12. Ὅπως μὲν οὖν χρὴ θεραπεύειν οἷς ἀγγεῖον
13. ἀξιόλογον ἐῤῥάγη κατενεχθεῖσιν, ἢ μέγα βοήσασιν, ἢ βάρος
14. ἀραμένοις ὑπὲρ τὴν δύναμιν, ἤ τινος ἐμπεσόντος τῷ θώρακι
15. σκληροῦ καὶ μεγάλου ἔξωθεν σώματος, εἴρηται πρόσθεν.
16. ὡς δ’ ἄν τις κάλλιστα καὶ τοὺς ἐπὶ κατάῤῥου πτύσαντας
17. αἷμα μεταχειρίζοιτο, νῦν εἰρήσεται, σαφηνείας ἕνεκα
1. προχειρισαμένων ἡμῶν ἣν ἐποιησάμεθα θεραπείαν ἐν Ῥώμῃ
2. γυναικὸς τῶν ἐν τέλει. αὐτὴ γὰρ ἀκηκουῖα λόγων τοιούτων
3. οἵους νῦν διεληλύθαμεν ὑπὲρ τῶν ἐκ πνεύμονος αἷμα πτυσάντων,
4. εἴτ’ ἐκ κατάῤῥου τινὸς ἢ βηχὸς ἰσχυρᾶς ὀλίγον τι
5. πτύσασα διὰ νυκτὸς ἔπεμψεν αὐτίκα πρός με παρέχειν ἑαυτὴν
6. φάσκουσα πᾶν ὅ τι ἂν ἐθέλοιμι πράττειν. ἠκηκόει δὲ
7. κατὰ τοὺς ἔμπροσθεν χρόνους ὡς εἰ μή τις αὐτίκα βοηθήσειε
8. δραστικῶς πρὶν ἢ φλεγμῆναι τὸ ἕλκος, οὐδὲν ἀνύσει,
9. καὶ ὡς τοῦτ’ ἂν εἴη μάλιστα τὸ αἴτιον τοῦ διαφθείρεσθαι
10. τοὺς ἀναβήξαντας τὸ αἷμα. φλέβα μὲν οὖν τεμεῖν αὐτῆς οὐκ
11. ἠξίωσα, τεττάρων ἡμερῶν ἤδη διὰ τὸν κατάῤῥουν ὀλίγου
12. δεῖν ἀσίτου γεγενημένης. κλύσματι δὲ δριμεῖ κελεύσας
13. χρήσασθαι καὶ τρίψασθαί τε καὶ σκέλη καὶ τὰς χεῖρας ἐπὶ
14. πλεῖστον ἅμα φαρμάκῳ θερμαίνοντι καὶ διαδήσας, εἶτα ξυρήσας
15. τὴν κεφαλὴν ἐπέθηκα τὸ διὰ τῆς κόπρου τῶν ἀγρίων
16. περιστερῶν φάρμακον. ὡρῶν δὲ μεταξὺ τριῶν γενομένων
17. ἐπὶ τὸ βαλανεῖον ἤγαγον καὶ λούσας ἄνευ τοῦ ψαῦσαι
18. λίπους τῆς κεφαλῆς, εἶτα σκεπάσας αὐτὴν συμμέτρῳ πίλῳ
1. πρὸς τὴν ἐνεστηκυῖαν ὥραν ἔθρεψα ῥοφήματι μόνῳ τῶν
2. αὐστηρῶν ὀπωρῶν ἐπιδιδούς. εἶθ’ ὑπνοῦν μελλούσῃ τὸ διὰ
3. τῶν ἐχιδνῶν ἔδωκα φάρμακον ὡς πρὸ τεττάρων μηνῶν
4. ἐσκευασμένον· ἔτι γὰρ ἔχει τὸν τοῦ μήκωνος ὀπὸν ἰσχυρὸν τὸ
5. τοιοῦτον, ἐν δὲ τοῖς κεχρονικόσιν ἐξίτηλος γίνεται, διὰ τοῦτο
6. οὖν ὑπνῶδές τέ ἐστι καὶ ξηραίνει τὰ ῥεύματα σὺν τῷ καὶ
7. παχύνειν ἀτρέμα. παυσαμένου δὲ τελέως τοῦ κατάῤῥου δῆλος
8. μὲν ὁ πνεύμων ἦν ἔκ τε τοῦ τῆς ἀναπνοῆς εἴδους καὶ
9. τοῦ ψόφου τῆς γενομένης ἅπαξ που βηχὸς ἐκκαθάρσεως· δεόμενος.
10. οὐ μὴν συνέπραξά γε εἰς τοῦτο κατὰ τὴν δευτέραν
11. ἡμέραν, ἀλλ’ ἐφ’ ἡσυχίας τε καὶ σιγῆς ἁπάσης τὴν γυναῖκα
12. φυλάξας καὶ τρίψας τὰ κῶλα καὶ διαδήσας ἐκέλευσα καὶ
13. τἄλλα πάντα μέρη τρίψασθαι πλὴν τῆς κεφαλῆς, ἔτι γὰρ ἦν
14. ἀπὸ τοῦ φαρμάκου θερμή. αὖθις δὲ εἰς τὴν ἑσπέραν ἔδωκα
15. τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου μέγεθος, ὅσον γε ὁ παρ’ ἡμῖν
16. κύαμος. ἦν δὲ πολὺ τούτου μεῖζον ὃ κατὰ τὴν προτέραν
17. εἰλήφει. ὡς δὲ καὶ ταύτῃ τῇ νυκτὶ καλῶς ἐκοιμήθη, τῇ τρίτῃ
18. τῶν ἡμερῶν ἕωθεν δοὺς μέλιτος ἑψημένου συχνὸν, ἐφ’ ἡσυχίας
1. ἐφύλαξα. προηκούσης δὲ τῆς ἡμέρας ἅπαν ὁμοίως τρίψας
2. τὸ σῶμα τροφὴν ἐκέλευσα λαβεῖν πτισάνης χυλὸν σὺν
3. ἄρτῳ βραχεῖ. κᾄπειτα τῇ τετάρτῃ τῶν ἡμερῶν ἕωθεν μὲν
4. τοῦ διὰ τῶν. ἐχιδνῶν φαρμάκου ἀκμαίου κατὰ τὴν ἡλικίαν
5. ἅμα σὺν χρηστῷ μέλιτι προσέδωκα. τῇ κεφαλῇ δὲ τοῦ αὐτοῦ
6. φαρμάκου πάλιν ἐπιθεὶς, ὃ θερμαίνει τε καὶ ξηραίνει σφοδρῶς,
7. εἶτα λούσας καὶ θρέψας μετρίως, ἐκκαθαίρειν ἤδη
8. σφοδρότερον ἐπεχείρησα τὸν πνεύμονα τῇ πέμπτῃ τῶν ἡμερῶν.
9. εἶτ’ αὖθις καὶ αὖθις ἐχρησάμην ἐκ διαλειμμάτων κατὰ
10. μὲν τῆς κεφαλῆς τῇ συνήθει κηρωτῇ, τῇ διὰ τῆς θαψίας. τὴν
11. δ’ ὅλην τοῦ σώματος ἐπιμέλειαν ἀναθρεπτικὴν ἐποιησάμην
12. ἐν αἰωρήσεσι καὶ τρίψεσι καὶ περιπάτοις καὶ ἀλουσίαις καὶ
13. διαίτῃ μετρίᾳ τε ἅμα καὶ εὐχύμῳ. αὕτη καλῶς ἔσχεν ἡ γυνὴ
14. μηδὲ δεηθεῖσα τοῦ γάλακτος. ἄλλον δέ τινα νεανίσκον οὐκ
15. ἐκ κατάῤῥου τῆς βηχὸς ὁρμηθείσης, ἀλλ’ ἐπὶ ψύξει τῶν ἀναπνευστικῶν,
16. αἷμα καὶ αὐτὸν πτύσαντα πλῆθος ὅσον ἥμισυ
17. κοτύλης, παραχρῆμα μὲν ἐφλεβοτόμησα καὶ δὶς τῆς αὐτῆς
1. ἡμέρας ἐπαφεῖλον· εἶτα δὶς κατὰ τὴν ὑστεραίαν· τρίψει δὲ
2. τῶν κώλων καὶ δεσμῷ ἐν τῇ πρώτῃ χρησάμενος, εἰς ἑσπέραν
3. ἔδωκα τὸ διὰ τῶν σπερμάτων ἡμέτερον φάρμακον. ἐν δὲ τῇ
4. δευτέρᾳ μετὰ τὴν ἐπαφαίρεσιν ἐπέθηκα παντὶ τῷ θώρακι
5. τὴν διὰ τῆς θαψίας κηρωτὴν, εἶτ’ ἄρας αὐτὴν εἰς ἑσπέραν,
6. ὅπως μὴ θερμήνειε περαιτέρω τοῦ δέοντος, ἐν τῇ τρίτῃ πάλιν
7. ἐπιθεὶς ὥραις που τρισὶν ἔλουσα τὸν ἄνθρωπον, ἔθρεψά τε
8. ταῖς τρισὶν ἡμέραις παραπλησίως, ῥοφήματα μὲν ἐν ταῖς
9. πρώταις δύο, τῇ τρίτῃ δὲ χυλὸν μὲν πτισάνης προδοὺς,
10. ἰχθὺν δέ τινα τῶν εὐπέπτων δοὺς ἁπλῶς ἠρτυμένον. ἔδωκα
11. δὲ καὶ τὸ διὰ τῶν σπερμάτων φάρμακον, ἐν δὲ τῇ δευτέρᾳ
12. καὶ τῇ τρίτῃ τῶν ἡμερῶν ὁμοίως εἰς ἑσπέραν· ὑπνοποιόν
13. τε γάρ ἐστι καὶ ἀνώδυνον καὶ ξηραντικόν. ἤδη δὲ καὶ
14. τῶν ἀναπνευστικῶν ἐν εὐκρασίᾳ τῇ κατὰ φύσιν ὄντων καὶ
15. τοῦ παντὸς σώματος κεκενωμένου καὶ μηδὲ μιᾶς ὑποψίας
16. φλεγμονῆς ὑπολειπομένης κατὰ τὸ ἐῤῥωγὸς ἀγγεῖον, ἀνακαθαίρειν
17. ἠρξάμην. εἶτα πίνοντα τὸ διὰ τῶν ἐχιδνῶν φάρμακον
18. ἀκμαῖον κατὰ τὴν ἡλικίαν ἐπὶ τὰς Ταβίας ἐξέπεμψα.
1. πάντας οὕτως ἐγὼ τοὺς κατὰ τὴν πρώτην ἡμέραν ἑαυτοὺς.
2. ἡμῖν ἐγχειρίσαντας ἰασάμην.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 5.13, ed. Kühn, 1825, vol. 10, p. 368-373. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩