Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 5.12, ed. Kühn, 1825, vol. 10, p. 360-368. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.12

13. Ὅσα μέντοι τῶν ἑλκῶν ἐν ταῖς τραχείαις
14. ἀρτηρίαις γίγνεται κατὰ τὸν ἔνδον αὐτῶν χιτῶνα, καὶ μάλισθ’
15. ὅσα τοῦ λάρυγγος πλησίον, ἢ καὶ κατ’ αὐτόν ἐστι, ταῦτα
16. θεραπεύεται· καὶ ἡμεῖς οὐκ ὀλίγους ἰασάμεθα τῶν οὕτω καμνόντων.
17. εὕρομεν δὲ μάλιστα τὴν θεραπείαν αὐτῶν ἐνθένδε
18. κατὰ τὸν μέγαν τοῦτον λοιμὸν, ὃν εἴη ποτὲ παύσεσθαι, πρῶτον
1. εἰσβάλλοντα. τότε νεανίσκος τις ἐνναταῖος ἐξήνθησεν
2. ἕλκεσιν ὅλον τὸ σῶμα, καθάπερ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες
3. οἱ σωθέντες. ἐν τούτῳ δὲ καὶ ὑπέβηττε βραχέα. τῇ δ’ ὑστεραίᾳ
4. λουσάμενος αὐτίκα μὲν ἔβηξε σφοδρότερον, ἀνηνέχθη
5. δ’ αὐτῷ μετὰ τῆς βηχὸς, ἣν ὀνομάζουσιν ἐφελκίδα. καὶ ἡ
6. αἴσθησις ἦν τἀνθρώπῳ σαφὴς κατὰ τὴν τραχεῖαν ἀρτηρίαν
7. τὴν ἐν τῷ τραχήλῳ πλησίον τῆς σφαγῆς ἡλκωμένου τοῦ μέρους.
8. καὶ μέντοι καὶ διανοίξαντες αὐτοῦ τὸ στόμα κατεσκεψάμεθα
9. τὴν φάρυγγα, μή που κατ’ αὐτὴν εἴη τὸ ἕλκος.
10. οὔτ’ οὖν οὕτως ἐπισκοπουμένοις ἐφαίνετο πεπονθέναι, καὶ
11. πάντως ἂν ἐδόκει τῇ διόδῳ τῶν ἐσθιομένων τε καὶ πινομένων
12. αἴσθησις ἔσεσθαι τῷ κάμνοντι σαφὴς, εἴπερ ἕλκος ἦν
13. αὐτόθι. καὶ μέντοι καὶ δι’ ὄξους καί τινα διὰ νάπυος ἐδώκαμεν
14. αὐτῷ προσενέγκασθαι βεβαιοτέρας ἕνεκα διαγνώσεως.
15. οὔτ’ οὖν τούτων ἔδακνεν αὐτόν τι καὶ ἡ αἴσθησις ἦν ἐν τῷ
16. τραχήλῳ σαφής· ἠρέθιζε τότε κατ’ ἐκεῖνο τὸ χωρίον ὡς ἐξορμᾷν
17. εἰς βῆχας· συνεβουλεύομεν οὖν αὐτῷ ἀντέχειν καθόσον
18. οἷός τ’ ἐστὶ καὶ μὴ βήττειν. ἔπραττε δὴ τοῦτο. βραχύ τε γὰρ
1. ἦν τὸ ἐρεθίζον, ἡμεῖς τε τρόπῳ παντὶ συνεπράττομεν εἰς
2. οὐλὴν ἀχθῆναι τὸ ἕλκος, ἔξωθεν μὲν ἐπιτιθέντες τι τῶν ξηραινόντων
3. φαρμάκων, ὕπτιον δὲ κατακλίναντες· εἶτα διδόντες
4. ὑγρὸν φάρμακον τῶν πρὸς ἕλκη τοιαῦτα ποιούντων· καὶ
5. τοῦτ’ ἐν τῷ στόματι κατέχειν ἀξιοῦντες, ἐπιτρέποντα βραχύ
6. τι παραῤῥεῖν εἰς τὴν τραχεῖαν ἀρτηρίαν. καὶ τοίνυν οὕτω
7. πραττόντων αἰσθάνεσθαι σαφῶς ἔφασκε τῆς ἀπὸ τοῦ φαρμάκου
8. στύψεως περὶ τὸ ἕλκος, εἴτε κατὰ διάδοσιν γιγνομένης,
9. εἴτε καὶ αὐτοῦ τοῦ φαρμάκου περὶ τὸ ἕλκος δροσοειδῶς
10. παραῤῥέοντος εἰς τὴν ἀρτηρίαν καὶ παρηθουμένου. ἦν δὲ
11. οὐδ’ αὐτὸς ὁ κάμνων ἄπειρος τῆς ἰατρικῆς, ἀλλά τις τῶν
12. ἐκ τριβῆς τε καὶ γυμνασίας ἐμπειρικῶς ἰατρευόντων. αἰσθάνεσθαί
13. τε οὖν ἔλεγε παραῤῥέοντος εἰς τὴν ἀρτηρίαν τοῦ φαρμάκου
14. καί ποτε καὶ βῆχα κινοῦντος, ἀντεῖχε μέντοι πολλὰ
15. μὴ βήττων. καὶ τοίνυν αὐτὸς προθυμηθεὶς ἐν Ῥώμῃ μὲν,
16. ἔνθα περ ἐλοίμωξεν, ἄλλας τρεῖς ἡμέρας ἐπέμεινε μετὰ τὴν
17. ἐννάτην· μετὰ ταῦτα δ’ ἐνθεὶς ἑαυτὸν πλοίῳ κατέπλευσε
18. μὲν πρῶτον ἐπὶ τὴν θάλατταν διὰ τοῦ ποταμοῦ, τετάρτῃ
1. δ’ ὕστερον ἡμέρᾳ πλέων ἐν ταῖς Ταβίαις γίγνεται, καὶ κέχρηται
2. τῷ γάλακτι θαυμαστήν τινα δύναμιν ὄντως ἔχοντι καὶ
3. οὐ μάτην ἐπῃνημένῳ. καί μοι δοκεῖ καιρὸς ἥκειν εἰπεῖν τι
4. περὶ γάλακτος χρήσεως οὐ τοὺ κατὰ τὰς Ταβίας μόνον,
5. ἀλλὰ καὶ τοῦ ἄλλου παντός. οὐδὲ γὰρ τοὺς ἐν Ἰταλίᾳ μόνῃ
6. χρὴ θεραπεύειν, ἀλλ’ ὅσον οἷόν τε τοὺς πανταχόθι. τῷ
7. μὲν οὖν ἐν ταῖς Ταβίαις γάλακτι πολλὰ συνετέλεσεν εἰς ἀρετήν·
8. αὐτό τε τὸ χωρίον ὑψηλὸν ὑπάρχον αὐτάρκως, ὅ τε
9. πέριξ ἀὴρ ξηρὸς, ἥ τε νομὴ τοῖς ζώοις χρηστή. ταύτην
10. μέν γε ἀλλαχόθι τεχνήσεσθαι δυνατὸν ἐν λόφῳ μετρίως
11. ὑψηλῷ, φυτεύσαντας καὶ βοτάνας καὶ θάμνους, ὁπόσοι γάλα
12. χρηστόν τε ἅμα καὶ στῦφον ἐργάσονται· λεχθήσεται δ’ αὐτῶν
13. ὀλίγον ὕστερον παραδείγματα. τὸν μέντοι πέριξ ἀέρα κατασκευάσαι
14. μὲν ὅμοιον ἀδύνατον, ἐκλέξασθαι δὲ τῶν ὄντων τὸν
15. ὁμοιότατον οὐκ ἀδύνατον. ὁμοιότατος δ’ ἂν εἴη ὁ ταῦτ’
16. ἔχων, ἅπερ ἐκείνῳ πάρεστιν· ὕψος μὲν τοῦ λόφου μέτριον,
17. ὁδὸς δ’ ἐπ’ αὐτὸν ἀπὸ τῆς θαλάττης εἰς τριάκοντα στάδια
18. καί τι πλέον οὐ πολλῷ. τὸ δὲ χωρίον αὐτὸ τὸ ἐπὶ τῇ θαλάττῃ
1. αἱ Ταβίαι κατὰ τὸν πυθμένα τοῦ κόλπου μάλιστά
2. ἐστι τοῦ μεταξὺ Σουῤῥέντου τε καὶ Νεαπόλεως, ἐν τῇ πλευρᾷ
3. μᾶλλον τῇ κατὰ Σούῤῥεντον. αὕτη δ’ ἡ πλευρὰ πᾶσα λόφος
4. ἐστὶν εὐμεγέθης, μακρὸς, εἰς τὸ Τυῤῥηνὸν ἐξήκων πέλαγος.
5. ἐγκέκλιται δ’ ἠρέμα πρὸς τὴν δύσιν ὁ λόφος οὗτος, οὐκ ἀκριβῶς
6. δ’ ἐπὶ τὴν μεσημβρίαν ἐκτέταται. οὗτος μὲν ὁ λόφος ἄκλειστον
7. τοῖς ἀνατολικοῖς ἀνέμοις φυλάττει τὸν κόλπον, εὔρῳ
8. καὶ ἀπηλιώτῃ καὶ βοῤῥᾷ· συνάπτει δ’ αὐτῷ κατὰ τὸν μυχὸν
9. τοῦ κόλπου λόφος ἕτερος οὐ μικρὸς, ὃν ἔν τε τοῖς συγγράμμασιν
10. οἱ παλαιοὶ Ῥωμαῖοι καὶ τῶν νῦν οἱ ἀκριβέστεροι Βεσούβιον
11. ὀνομάζουσι. τὸ δ’ ἔνδοξόν τε καὶ νέον ὄνομα τοῦ
12. λόφου Βέσβιον ἅπασιν ἀνθρώποις γνώριμον διὰ τὸ κάτωθεν
13. ἀναφερόμενον ἐκ τῆς γῆς ἐν αὐτῷ πῦρ· ὅ μοι δοκεῖ καὶ
14. αὐτὸ μεγάλα συντελεῖν εἰς ξηρότητα τῷ πέριξ ἀέρι· καὶ χωρὶς
15. δὲ τοῦ πυρὸς οὔτε λίμνη τις ἐγγὺς οὔθ’ ἕλκος οὔτε ποταμὸς
16. ἀξιόλογος οὐδαμόθι τοῦ κόλπου. τῶν δ’ ἀρκτικῶν πνευμάτων
17. ἁπάντων ἄχρι δύσεως θερινῆς ὁ Βεσουβηνὸς λόφος
18. πρόβλημ’ ἐστὶ, καὶ πολλὴ τέφρα μέχρι τῆς θαλάσσης ἀπ’ 
1. αὐτοῦ καθήκει, λείψανόν τι ἐν αὐτῷ κεκαυμένης τε καὶ νῦν
2. ἔτι καιομένης ὕλης. ταῦτα πάντα ξηρὸν ἐργάζεται τὸν ἀέρα.
3. δύναιτ’ ἂν οὖν τις ἑτέρωθι τῆς οἰκουμένης ἐκλέξασθαι λόφον
4. οὕτω ξηρὸν, οὐ πόῤῥω θαλάττης, οὔτε μέγαν ὡς ἐγκεῖσθαι
5. ταῖς τῶν ἀνέμων εἰσβολαῖς, οὔτε πάνυ ταπεινὸν ὡς τὰς ἐκ
6. τῶν ὑποκειμένων πεδίων ἀναθυμιάσεις ἑτοίμως δέχεσθαι. πεφυλάχθω
7. δ’ αὐτὸν ἐστράφθαι πρὸς ἄρκτον· οὕτω γὰρ ἂν
8. ἀπεστραμμένος εἴη τὸν ἥλιον. εἰ δὲ κᾀν τοῖς εὐκράτοις τῆς
9. ὅλης οἰκουμένης ὁ λόφος ὑπάρχοι, καθάπερ ὁ κατὰ τὰς Ταβίας
10. ἐστὶν, ἄμεινον μακρῷ. ἐν τοιούτῳ λόφῳ πόαι μὲν ἔστωσαν
11. ἄγρωστις καὶ λωτὸς καὶ πολύγονον καὶ μελισσόφυλλον,
12. θάμνοι δὲ σχῖνος καὶ κόμαρος καὶ βάτος καὶ κισσὸς καὶ κύτισος,
13. ὅσοι τ’ ἄλλοι τούτοις ἐοίκασιν. οὕτω μέν σοι τὰ τοῦ
14. λόφου παρεσκευάσθω. τὰ δὲ ζῶα βόες μέν εἰσιν ἐν τῷ κατὰ
15. Ταβίας, καὶ ἔστι τούτου τοῦ ζώου παχὺ τὸ γάλα, καθάπερ
16. τὸ τῶν ὄνων λεπτόν. ἐγὼ δ’ ἂν καὶ βοῦς καὶ ὄνους καὶ αἶγας
17. ἀφείην ἐπὶ τὰς νομὰς, ὥστ’ ἔχειν χρῆσθαι γάλακτι παντὶ,
18. παχεῖ μὲν ἐκ τῶν βοῶν, λεπτῷ δ’ ἐκ τῶν ὄνων, μέσῳ δ’
1. ἀμφοῖν ἐκ τῶν αἰγῶν. οἱ παλαιοὶ δὲ καὶ γυναῖκα θηλάζουσαν
2. ἐφίστων τοῖς τῇ φθόῃ κάμνουσι· κᾀγὼ δὲ ἀποδέχομαι τὴν
3. γνώμην αὐτῶν, ὅτι τε τὸ οἰκεῖον ᾑροῦντο καὶ ὅτι πρὶν ψυγῆναι
4. τῷ πέριξ ἀέρι. καί σοι τοῦτ’ ἔστω μέγιστον παράγγελμα
5. γάλακτος χρήσεως ἐπὶ πάντων οἷς γάλακτος χρεία, αὐτίκα
6. πίνειν ἀμελχθὲν, τῷ ζώῳ παρεστῶτα· προσεπεμβάλλειν δὲ
7. καὶ μέλιτος, ὅτῳ τυροῦσθαι πέφυκεν ἐν τῇ γαστρί· εἰ δ’
8. ὑπελθεῖν αὐτό ποτε θᾶττον βουληθείης, καὶ ἁλῶν. ἐκεῖνος
9. μέν γε οὖν ὁ νεανίας ἐκ τῆς λοιμώδους νόσου κατὰ τὴν ἀρτηρίαν
10. ἕλκος ἔχων ὑγιὴς ἐγένετο καὶ ἄλλοι μετ’ αὐτὸν ὁμοίως.
11. ἑτέρῳ δὲ μειρακίῳ περὶ ἔτος ὀκτωκαιδέκατον ἐκ κατάῤῥου
12. πλείοσιν ἡμέραις γενομένου τὰ μὲν πρῶτα μετὰ βηχὸς
13. αἷμα θερμὸν εὐανθὲς οὐ πολὺ, μετὰ δὲ ταῦτα ἀνεπτύσθη
14. τι καὶ τοῦ χιτῶνος αὐτοῦ μέρος, ὃς ὑπαλείφων ἔνδοθεν
15. τὴν ἀρτηρίαν εἰς τὴν φάρυγγά τε καὶ τὸ στόμα διὰ τοῦ
16. λάρυγγος ἀνεφέρετο. ἐδόκει δέ μοι τῷ τε πάχει τεκμαιρομένῳ
17. καὶ τῇ τοῦ κάμνοντος αἰσθήσει τοῦ λάρυγγος ὑπάρχειν
18. τὸ ἔνδοθεν σῶμα· καὶ μέντοι καὶ ἐβλάβη τοὐντεῦθεν
1. εἰς τὴν φωνὴν ὁ ἄνθρωπος· ἀλλὰ καὶ οὕτως ἐν χρόνῳ μὲν
2. πλείονι διεσώθη καὶ αὐτός. οἱ δ’ ἐκ τοῦ λοιμοῦ ῥᾳδίως
3. ὑγιάζεσθαί μοι δοκοῦσι τῷ προεξηράνθαι τε καὶ προκεκαθάρθαι
4. σύμπαν τὸ σῶμα· καὶ γὰρ ἔμετός τισιν αὐτῶν ἐγένετο
5. καὶ ἡ γαστὴρ ἅπασιν ἐταράχθη. καὶ οὕτως ἤδη κεκενωμένοις
6. τοῖς σώζεσθαι μέλλουσιν ἐξανθήματα μέλανα διὰ
7. παντὸς τοῦ σώματος ἀθρόως ἐπεφαίνετο· τοῖς πλείστοις μὲν
8. ἑλκώδη, πᾶσι δὲ ξηρά. καὶ ἦν εὔδηλον ἰδόντι τοῦ σεσηπότος
9. ἐν τοῖς πυρετοῖς αἵματος εἶναι τοῦτο λείψανον, οἷον τέφραν
10. τινὰ τῆς φύσεως ὠθούσης ἐπὶ τὸ δέρμα, καθάπερ ἄλλα
11. πολλὰ τῶν περιττῶν. οὐ μὴν ἐδέησέ γε πρὸς τὰ τοιαῦτα
12. τῶν ἐξανθημάτων φαρμάκου· καθίστατο γὰρ αὐτόματα τρόπῳ
13. τῷδε· τινῶν μὲν, οἷς γε καὶ ἡλκώθη, τὸ ἐπιπολῆς ἀπέπιπτεν,
14. ὅπερ ὀνομάζουσιν ἐφελκίδα· κᾀντεῦθεν ἤδη τὸ λοιπὸν
15. ἐγγὺς ἦν ὑγείας· καὶ μετὰ μίαν ἢ δύο ἡμέρας ἐπουλοῦτο.
16. τινῶν δὲ, οἶς οὐχ ἡλκώθη, τὸ μὲν ἐξάνθημα τραχύ τε καὶ
17. ψωρῶδες ἦν, ἀνέπιπτε καὶ οἷόν τι λέμμα, κᾀκ τούτου πάντες
1. ὑγιεῖς ἐγίγνοντο. θαυμαστόν οὖν οὐδὲν εἰ καὶ κατὰ τὸν
2. πνεύμονα τοιούτων ἐξανθημάτων γεγενημένων ἐσώζοντο
3. διὰ τὴν ξηρότητα τῶν ἑλκῶν. ὃν γὰρ ἂν ἐπὶ τῶν ἄλλων
4. ἑλκῶν ἁπάντων ὁ πρόσθεν λόγος ἐδείκνυε σκοπὸν εἶναι τῆς
5. θεραπείας, τοῦθ’ ὑπῆρχεν ἤδη τοῖς ἐκ τοῦ λοιμοῦ γεγενημένοις.
6. ἅπαντα γὰρ ἦν ξηρὰ καὶ τραχέα, τὰ μὲν πλεῖστα ψώρᾳ,
7. τινὰ δ’ αὐτῶν καὶ λέπρᾳ παραπλήσια. μαρτυρούσης οὖν
8. τῷ λόγῳ τῆς πείρας καὶ τοῖς ἕλκεσιν ἕνα τοῦτον ἔχουσι
9. σκοπὸν τῆς ἰάσεως τὸ ξηρανθῆναι, δύναιτ’ ἄν τις σώζειν
10. παμπόλλους τῶν αἷμα πτυσάντων ἐκ πνεύμονος, ὥσπερ καὶ
11. ἡμεῖς ἐσώσαμεν.

Cliquer un n° de page pour en afficher l’image