοινὸν τῶν ὑπ’
16. αἰτίου τινὸς ἐπιγιγνομένων. ἐδείξαμεν δὲ καὶ τὰς ἀπὸ τῆς
17. διαφορᾶς τῶν ἑλκῶν διαφόρούς ἐνδείξεις καὶ τὰς ἀπὸ τῆς
1. τῶν πεπονθότων σωμάτων κράσεως, ἑτέρως ἐχούσας ταῖς
2. προειρημέναις. ἐκεῖναι μὲν γὰρ ἀπὸ τῶν παρὰ φύσιν ὑπάρχουσαι
3. τῶν ἐναντίων ἅπασι χρῄζουσιν· αὗται δ’ ἐκ τῶν
4. κατὰ φύσιν ὁρμώμεναι τῶν ὁμοίων· τὸ μὲν γὰρ ξηρότερον
5. μόριον ξηραίνεσθαι δεῖ μᾶλλον, τὸ δὲ ἧττον τοιοῦτον
6. ἧττον ξηραίνεσθαι χρή. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ
7. τοῦ θερμαίνεσθαί τε καὶ ψύχεσθαι· λαμβάνεσθαι. δέ τινα
8. κᾀκ τοῦ κύριον ἢ μὴ τοιοῦτον εἶναι τὸ μόριον; εὐαίσθητόν
9. τε καὶ δυσαίσθητον, διάφορον ἰάσεως ἔνδειξιν.