6. Αὖθις οὖν ἐπὶ τὰς μεθόδους ἀνέλθωμεν,
7. ἐπιδεικνύντες ὅσον ἡ κοινὴ πάντων ἑλκῶν ἴασις ἐξαλλάττεται
8. κατ’ εἶδος ἐν ἑκάστῳ τοῦ ζώου μορίῳ. μαθησόμεθα
9. γὰρ ἐκ τοῦδε μάλιστα μὲν ὃ δι’ ὅλης πρόκειται τῆς πραγματείας,
10. ἀναμαρτήτους εἶναι κατὰ τὰς ἰάσεις, ἐν παρέργῳ
11. δὲ καὶ τὴν τῶν ἑαυτοὺς ὀνομασάντων μεθοδικοὺς τόλμαν.
12. εἰ γὰρ ἐμοὶ χρή τι πιστεῦσαι, μηδὲν μήτε πρὸς χάριν εἰωθότι
13. μήτε πρὸς ἀπέχθειαν λέγειν, ἁπάντων τῶν ἰατρῶν
14. ὄντες ἀμεθοδώτατοι κατεγνώκασιν, ὥς γε δὴ γράφουσιν,
15. οὐ μόνον τῶν ἄλλων παλαιῶν, ἀλλὰ καὶ τοῦ πασῶν τῶν
16. μεθόδων ἡμῖν ἡγεμόνος Ἱπποκράτους. ὁ μὲν οὖν ἐμπειρικὸς
17. ἰατρὸς ἐκ πείρας φησὶν ἐγνῶσθαι πάνθ’ ἅπερ ἡμεῖς
1. δι’ ἐνδείξεως εὑρίσκεσθαι δείκνυμεν. τρίτου δὲ οὐδενὸς ὄντος
2. οὐδεμιᾶς εὑρέσεως ὀργάνου παρά τε. τὴν ἔνδειξιν καὶ τὴν
3. πεῖραν, οὐδετέρῳ χρώμενοι μεθοδικοὶ καλεῖσθαι δικαιοῦσιν.
4. ἀκολουθησάτωσαν οὖν ἡμῖν καὶ νῦν γοῦν εἰς τὴν τῶν
5. καθ’ ἕκαστον μέρος ἑλκῶν θεραπείαν, ἐπειδειξάτωσάν τε
6. μίαν ἁπάντων ἴασι. ἀκούσωμεν αὐτῶν ὅπως θεραπεύουσιν
7. ἕλκος, ἤ τινας ἐνδείξεις ἀπ’ αὐτοῦ λαμβάνουσιν· ἆρ’
8. ἄλλας τινὰς ἢ τὸ μῖν ὁμαλὲς ἐπουλῶσαι κελεύουσι, τὸ δὲ
9. κοῖλον σαρκῶσαι, τὸ δ’ ἔναιμον συμφῦσαι; πῶς οὖν εὕρω
10. τά τε ἐπουλωτικὰ καὶ, τὰ κολλητικὰ καὶ τὰ σαρκωτικὰ καὶ
11. τὰ συμφυτικά; μὴ κάμνε, φασίν· εὕρηται γὰρ, ἀλλ’ οὐκ
12. οἶδ’ εἰ καλῶς ἢ εἰ πάντα· δύναται γὰρ ἤτοι γε εὑρῆσθαι
13. μέν τινα τῶν φαυλοτέρων, οὐχ εὑρῆσθαι δὲ τὰ βελτίω· ἢ
14. καὶ τὰ δοκοῦντα εὑρῆσθαι, καὶ αὐτὰ εἶναι μοχθηρά· καὶ
15. διὰ τοῦτο τὰ μὲν μηδόλως θεραπεύεσθαι τῶν ἑλκῶν, τὰ
16. δὲ ἐν χρόνῳ πλέονι καὶ σὺν ἀλγηδόσι καὶ λιμαγχονίαις οὐκ
17. ἀναγκαίαις. οὐδὲ γὰρ οὐδὲ τολμᾷ τις ἐπιθέσθαι νεωτέραν
1. πεῖραν, πρὶν ἢ ἑαυτὸν πεῖσαι τῆς ἔμπροσθεν ἀγωγῆς ὀρθῶς
2. κατεγνωκέναι· οἷον αὐτίκα περὶ τῶν ἐν πνεύμονι συνισταμένων
3. ἑλκῶν, ἃ μηδὲ διαγνῶναι τὴν ἀρχὴν οἷόν τ’
4. ἐστὶν ἄνευ τῆς ἀνατομῆς τε καὶ τῆς τῶν ἐνεργειῶν γνώσεως,
5. ἅπερ ἀμφότερα φεύγουσιν. ἀλλὰ συγκεχωρήσθω κατά γε τὸ
6. παρὸν ἐγνῶσθαι τοῖς περὶ. τὸν Θεσσαλιν ἕλκος ἐν πνεύμονι
7. γεγονός. πότερον οὖν ὥσπερ τοῦτο ξυνεχωρήσαμεν αὐτοῖς,
8. οὕτω καὶ ὅτι ῥυπαρὸν,. ἢ καθαρὸν, ἢ ὅτι κοῖλον, ἢ ὁμαλὲς,
9. ἢ ἰχώρων, ἢ πύου μεστὸν, ἐπίστασθαι συγχωρήσομεν, ἤτοι
10. γ’ ἐξ ἐπινοίας ἐνθέου, ἢ ὄναρ ἰδοῦσιν; ἢ κᾀν τούτῳ, γοῦν
11. ἐρωτήσομεν αὐτοὺς τὰς διαγνώσεις, ἢ χωρὶς τοῦ διαγνῶναι
12. διδόναι συγχωρήσομεν ὅ τι βούλοιτο φάρμακον εἰδέναι; ἐγὼ
13. μὲν γὰρ ἡγοῦμαι καθῆραι μὲν χρῆναι τῶν ῥυπαρῶν πρότερον
14. τὴν ῥύπον· σαρκῶσαι δὲ τὸ καθαρὸν ἅμα καὶ κοῖλον· ἀποκαθῆραι
15. δὲ τοὺς ἰχῶράς τε καὶ τὸ πῦον, ᾧ περικέχυται ταῦτα·
16. κᾄπειθ’ οὕτως ἐπουλοῦν. οἱ δὲ οὐκ οἶδ’ ὅπως ἰάσονται
17. καὶ τὰ τοιαῦτα τῶν ἑλκῶν· τὴν ἀρχὴν γὰρ οὐδ’ ἔγραψέ τι
1. Θεσσαλὸς ὑπὲρ αὐτῶν, ἵν’ ἤτοι τὴν ἄγνοιαν ἢ τὴν ἀσυμφωνίαν
2. αὐτοῦ πρὸς ἑαυτὸν ἐπιδείξῃ. ἤτοι γὰρ ἄλογα καὶ ψευδῆ
3. περὶ αὐτῶν ἐροῦσιν, ἢ εἴπερ ἀληθῆ τίς φησι, τὴν ἔνδειξιν
4. αὐτῶν ἀναγκαῖον ἐκ τῆς οὐσίας γενέσθαι τοῦ μορίου καὶ
5. προσέτι θέσεώς τε καὶ διαπλάσεως. ὑποκείσθω γὰρ αὐτοὺς
6. ἐπίστασθαι διαγινώσκειν ἕλκος ἐν πνεύμονι ῥυπαρὸν καὶ καθαρὸν,
7. ἀφλέγμαντόν τε καὶ φλεγμαῖνον, ὁμαλές τε καὶ κοῖλον·
8. ἔτι δὲ καὶ τοῦτ’ αὐτοῖς συγχωρείσθω γιγνώσκειν· οὐ
9. μὴν οὐδ’ αὐτοῦ καίτοι γε μικροτάτου γε ὄντος ἔχουσιν εἰπεῖν
10. ἰδίαν εὕρεσιν, ὅτι τὸ τοιοῦτον ἕλκος ὑπὸ τοῦ χλωροῦ φαρμάκου
11. γίγνεται καθαρὸν, εἰ βούλει τοῦ Μαχαιρίωνος ἢ τῆς
12. Ἴσιδος, οὐδὲν γὰρ διαφέρει. τί ποτε οὖν ποιήσουσιν ἐπὶ τοῦ
13. κατὰ τὸ· σπλάγχνον ἕλκους, ἀποκρινέσθωσαν ἡμῖν. ἆρά γε
14. καταπιεῖν δώσουσι τοῦ χλωροῦ φαρμάκου; γελοῖον μὲν
15. ὅλως τὸ πρᾶγμα. ἐπειδὴ γὰρ ἐκ τῆς ἀνατομῆς ἔγνωσται ἡ εἰς
16. τὸν πνεύμονα τῶν φαρμάκων δίοδος, οἱ δ’ ἀπὸ τοῦ Θεσσαλοῦ
17. τὴν ἀνατομὴν· διαπτύουσι, πόθεν· γνώσονται ὅπως εἰς
18. τὸν πνεύμονα τὸ φάρμακον πορεύεται; λεγέτωσαν οὖν ἡμῖν,
1. πόθεν ἴσασιν ἐνεχθησόμενον εἰς τὸν πνεύμονα τὸ τοιοῦτον
2. φάρμακον; εἰ δ’ ἄρα καὶ τοῦτ’ ἴσασιν, ἀλλ’ ὅτι γε φυλάξει
3. τὴν αὐτὴν δύναμιν, ἣν ἐπὶ τῶν ἑλκῶν τῶν ἐκτὸς εἶχεν, οὐχ
4. οἷόν τε γιγνώσκειν αὐτοῖς. ἀλλὰ δὴ καὶ γινωσκέτωσαν ὅτι τε
5. φυλάξει τὴν αὐτὴν δύναμιν ἣν ἐπὶ τῶν ἐκτὸς ἑλκῶν εἶχε
6. καὶ ὅτι καθαριεῖ τὸν ῥύπον· οὐ μὴν ὅτι γε βῆχα κινήσει δυνατὸν
7. αὐτοῖς ἐπίστασθαι· χωρὶς δὲ τοῦ διὰ βηχὸς ἐκκαθαρθῆναι
8. τὸν ῥύπον οὐδὲ τοῦ ῥύπτοντός ἐστὶ χρεία φαρμάκου.
9. συγχωρείσθω δὲ οὖν καὶ τοῦτ’ αὐτοῖς. ἀλλὰ τό γε διάφορον
10. ἐφ’ ἕλκους πεποιῆσθαι θεραπείαν ἐν μηρῷ καὶ πνεύμονι γεγονότος
11. οὐ δύνανται φυγεῖν, εἴ γε τὸ μὲν ὕδατι περιπλύνουσι,
12. τὸ δὲ ταῖς βηξὶν ἐκκαθαίρουσιν. ὑποκείσθω δὲ πάλιν
13. ἐν τῷ πνεύμονι περικεχύσθαι τῷ ἕλκει παχὺ πῦον· ἆρά γε
14. καὶ νῦν τὸ χλωρὸν δώσουσι φάρμακον, ἢ μέλιτος ἐκλείχειν
15. κελεύσουσιν; ἀλλὰ καὶ τοῦτ’ αὐτὸ πόθεν εὑρήκασι λεγέτωσαν.
16. οὐ γὰρ δὴ τοῦτό γε φήσουσιν, ὅτι λεπτυντικήν τινα καὶ
17. τμητικὴν ἔχει δύναμιν, αὐτοί γε ἑκόντες ἀποστάντες τοῦ ζητεῖν
18. τὰς τοιαύτας δυνάμεις. οὐ μὴν οὐδ’ ὅτι τοῖς ἐμπειρικοῖς
1. εὕρηται τὸ μέλι κατὰ τοιάνδε συνδρομὴν ἐπιτήδειον,
2. ἔνεστιν αὐτοῖς ὁμοίως ἐκείνοις χρῆσθαι· πρῶτον μὲν ὅτι τῆς
3. ἐμπειρίας καταφρονοῦσιν· ἔπειτα δὲ ὅτι κατὰ τὰς τοιαύτας
4. συνδρομὰς ὁ ἐμπειρικὸς ἥτις μέν ἐστιν ἡ ἐν τῷ πνεύμονι
5. διάθεσις ἀγνοεῖν φησι, τετηρῆσθαι δ’ ἐκ πείρας ἑαυτῷ τὰ
6. συμφέροντα. Θεσσαλῷ δὲ οὐκ ἀρκεῖ θεραπεύειν ὃ μηδ’
7. ὅλως οἶδεν, ἀλλ’ ἀπὸ τῆς τῶν παθῶν ἐνδείξεως ὁρμᾶται.
8. εἰ δὲ δὴ καὶ πάντ’ αὐτῷ συγχωρήσαιμεν, ὥσπερ
9. καὶ πρόσθεν, ὁμοίως ἡμῖν ἐπίστασθαι, τό γ’ ἐπὶ τοῖς διαφέρουσι
10. μέρεσιν ἐξαλλάττεσθαι τὴν θεραπείαν κατ’ εἶδος
11. οὐκ ἄν ποτε ἐκφύγοι. οὐ γὰρ δήπου ταὐτόν ἐστιν ἢ μελίκρατον
12. εἰς μήτραν ἐγχέαι δι’ ἕλκος ῥυπαρὸν, ἢ μέλιτος
13. ἐσθίειν, ἢ καταπλύνειν σπόγγῳ τὸ ἕλκος· ἀλλὰ ταῦτα μὲν
14. ἔτι σμικρὰ, μέγιστα δὲ ἐκεῖνα. χρόνιον ἀφλέγμαντον ἕλκος
15. ἐν πολλοῖς ὑποκείσθω μέρεσιν, ὀφθαλμῷ καὶ ἀκοῇ καὶ
16. μυκτῆρι καὶ στόματι καὶ μηρῷ καὶ γαστρὶ καὶ μήτρᾳ καὶ
17. ἕδρᾳ καὶ αἰδοίῳ· προσυποκείσθω δὲ, εἰ βούλει, τὸ ἕλκος ἢ
18. ὁμαλὲς ἀκριβῶς, ἢ ὀλίγου δεῖν ὑπάρχειν ὁμαλές· ἀποκρινάσθωσαν
1. ἡμῖν οἱ ἀπὸ Θεσσαλοῦ, τοῦ μηδὲν ὅλως περὶ
2. τῶν τοιούτων διορισαμένου, πῶς ἐπουλώσομεν αὐτὸ τῷ
3. διὰ τῆς καδμείας νὴ Δία· τοῦτο γὰρ ἐπουλώσει καλῶς τὸ
4. κατὰ τὸν μηρὸν ἕλκος· ἆρ’ οὖν καὶ τὸ κατὰ τὸν ἀκουστικὸν
5. πόρον; ἄπιστον μὲν ἴσως ἐρῶ, ἀλλ’ ἴσασιν οἱ θεοὶ,
6. χρόνιον ἕλκος εὗρόν ποτε τῶν σοφωτάτων τινὰ Θεσσαλείων
7. οὕτω θεραπεύοντα. θᾶττον δ’ ἂν ἐσάπη τὸ οὖς
8. τἀνθρώπῳ καὶ σκώληκας ἔσχεν, ἢ τῷ διὰ τῆς καδμείας
9. ἐπουλώθη φαρμάκῳ· συγχωρήσαντες δ’ ὅμως αὐτῷ πλείοσι
10. χρήσασθαι ἡμέραις, ἐπειδὴ καθ’ ἑκάστην δυσωδέστερόν
11. τε τὸ οὖς ἐγένετο καὶ ἰχώρων μεστὸν, ἀπιστότερον ἔτι
12. τοῦ πρόσθεν ἐθεασάμεθα τολμηθὲν. οἰηθεὶς γὰρ φλεγμαίνειν
13. ἐν τῷ βάθει τὸν πόρον, ἐπὶ τὴν τετραφάρμακον ἧκεν,
14. ὃ πολὺ δὴ μᾶλλον ἔμελλε σήψειν τὸ μόριον· οὐδὲ γὰρ ξηραίνειν
15. ὅλως ἕλκη δυνατόν ἐστιν, ἀλλὰ πέττειν τὰ φλεγμαίνοντα.
16. ἅτε δ’ ἐναντιωτάτῳ τῆς διαθέσεως αὐτοῦ χρησαμένου
17. φαρμάκῳ, μετὰ μίαν ἡμέραν ἢ δύο ἐπολυπλασιάσθη
1. μὲν αὐτίκα τὸ τῶν ἰχώρων πλῆθος, ἀφόρητος δ’
2. ἦν ἡ δυσωδία. οὔκουν ἔτι συνεχώρουν οἱ οἰκεῖοι τοῦ
3. ὠτὸς ἅπτεσθαι τῷ Θεσσαλείῳ ὁ δ’ ὑπ’ ἀναισχυντίας τε
4. ἅμα καὶ ἀναισθησίας ἠξίου μὴ μόνον ἐντιθέναι τι τῆς
5. τετραφαρμάκου δυνάμεως, ἀλλὰ καὶ καταπλάττειν ἔξωθεν
6. αὐτῷ χαλαστικῷ καταπλάσματι. τῶν δ’ οἰκείων ἀπελαυνόντων
7. τε καὶ δεδιότων ἐν μεγάλῳ κακῷ τὸν πάσχοντα
8. γενέσθαι, παρεκαλέσαμεν ἡμεῖς ἔτι μίαν ἡμέραν ἐπιτρέψαι
9. τῷ Θεσσαλείῳ τὴν θεραπείαν αὐτοῦ. ἔμελλον δὲ δήπου
10. κατὰ τὴν ὑστεραίαν ὅ τε ἰχὼρ ἔσεσθαι πολλαπλάσιος ἥ τε
11. ὀδμὴ δυσωδεστάτη. καθ’ ἣν ἐπειράθην εἰ οἷόν τ’ εἴη μεταπεῖσαι
12. τὸν Θεσσάλειον ὄνον, ὅπως μὴ πάντας ἐπιτρίβῃ
13. τοὺς πάσχοντας, ἀλλά τινας ἤδη ποτὲ κᾂν ὀλίγους δυνηθείη
14. σῶσαι, τῆς ἀμεθοδωτάτου αἱρέσεως ἀποστάς. ἠρξάμην
15. μὲν οὖν λόγου τοιοῦδε πρὸς αὐτόν. ἆρα οὐχὶ φλεγμονή
16. σοι δοκεῖ κατὰ βάθος εἶναι τοῦ πόρου καὶ διὰ τοῦτο
17. χαλαστικοῖς χρᾷ βοηθήμασιν; ὁ δὲ καὶ πάνυ διετείνετο καὶ
18. οὕτως ἔχειν ἔφασκε καὶ ἀδύνατον ἄλλως. ἆρ’ οὖν, ἔφην,
1. ἐθεάσω σύ ποτε φλεγμαῖνον ἕλκος, ὄξει δριμυτάτῳ μετὰ
2. Γλαυκίου θεραπευθέν; οὐ μὲν οὖν, εἶπεν, ἀλλ’ εἰ τὸν Ἀνδρώνειόν
3. τις κυκλίσκον ὄξει δεύσας χρῷτο, τάχα δ’ ἂν, ἔφη,
4. καὶ σπασθείη. ἐὰν οὖν, εἶπον, ἄλλο τι φάρμακον οὐκ ὀλίγῳ
5. τοῦ Ἀνδρωνείου σφοδρότερον ὄξει τις δριμυτάτῳ διεὶς χρήσηται
6. καὶ ταῦτ’ εἰς οὖς ἐγγὺς οὕτω μόριον ἐγκεφάλου καὶ
7. μηνίγγων, ἆρ’ οὐκ ὄντως σπασθήσεται κατὰ τὸν σὸν
8. λόγον, εἴπερ γε φλεγμονή τις ὑπόκειται; ταῦτ’ ἐδόκει κᾀκείνῳ
9. καὶ τοῖς ἄλλοις τοῖς συμπαροῦσιν ἀληθῶς εἰρῆσθαι.
10. ὅσον μὲν οὖν, ἔφην, ἐπὶ τῷ δεῖσθαι τὴν διάθεσιν τῶν μορίων
11. ἐκτεθηλυσμένων ὑπὸ τῆς σῆς ἀγωγῆς ἐσχάτως ξηραινόντων
12. φαρμάκων ἐχρησάμην ἂν ἤδη τοιούτῳ· νυνὶ δ’ ἐπειδὴ
13. κακὸν ἔθος εἴθισας τὰ μόρια πλείοσιν ἡμέραις, ἐπὶ τοὐναντίον
14. αὐτὰ μετάγειν ἀθρόως οὐκ ἔτ’ ἐγχωρεῖ. σοὶ μὲν γὰρ
15. καὶ Θεσσαλῷ καταφρονεῖν ἔθους ἔξεστιν, ὥσπερ καὶ φύσεως
16. μερῶν· ἡμῖν δ’ οὐκ ἔξεστιν· ἀλλὰ τῇ μὲν πρώτῃ τῶν ἡμερῶν
17. ὄξει χρήσομαι μετὰ Γλαυκίου, τῇ δὲ δευτέρᾳ τῷ Ἀνδρωνείῳ,
18. τῇ τρίτῃ δ’ ἐπί τι σφοδρότερον ἔτι καὶ αὐτοῦ τοῦ
1. Ἀνδρωνείου παραγενήσομαι φάρμακον, ᾧ χρησάμενος ἡμέραις
2. τρισὶν, ἢ καὶ τέτταρσιν, ἐάν μοι φαίνηται δεῖσθαι σφοδροτέρου
3. φαρμάκου τὸ ἕλκος, οὐκ ὀκνήσω κᾀκείνῳ χρήσεσθαι.
4. ἔξωθεν δ’, ἔφην, ἐπιθήσω τῇ κεφαλῇ κατὰ τὸ τοῦ
5. πεπονθότος ὠτὸς χωρίον οὐ μὰ Δί’ ὡς σὺ κατάπλασμα χαλαστικὸν,
6. ἀλλά τι τῶν ξηραντικωτάτων φαρμάκων, ὁποῖόν
7. ἐστι τὸ διὰ τῶν ἰτεῶν, ἢ καὶ αὐτοῦ τοῦ Ἀνδρωνείου καταχρίσω
8. μετ’ ὄξους, ἢ τῶν τούτου τινὶ ξηραντικωτέρων. ἐπεὶ
9. γὰρ ξηρὸν ἐσχάτως ἐστὶ τὸ θεραπευόμενον μόριον, ἀναγκαῖον
10. αὐτὸ ξηραίνειν ἐσχάτως· ἐνδείκνυται γὰρ ὥσπερ τὸ πάθος
11. τοὐναντίον ἑαυτῷ πρὸς τὴν θεραπείαν, οὕτω τὸ μόριον ὅ τί,
12. περ ἂν ὁμοιότατον ἑαυτῷ τυγχάνῃ. καὶ τοίνυν ὥσπερ εἶπον,
13. οὕτω καὶ ἔπραξα, καὶ ὁ ἄνθρωπος ὑγιάσθη, μὴ δεηθεὶς
14. ἰσχυροτέρων ἄλλων φαρμάκων. ἐπ’ ἐνίων μέντοι δεηθέντων,
15. οἷς ἐξ ἐνιαυτοῦ καὶ δυοῖν ἐτῶν ἦν ἕλκη ἐν τῷ ὠτὶ, προσηνέγκαμεν
16. φάρμακον ἁπάντων τῶν ῥηθέντων ἰσχυρότερον·
17. ἔστι δὲ καὶ ἡ καλουμένη σκωρία τοῦ σιδήρου, κοπτομένη τε
18. καὶ διακοσκινομένη λεπτοτάτῳ κοσκίνῳ, κᾄπειτα λειουμένη
1. μέχρι τοῦ χνοώδης γενέσθαι· μετὰ δὲ ταῦτα σὺν ὄξει δριμυτάτῳ
2. καθεψομένη μέχρι τοῦ σύστασιν σχεῖν μελιτώδη τε
3. καὶ γλοιώδη. δῆλον δ’ ὅτι πολλαπλάσιον εἶναι χρὴ τὸ ὄξος
4. ἐν τῇ μίξει· ἀλλ’ ὅπερ εἶπον ἤδη πολλάκις, ἡ μὲν εὐπορία
5. τῆς ὕλης τῶν φαρμάκων ἐξ ἑτέρων ὑπομνημάτων ἔσται σοι·
6. τὰ δὲ τῆς μεθόδου περαινέσθω. τὸ γάρ τοι τῆς ἀκοῆς χωρίον,
7. ἐπειδὴ ξηρότατον ἐστι, διὰ τοῦτο τῶν ἄκρως ξηραινόντων
8. δεῖται φαρμάκων, ὧν οὐδὲν οὐδενὶ τῶν ἄλλων μορίων
9. ἁρμόττει προσφέρειν, ἀλλ’ ὀφθαλμῷ μὲν ἡλκωμένῳ τὸ
10. διὰ τοῦ λιβανωτοῦ κολλύριον, εἰ οὕτως ἔτυχε· μυκτῆρσι
11. δὲ πολὺ μὲν ξηραντικώτερον ἢ κατ’ ὀφθαλμοὺς, ἧττον δὲ
12. ἢ κατ’ οὖς. ὥστε καὶ οἱ κυκλίσκοι πάντες οἱ προειρημένοι
13. χρηστοὶ, καὶ τὸ τοῦ Μούσα φάρμακον, ὅσα τ’ ἄλλα τοιαῦτα.
14. τῶν δ’ ἐν τοῖς στόμασιν ἑλκῶν ὅσα μὲν ἱκανῶς πλαδαρὰ
15. τῶν ξηραινόντων ἰσχυρῶς δεῖται φαρμάκων, οἷον τοῦ
16. διφρυγοῦς αὐτοῦ τε καθ’ αὑτὸ καὶ μετὰ μέλιτος, οἴνου τε
17. καὶ οἰνομέλιτος· ὡσαύτως δὲ καὶ τῆς ἴρεως καλουμένης·
18. ἔτι τε τῆς ἀνθηρᾶς, ἤτοι ξηρῶν, ἢ μετὰ μέλιτος, ἢ οἰνομέλιτος,
1. ἢ οἴνου. ἀγαθὸν δ’ εἰς τὰ τοιαῦτα καὶ τὸ τοῦ Μούσα
2. φάρμακον, ὅ τε τοῦ ῥοῦ χυλὸς ὀμφάκιόν τε καὶ ὅσα πέρ ἐστιν
3. ἄλλα γενναίως ξηραίνοντα. τί γὰρ δεῖ τὰς ὕλας ἐπέρχεσθαι,
4. τὰ δ’ ἁπλούστερα τῶν ἐν τοῖς στόμασιν ἑλκῶν ἱκανὰ
5. θεραπεύειν ἐστὶ καὶ τὰ μετρίως ξηραίνοντα φάρμακα· καθάπερ
6. ταυτὶ τὰ διὰ τὸ συνεχὲς τῆς χρείας ὀνομασθέντα στοματικά·
7. τό τε διὰ μύρων καὶ βάθου καρποῦ καὶ καρύων χλωρῶν
8. λέμματος χυλοῦ, καὶ τούτων ἔτι μᾶλλον τὸ διὰ γλεύκους
9. τε καὶ τῶν τῆς κυπαρίττου σφαιρίων. ὅσα δ’ ἱκανῶς
10. ὑγρὰ τῶν ἐν τοῖς στόμασιν ἑλκῶν πλησίον ὀστῶν, ἔστι δὲ
11. καὶ κίνδυνος διὰ τοῦτο καὶ αὐτὸ τὸ ὀστοῦν σφακελίσαι, σφοδροτάτων
12. ταῦτα δεῖται φαρμάκων διὰ τὴν τῶν ὀστῶν οὐσίαν
13. ξηρὰν οὖσαν. ὥστ’ ἐγὼ λειαίνων ἀεὶ τοὺς προειρημένους κυκλίσκους
14. ἐπιτίθημι τὸ φάρμακον ξηρόν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 5.10, ed. Kühn, 1825, vol. 10, p. 346-357. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩