3. Οὐ μὴν τούς γε μετὰ δύο ἢ τρεῖς ἅπαντας,
4. ἀλλ’ ἔνιοί τινες αὐτῶν ἀνίατον ἔσχον τὸ ἕλκος. ὅσοι δ’ ἔφθασαν
5. οὕτω φλεγμήναντες ὡς πυρέξαι, τούτων οὐδεὶς ἐθεραπεύθη
6. τελέως. ἀλλ’ ὅσοι μετὰ ταῦτα διὰ πάντων ὀρθῶς
7. τῶν βοηθημάτων διεξῆλθον, ὡς ξηρανθῆναι τὸ ἕλκος, ἐκέρδησαν
8. οὗτοι τοσοῦτον ὡς μήτ’ ἐπινέμεσθαι μήτε μεῖζον γίγνεσθαι,
9. ξηρανθὲν δὲ καὶ τυλωθὲν ἐπιτρέψαι χρόνῳ πλέονι
10. ζῆσαι τὸν ἄνθρωπον. μόνοι δὲ ἀνιάτως διακεῖσθαί μοι δοκοῦσι
11. τῶν ἕλκος ἐν πνεύμονι ἐχόντων οἱ διὰ κακοχυμίαν,
12. τινὰ ἀναβρωθέντες, ὧν ἔνιοι καὶ τοῦ σιάλου φασὶν ὥσπερ
13. ἅλμης αἰσθάνεσθαι. χρόνου μὲν γὰρ οἶμαι πάντως δεῖν μακροῦ
14. πρὸς τὴν τῆς κακοχυμίας ἐπανόρθωσιν. ἀνάγκη δ’ ἐν
15. τῷ χρόνῳ δυοῖν θάτερον, ἢ ξηραινόμενον τὸ ἕλκος τυλωθῆναι
16. καὶ διὰ τοῦτο ἀνίατον γενέσθαι παντάπασιν, ἢ μὴ ξηραινόμενον
17. αὐτό τε πρῶτον ἀποδειχθῆναι σηπεδονῶδες ἐπινέμεσθαί
18. τε τὰ πέριξ καὶ οὕτως ἐν χρόνῳ διασῆψαι τὸν πνεύμονα.
1. πολλοὶ δὲ τῶν ἐσχηκότων τοιαύτην κακοχυμίαν ἤδη
2. βήττοντες ἐξ αὐτῆς, οὐ μέν τοί γ’ ἐπτυκότες οὐδέπω τὸ αἷμα,
3. τῆς περ’ ἡμῶν τυχόντες προνοίας εἰς τέλος ὑγιάσθησαν. χρὴ
4. δὲ ἐν ἀρχῇ μὲν οὐδενὸς οὕτως ὡς τοῦ μήτε βήττειν αὐτοὺς
5. φροντίσαι μήτ’ ἐκ τῆς κεφαλῆς καταῤῥεῖν τι εἰς τὸν πνεύμονα.
6. καὶ γίνεται τοῦτο τρισὶ βοηθήμασι, καθάρσει μὲν
7. πρώτῳ, δευτέρῳ δὲ τῷ διὰ τῶν σπερμάτων φαρμάκῳ, τρίτῳ
8. δὲ τῇ προνοίᾳ τῆς κεφαλῆς. δεῖ δὲ τὸ μὲν καθαῖρον εἶναι
9. μικτὸν ἐκ διαφερουσῶν δυνάμεων, οἷά πέρ ἐστι τὰ ἡμέτερα
10. καταπότια δι’ ἀλόης καὶ σκαμμωνίας καὶ κολοκυνθίδος καὶ
11. ἀγαρικοῦ καὶ βδελλίου καὶ κόμμεως Ἀραβικοῦ συγκείμενα,
12. πρὸς τὸ πλέονας ἰδέας ἐκκαθαίρειν τῶν περιττωμάτων. ἱκανὸν
13. δὲ ὠφελῆσαι καὶ τὸ χωρὶς κόμμεως· ὕστερον δ’ ἂν, εἰ
14. δεήσει, καὶ τοῖς τὰ μέλανα καθαίρουσι χρήσαιο· τὴν δὲ τῆς
15. κεφαλῆς πρόνοιαν ἐπιτρέψαι τῇ διὰ θαψίας κηρωτῇ. ταῦτα
16. μὲν ἐν ἀρχῇ ποιητέον ἐστὶν; ἐφεξῆς δὲ ἀνατρέφειν χρηστῶς
17. εὐχύμοις ἐδέσμασι καὶ τρίψεσι καὶ περιπάτοις καὶ λουτροῖς.
18. εἰρήσεται δὲ ἡ περὶ τὰ τοιαῦτα μέθοδος ἐν τῷ προσήκοντι
1. χωρίῳ τῆς συγγραφῆς, ὁποῖοι οὗτοι μάλιστα δέονται τοῦ
2. γάλακτος, ἀμελήσαντες δὲ πάντων ἀνιατότατοι γίνονται·
3. περὶ δὲ φλεβοτομίας αὐτῶν ὧδε χρὴ γινώσκειν. ὅσοι μὲν ἂν
4. δόξωσιν ὀλίγον ἔχειν αἷμα καθ’ ὃν εἴρηκα τρόπον, εἰς εὐχυμίαν
5. τινὰ προσαγαγὼν αὐτοὺς, φλεβοτομῆσαί τε δυνήσῃ
6. καὶ πάλιν ἀναθρέψαι, καὶ πάλιν καθᾶραι καὶ αὖθις ἀναθρέψαι,
7. καὶ αὖθις, εἰ δεήσειε, φλεβοτομῆσαι, καὶ μάλισθ’
8. ὅσοις ἐστὶν οἷον ἰλύς τις μοχθηρὰ καὶ παχεῖα τὸ σύμπαν αἷμα·
9. τοὺς δ’ ἰσχυρούς τε καὶ πολυαίμους εὐθὺς ἐξ ἀρχῆς
10. φλεβοτομεῖν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 5.14, ed. Kühn, 1825, vol. 10, p. 373-375. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩