Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 5.11, ed. Kühn, 1825, vol. 10, p. 357-360. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.11

15. Εἴρηται δ’ ὀλίγον ἔμπροσθεν καὶ τῶν
16. κατὰ κύστιν καὶ μήτραν ἔντερά τε καὶ πνεύμονα τὰ γένη
17. τῶν φαρμάκων, οἷς ἐφ’ ἑκάστου χρηστέον ἐστὶ, ἀπὸ μὲν τῆς
18. οὐσίας τῶν θεραπευσομένων μορίων τοῦ φαρμάκου λαμβανομένου
1. μετὰ τοῦ προεπεσκέφθαι τὴν διάθεσιν, τοῦ τρόπου
2. δὲ τῆς χρήσεως αὐτῶν ἀπό τε τῆς διαπλάσεως ἅμα καὶ τῆς
3. θέσεως. ἐντεῦθεν γὰρ ἐπενοήθησαν ὠτεγχύται τε καὶ μητρεγχύται
4. καὶ καθετῆρες καὶ κλυστῆρες. ἐντεῦθεν δὲ καὶ ὅτι τὰ
5. μὲν κατὰ γαστέρα καὶ θώρακα καὶ πνεύμονα συνιστάμενα
6. τῶν ἑλκῶν διὰ τῶν ἐσθιομένων καὶ πινομένων θεραπεύεσθαι
7. χρὴ, τὰ δὲ κατ’ ἔντερα ὅσα μὲν ἐγγὺς τῇ γαστρὶ, διὰ τῶν
8. ἐσθιομένων καὶ πινομένων, ὅσα δ’ ἤδη κατωτέρω, διὰ τῶν
9. ἐνιεμένων· οὔτε γὰρ τοῖς πλησίον τῆς γαστρὸς ἐπαναβῆναι
10. δύναται τὸ διὰ τῆς ἕδρας ἐνιέμενον οὔτ’ εἰς τὰ κάτω τοῦ
11. στόματος ληφθέντος ἡ δύναμις ἀκραιφνὴς ἐξικνεῖσθαι. διὰ
12. τοῦτο καὶ ὅσα κατὰ θώρακα καὶ πνεύμονα συνίσταται τῶν
13. ἑλκῶν ἅμα τε δυσιατότερα τῶν κατὰ τὴν γαστέρα, πόῤῥω
14. γὰρ αὐτῶν ἡ θέσις, ὡς ἐκλύεσθαι τῶν φαρμάκων τὴν δύναμιν,
15. ἅμα τε δι’ αὐτὸ τοῦτο πολὺ σφοδροτέρων χρῄζει τῶν
16. καταπινομένων φαρμάκων ἢ εἰ αὐτοῖς τοῖς ἕλκεσιν ἄντικρυς
17. προσεφέρετο. καὶ διὰ τοῦτο ἐξεύρηται τοῖς ἰατροῖς, ἡνίκα
18. ἐκκαθαίρειν δέονται πῦον ἐκ θώρακος ἢ πνεύμονος, ἰσχυρότατά
1. τε καὶ τμητικώτατα φάρμακα καὶ τοιαῦτα τὴν δύναμιν
2. ὡς παροξῦναι τὸ ἕλκος, εἴπερ ἦν ἐν τῇ γαστρί. καὶ μέν γε
3. τὸ διὰ τῶν βηχῶν ἐκκαθαίρειν αὐτὰ ἐκ τῆς διαπλάσεως
4. ἐλήφθη τῶν μορίων, οὐδεμίαν ἐχόντων ἐκροὴν τοιαύτην οἵαν
5. μήτρα καὶ κύστις καὶ ἕδρα καὶ ὦτα καὶ μυκτῆρες καὶ στόμα.
6. διὰ τοῦτο καὶ ἡ γαστὴρ κατ’ ἄμφω τὰ μέρη καθαίρεσθαι δύναται·
7. ἄνω μὲν διὰ τῶν ἐμέτων, κάτω δ’ ὡς ἡ φύσις. ἀπὸ
8. γάρ τοι τῶν μορίων ὡς ὀργανικῶν αἱ τοιαῦται τῶν ἐνδείξεων,
9. ὥσπερ αἱ κατὰ τὸ ξηραίνειν ἐνδείξεις, ἀπὸ τῆς οὐσίας
10. αὐτῶν ὡς ὁμοιομερῶν. ἀπὸ δέ γε τῶν παθῶν αἱ τοιαῦται
11. πάλιν οἷον ἀπὸ τῶν ἑλκῶν, ἐπειδὴ περὶ τούτων ὁ λόγος ἦν,
12. ὅτι τε ξηραντέον, ὡς ἔμπροσθεν ἐδείκνυτο, καὶ ὅτι τῶν κατὰ
13. τὴν γαστέρα τὸ πῦον ἀποπλῦναι βουλομένοις οὐκ ἀκίνδυνον
14. ἐμεῖν· ὥσπερ εἰ καὶ ἄλλως ἀποῤῥίπτοις ἐμπεπλασμένον αὐτῇ
15. φλέγμα δι’ ὀξυμέλιτός τε καὶ ῥαφανίδων, ἀλλὰ βέλτιον
16. ὑπάγειν κάτω· κίνδυνος γὰρ ἐμοῦντι καὶ σπαράξαι τὸ ἡλκωμένον
17. καί τινα χυμὸν οὐ χρηστὸν ἐκ τῶν πλησίον ἐπισπᾶσθαι.
18. διὰ τοῦτο δὲ, ὡς ἔφην, καὶ τὰ κατὰ πνεύμονα τῶν 
1. ἑλκῶν δυσιατότατα· χωρὶς μὲν γὰρ τοῦ βήττειν οὐκ ἂν
2. ἐκκαθαρθείη, βηττόντων δ’ ἐπιρήγνυται. δι’ ἀλλήλων οὖν
3. αὐτοῖς κυκλεῖται τὸ κακόν· ἐπιφλεγμαίνοντα γὰρ αὖθις τὰ
4. σπαραχθέντα δεύτερον αὖθις δεῖται πεφθῆναί τε τὴν
5. φλεγμονὴν ἀποκαθαρθῆναί τε τὸ πῦον, ὥστ’ ἐκ πάντων
6. αὐτοῖς παρεσκευάσθαι τὸ δυσίατον, οὔτε τῶν οἰκείων ἕλκεσι
7. φαρμάκων ψαῦσαι δυναμένων τοῦ ἕλκους, ὡς
8. ἐν γαστρὶ, καὶ φθανόντων ἐκλύεσθαι μεταξύ· καὶ ὅτι κινεῖται
9. κατὰ τὰς ἀναπνοὰς καὶ σπαράττεται κατὰ τὰς βῆχας.
10. ὥσθ’ ὅταν ἀγγεῖον ἐν πνεύμονι ῥαγῇ, γιγνώσκειν χρὴ
11. σαφῶς εἰ μὴ παραχρῆμα πρὶν φλεγμῆναι κολληθείη, μετὰ
12. ταῦτά γε ἀνίατον ἐσόμενον.

Cliquer un n° de page pour en afficher l’image