11. Οὐδὲν ὧν εἶπον οὔτε νῦν οὔτε πρόσθεν
12. ὧν ἂν ἢ αὐτὸς ἐξεῦρον, ἢ κατὰ τὴν Ἱπποκράτους ὁδὸν
13. ἐχρησάμην, ἀβασάνιστόν ἐστιν οὐδ’ ἄκριτον, ἀλλ’ ὑπὸ τῆς
14. πείρας ἅπαντα κέκριται, τὸν μὲν τῆς ἀποτυχίας κίνδυνον
15. ἡμῶν ὑπομεινάντων, τὸν καρπὸν δὲ τῆς χρήσεως ἑξόντων
16. ἁπάντων οἷς ἂν μέλῃ τῶν ἔργων τῆς τέχνης. ἄλλοι μὲν γάρ
17. εἰσιν οἱ ἀληθεῖς, ἄλλοι δὲ οἱ τῶν σοφιστῶν λόγοι. καὶ τί δεῖ
18. λέγειν περὶ τῶν σοφιστῶν, ὅπου καὶ τῶν ἀξιολόγων ἰατρῶν
1. ἔνιοι ὅλα γράψαντες. βιβλία περὶ αἵματος ἀναγωγῆς ἄλλα
2. μέν τινα πολλὰ καὶ μικρὰ καλῶς διεξῆλθον, οὐδενὸς δὲ τῶν
3. μεγίστων ἐμνημόνευσαν; οὐκ ἐννοοῦντες ὡς μὲν διὰ τὰ πολλὰ
4. καὶ σμικρὰ τὰ καλῶς παρ’ αὐτῶν παρῃνημένα μακρὸς ὁ
5. θάνατος αὐτοῖς τοῖς κάμνουσι γενήσοιτο, διὰ δὲ τρία ταῦτα
6. σώζονται πάντες οἱ σωθῆναι δυνάμενοι, διὰ φλεβοτομίαν
7. καὶ κάθαρσιν καὶ τὰ ῥωννύντα τὴν κεφαλὴν φάρμακα.
8. εἰρήσεται δὲ τελεώτερον ἐν τοῖς ἑξῆς περὶ φλεβοτομίας, ὅταν
9. ὑπὲρ τῆς τῶν κακοχύμων θεραπείας διερχώμεθα. μὴ τοίνυν
10. ὥσπερ ἔνιοι τῶν ἰατρῶν ἀπὸ τῶν μικρῶν ἄρχεσθαι βοηθημάτων,
11. μηδ’ ὅπερ ἐκεῖνοι λέγουσιν, ἐννοεῖν, ὡς. ἀποπειρατέον
12. ἐστὶ τούτων πρότερον, εἶτ’, εἴπερ ἀνύει μηδὲν, ἐπιτίθεσθαι
13. τοῖς μείζοσιν. ἐπὶ μὲν γὰρ τῶν ἀκινδύνων παθῶν
14. ἀληθὴς ἡ τοιαύτη δόξα, τεθνηξομένου δὲ πάντως τοῦ κάμνοντος,
15. ἐὰν εἰς ἀρχὴν καταστῇ φθόης, ἀλογώτατόν ἐστιν
16. ἀπὸ τῶν μικροτέρων ἄρχεσθαι. τά τε γὰρ ἄλλα πάντα καλῶς
17. ὑφ’. Ἱπποκράτους εἴρηται καὶ σὺν αὐτοῖς ὁ ἀφορισμὸς ὅδε·
1. εἰς δὲ τὰ ἔσχατα νοσήματα αἱ ἔσχαται θεραπεῖαι εἰς ἀκριβίην
2. κράτισται. τί ποτ’ οὖν Ἐρασιστράτῳ δόξαν ἀργός τε
3. καὶ ῥᾴθυμος ἐν ἀρχῇ τῶν τοιούτων παθῶν γενόμενος, ἐπιμελὴς
4. αὖθίς ἐστιν, ὅτε οὐδὲν ὄφελος; φλεβοτομία γὰρ οὐδ’
5. ὅλως ἐπ’ οὐδενὸς τοῦ αἵματος ἀναγωγῇ χρῆται, λογισμῷ
6. φαυλοτάτῳ πιστεύσας· ἐκάθηρέ τε οὐδένα, καθάπερ οὐδὲ
7. τὴν κεφαλὴν ἐξήρανεν. ἅπερ εἴ τις ἐξέλοι τῶν κινδυνευόντων
8. ἁλῶναι φθόῃ, κᾂν τἄλλα πάντα διέλθοι καλῶς, οὐδὲν, οἶμαι,
9. πλέον ἀνύσει. φλεβοτομίαν γὰρ παραιτεῖται, δεσμοῖς μόνοις
10. χρώμενος ἐπὶ τῶν κώλων ὑπὲρ ἀντισπάσεως, ἵν’, ὡς αὐτός
11. φησι, εἰς τοὺς τῆς φλεγμονῆς καιροὺς ἔχωμεν αὔταρκες
12. αἷμα καὶ μὴ διὰ τὴν ἔνδειαν αὐτοῦ τρέφειν ἀναγκαζώμεθα
13. τὸν ἄῤῥωστον. ἀλλ’ ὦ γενναιότατε, φαίη τις ἂν, οἶμαι,
14. πρὸς αὐτὸν, ἐὰν φθάσῃ φλεγμήνας πνεύμων ἐπ’ ἀγγείου
15. ῥήξει, μηκέτι ἔλπιζε τοῦτον ἰαθήσεσθαι δι’ οὓς ὀλίγον ἔμπροσθεν
16. εἶπον λογισμούς· ὥστ’ οὐδὲν ἔτι σου χρῄζει, προδοθεὶς
17. ἐν ἀρχῇ. παραπλήσιον γάρ τι ποιεῖς κυβερνήτῃ δι’ ἀμέλειαν
18. περιτρέψαντι τὸ πλοῖον, εἶτ’ ἐγχειρίζοντι σανίδας τῶν πλωτήρων
1. τινὶ καὶ συμβουλεύοντι διὰ ταύτης πορίζεσθαι τὴν
2. σωτηρίαν. ἀλλ’ ἴσως Ἐρασίστρατος ἡγεῖτο τῶν ἐξ ἀνάγκης.
3. ἑπομένων τραύμασιν εἶναι τὴν φλεγμονὴν, ἀγνοεῖ δ’, εἴπερ
4. οὕτω γιγνώσκει, μεγάλα· πάρεστι γοῦν θεάσασθαι τῷ βουλομένῳ
5. μυρίους τῶν ὁσημέραι μονομαχούντων ἄνευ φλεγμονῆς
6. τραύματα μέγιστα κολληθέντας· ὥστε τῇ δευτέρᾳ ἢ τῇ τετάρτῃ
7. τῶν ἡμερῶν ἐν ἀσφαλείᾳ πάσῃ καθεστηκέναι. παμπόλλους
8. δὲ καὶ ἡμεῖς ἐθεραπεύσαμεν ἀγγεῖον ἐν πνεύμονι ῥήξαντας.
9. ἐκ καταπτώσεως ἢ ἐκ πληγῆς ἢ βοῆς, πρὶν φλεγμῆναι
10. τὸ ῥαγέν. εἰ δὲ καὶ τοῦτόν φησι φλεγμῆναι τὸν πνεύμονα,
11. τοῖς ἑαυτοῦ μάχεται δόγμασιν, ἅμα μὲν φλεγμαίνειν λέγων
12. κύριον σπλάγχνον ἐγγυτάτω κείμενον καρδίας, ἅμα δ’ ἀπύρεκτον
13. φαίνεσθαι τὸν ἄνθρωπον, ἔτι τε λυθείσης τῆς φλεγμονῆς,
14. μηδὲν ἀναπτυσθῆναι. ἀντακουσάτω τοιγαροῦν παρ’
15. ἡμῶν ὡς οὔτε κολληθῆναι τὸ ἕλκος οἷόν τ’ ἐστὶν, ἐὰν ὁ
16. πνεύμων φλεγμαίνῃ· καὶ πάντως πυρέξει φλεγμήναντος· ἀναπτύσει
17. θ’ ἑξῆς σὺν βηχὶ πυώδη πτύσματα, λυομένης τῆς
18. φλεγμονῆς. ἐὰν τοίνυν μήτε πυρέξῃ μήτε βήξῃ μήτε ἀναπτύσῃ
1. τι τῶν ἐφ’ ἕλκει καὶ φλεγμονῇ ἰχώρων, τίνα νοῦν ἔχει
2. φλεγμῆναι φάναι τούτου τὸν πνεύμονα; τοῦτό τε οὖν τὸ
3. βοήθημα μέγιστον ὑπάρχων οὐκ ὀρθῶς παρ’ αὐτοῦ κατέγνωσται,
4. τούτῳ τ’ ἐφεξῆς ἡ κάθαρσις ἀμνημόνευτος ἐᾶται,
5. καὶ φάρμακον ἀγωνιστικὸν οὐδὲν εἴρηται τῷ ἀνδρὶ κατ’
6. οὐδὲν γένος τῶν προειρημένων. ἀλλ’ ἐάν τε κεφαλὴ πέμπῃ
7. τὸ ῥεῦμα, φυλαχθήσεται πέμπουσα· ἐάν τε διὰ δυσκρασίαν
8. αὐτῶν τῶν ἀναπνευστικῶν γένηται ἡ βὴξ, καὶ αὐτὴ φυλαχθήσεται.
9. παραπλήσιος γοῦν ἐστιν ὁ Ἐρασίστρατος ἀγαλματοποιῷ,
10. τὰ μὲν ἄλλα πάντα κοσμήσαντι, τυφλὸν δ’ ἐργασαμένῳ τὸ
11. ἄγαλμα. τί γὰρ ὄφελος τοῦ λοιποῦ κάλλους, ὀφθαλμῶ μὴ
12. παρόντων; εἶτα τῶν τηλικούτων ἀνδρῶν μέγιστα σφαλλομένων
13. ὁ θαυμασιώτατος Θεσσαλὸς, οὐδ’ ἐννοήσας τὴν τέχνην,
14. ἀξιώσει μεθοδικὸς ὀνομάζεσθαι· καὶ νῦν ὁρῶμεν σχεδὸν ἅπαντας
15. τοὺς ἀπ’ αὐτοῦ φλεβοτομοῦντας ἄλλους τε πολλοὺς τῶν
16. καμνόντων, οἷς οὐχ ὅπως ὠφέλιμον, ἀλλὰ καὶ βλαβερὸν ἐχρῆν.
17. ὑπειλῆφθαι τὸ βοήθημα, φυλαττόντων γε αὐτῶν τὰς οἰκείας
18. ὑποθέσεις· οὐχ ἥκιστα δὲ καὶ τοὺς αἷμα πτύσαντας, εἴτε
1. σὺν ἐμέτοις εἴτε σὺν βηξὶν, ὅταν ὦσιν ἰσχυροὶ τὴν δύναμιν.
2. εἶτα πῶς ἀλλήλοις ὁμολογεῖ ταῦτα, τὸ φλεβοτομεῖν τινα
3. τῶν αἷμα πτυσάντων, αὐτοὺς ἐν τοῖς ἰδίοις συγγράμμασι
4. γράφοντας τοῖς στεγνοῖς πάθεσιν ἐπιτήδειον εἶναι τὸ βοήθημα;
5. μὴ τοίνυν ἔτι μηδὲ μεθοδικοὺς ἑαυτοὺς ὀνομαζέτωσαν,
6. ἀλλ’ ἐμπειρικοὺς, οἳ παρέντες τὸν λόγον, ὃν ἐνόμιζον
7. ὑπάρχειν ὑγιῆ, τῇ πείρᾳ χρῶνται πρὸς τὴν τῶν βοηθημάτων
8. εὕρεσιν. ἆρ’ οὖν ἐν τούτοις μὲν ἐναργῶς ἐξελέγχονται μηδὲν
9. μήτε μεθόδῳ μήθ’ ὅλως λόγῳ τινὶ πράττοντες, ἐν οἷς δὲ
10. τὰ μέρη φασὶν ὑπάρχειν ἄχρηστα πρὸς τὴν τῆς θεραπείας
11. εὕρεσιν, οὐ πολὺ μᾶλλον; καὶ μὴν εἴ τις ἀναμνησθείη τῶν
12. εἰρημένων ἡμῖν ἐπὶ ὠτῶν καὶ μυκτήρων καὶ ὀφθαλμῶν καὶ
13. στόματος καὶ θώρακος καὶ πνεύμονος; ἔτι τε μήτρας καὶ
14. κύστεως καὶ τῶν κατὰ τὴν γαστέρα, τοῦ παντὸς ἁμαρτάνοντες
15. φανοῦνται. τοιοῦτος γοῦν καὶ ὁ τῷ Μακεδονικῷ φαρμάκῳ
16. χρώμενος ἐπ’ αἰδοίου φλεγμαίνοντος, ἅμα τῷ χαλαστικῷ
17. καταπλάσματι, τῷ συνήθει τούτῳ τῷ δι’ ἄρτου καὶ ὑδρελαίου
18. σκευαζομένῳ. καί τις ἄλλος αὐτῷ παραπλήσιος ἐφ’
1. ἕδρας ἡλκωμένης τοῖς αὐτοῖς χρώμενος· ἀλλ’ ἐν τοῖς περὶ τῶν
2. φλεγμονῶν λόγοις ὑπὲρ τῶν τοιούτων ἐροῦμεν. ἕλκη δὲ
3. χωρὶς φλεγμονῆς ἐν αἰδοίῳ καὶ ἕδρᾳ καταπλάσματος μὲν
4. οὐδενὸς δεῖται, φαρμάκου δ’ ἐπουλοῦντος; οὐ μὰ Δία τοιούτου
5. τὴν φύσιν οἷον εἰς οὐλὴν ἄγει τὰ κατὰ τὰς σάρκας ἕλκη,
6. ἀλλ’ εἰς τοσοῦτον ξηροτέρου τὴν δύναμιν εἰς ὅσον ἐστὶ καὶ
7. τὰ μόρια ξηρότερα σαρκός. καὶ τό γε θαυμασιώτερον, αὐτῶν
8. τῶν ἐν αἰδοίῳ συνισταμένων ἑλκῶν ἐπὶ μᾶλλον δεῖται ξηραίνεσθαι
9. τά τε τοῦ καυλοῦ σύμπαντος ὅσα τε ἐκτὸς
10. αὐτοῦ κατὰ τὸ πέρας ἐστὶν, ὃ προσαγορεύουσι βάλανον.
11. ἧττον δὲ τούτων χρῄζει ξηραινόντων φαρμάκων ὅσα τῆς
12. πόσθης ἐστὶν ἕλκη, κᾀκ τούτων ἔθ’ ἧττον ὅσα κατὰ τοῦ
13. λοιποῦ δέρματος ὃ περὶ σύμπαν ἐστὶ τὸ αἰδοῖον. ὑγρὸν οὖν
14. ποθ’ ἕλκος ἐπὶ τῆς βαλάνου τῶν ἀμεθόδων ἰατρῶν τις, τούτων
15. δὴ τῶν Θεσσαλείων, μὴ δυνάμενος ἰάσασθαι τούτοις τοῖς
16. ἐπουλωτικοῖς ὀνομαζομένοις φαρμάκοις, εἰς συμβουλὴν ἡμᾶς
17. παρεκάλεσεν. ἀκούσας οὖν ὅτι πολὺ ξηροτέρου δεῖται φαρμάκου
18. τὸ μόριον τοῦτο, παρ’ ὅσον ἐστὶ καὶ φύσει ξηρότερον,
1. ἠπίστει μὲν τὸ πρῶτον· ὡς δ’ ὑπ’ ἀνάγκης εἰς τὸ χρήσασθαί
2. τινι τῶν ἡμετέρων ἀφίκετο, τρισὶ μὲν ἡμέραις ὑγιάσθη τὸ
3. ἕλκος· εὔδηλος δὲ ἦν ὁ ἰατρὸς οὐ τοσοῦτον χαίρων ἐπὶ τῷ
4. θεραπεῦσαι τὸν ἄνθρωπον ὅσον ἀνιώμενος ἐπὶ τῷ πονηρᾷ
5. συντετράφθαι δογμάτων αἱρέσει. τὸ γάρ τοι διὰ χάρτου κεκαυμένου,
6. τοῦτο δὴ τὸ σύνηθες ἡμῖν, ἰᾶται τὰ τοιαῦτα τῶν
7. ἑλκῶν, ὥσπερ γε καὶ ἄνηθον κεκαυμένον ὁμοίως ἐπιπαττόμενον,
8. καὶ κολοκύνθη δὲ ξηρὰ κεκαυμένη κατὰ τὸν αὐτὸν τρόπον·
9. ἄλλα τε πολλὰ τῶν ὄντως ἰσχυρῶς ξηραινόντων φαρμάκων.
10. ὅσα δ’ ἄνικμα τῶν τοιούτων ἑλκῶν ἐστι καὶ
11. πρόσψατα, τούτοις καὶ ἡ ἀλόη μόνη φάρμακον ἀγαθόν· ἐπιπάττεται
12. δὲ χνοώδης ξηρά. αὕτη δὲ καὶ τὰ κατὰ τὴν ἕδραν
13. ἕλκη τὰ ξηρὰ θεραπεύει καλῶς. ὁμοιοτάτην δ’ αὐτῇ δύναμιν
14. ἔχει καὶ καδμεία δι’ οἴνου πεπλυμένη ξηρά. καὶ ταύτης ἐγγύς
15. ἐστιν ἡ καλουμένη λιθάργυρος. εἶθ’ ἑξῆς ἡ μολύβδαινα. πάντων
16. δ’ αὐτῶν ἀνωδυνώτατόν τε καὶ οὐδενὸς ἧττον δραστήριον
17. ὁ πομφόλυξ ἐστίν. εἰ δ’ ὑγρότερα τύχοι πίτυός τε
18. φλοιὸς αὐτὸς καθ’ ἑαυτὸν, ὅ τε λίθος ὁ αἱματίτης ὀνομαζόμενος.
1. εἰ δὲ καὶ βάθος αὐτοῖς συνείη τι, μετὰ τὸ ξηρᾶναι
2. τῶν εἰρημένων τινὶ, μάννης αὐτοῖς τοσοῦτον μικτέον ὅσον
3. αὔταρκες εἰς γένεσιν σαρκός. τούτων τε οὖν οὐδὲν οὐδὲ ὄναρ
4. ἴσασιν οἱ ἀπὸ τῆς ἀμεθοδωτάτης αἱρέσεως ἅπαν ἕλκος
5. ἡγούμενοι τῆς αὐτῆς δεῖσθαι θεραπείας, ἐν ᾧπερ ἂν ᾖ τοῦ
6. ζώου μορίῳ· καὶ πρὸς τούτοις ἔτι, μηδ’ ὅπως χρὴ ῥάπτειν
7. αὐτῶν ἔνια, καθάπερ εἰ τύχοι τὰ κατ’ ἐπιγάστριον· ὑπὲρ
8. ὧν ἐν τῷ μετὰ ταῦτα λόγῳ λεχθήσεται σὺν τοῖς ὑπολοίποις
9. ἅπασι.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 5.15, ed. Kühn, 1825, vol. 10, p. 375-383. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩