10. Ὅσον οὖν ὑπόλοιπον ἔτι τῆς τούτου
11. τοῦ γένους θεραπείας ἐστὶν ἤδη λέγωμεν. ὀνομάζεται μὲν τὸ
12. γένος τοῦτο πρὸς ἡμῶν ἕνεκα σαφοῦς διδασκαλίας ἑνώσεως
13. λύσις, οὐδὲν διαφέρον εἰ καὶ συνεχείας εἴποιμεν. ἐγγίνεται δ’
14. οὐ μόνον τοῖς ὁμοιομερέσι τε καὶ ἁπλοῖς ὀνομαζομένοις μορίοις,
15. ἀλλὰ καὶ τοῖς συνθέτοις τε καὶ ὀργανικοῖς. αἱ δὲ τῶν
16. βοηθημάτων ἐνδείξεις ἕτεραι μὲν ἀπὸ τῶν ὁμοιομερῶν εἰσιν,
17. ἕτεραι δὲ ἀπὸ τῶν ὀργανικῶν. ἀμφοτέρας μὲν οὖν οἱ τὴν
18. Ἱπποκράτους μέθοδον ἀσπαζόμενοι γινώσκουσι, διότι καὶ
1. τὴν ἑκατέρων τῶν μορίων φύσιν ἐπίστανται· τὴν δ’ ἑτέραν
2. ἐξ αὐτῶν μόνην τὴν ἀπὸ τῶν ὀργανικῶν οἱ περὶ τὸν Ἐρασίστρατόν
3. τε καὶ Ἡρόφιλον. ὥστε κᾀν τοῖς ἐφεξῆς λόγοις ὅσα
4. μὲν ἀπὸ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ σώματος
5. ἢ πάθους εἰς τὴν ἔνδειξιν λαμβάνεται, τούτων οὐδενὸς
6. ἕξουσι μέθοδον οἱ περὶ τὸν Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον
7. ὅσα δὲ ἀπὸ τῆς διαπλάσεως, ἢ θέσεως, ἢ κυριότητος, ἢ
8. εὐαισθησίας, ἢ τῶν ἐναντίων, οὐκ ἀγνοήσουσι. φανείη δ’ ἄν
9. σοι σαφέστερον ὃ λέγω τῶν σωμάτων αὐτῶν προχειρισθέντων.
10. ἐπεὶ τοίνυν ἔμπροσθεν ὑπὲρ τῶν ἐν σαρκώδεσι μέρεσι
11. γινομένων ἑλκῶν ὁ πλεῖστός μοι λόγος ἐπεράνθη, νῦν δ’ ἤδη
12. καιρὸς ὑπὲρ τῶν ἐν ἀρτηρίᾳ καὶ φλεβὶ καὶ νεύρῳ διελθεῖν,
13. οὐδὲ περὶ τούτων ἁπλῶς, ἀλλὰ καὶ καθ’ ἕκαστον σπλάγχνον
14. ἢ συλλήβδην εἰπεῖν ὀργανικὸν τοῦ ζώου μόριον. εἰ δέ τις
15. ἀρτηρίαν ἢ φλέβα τρωθείη μεγάλην, αἱμοῤῥαγία τε λαύρως
16. ἐπιπίπτει τοπαραυτίκα καὶ κολληθῆναι τῷ τοιούτῳ τραύματι
17. χαλεπὸν μὲν κᾀν τῇ φλεβί· κατὰ δὲ τὴν ἀρτηρίαν οὐ
1. χαλεπὸν μόνον, ἀλλὰ ἴσως καὶ ἀδύνατον, ὥς τινες ἀπεφήναντο
2. τῶν ἰατρῶν. λεκτέον οὖν ὑπὲρ ἑκατέρων ἐν μέρει
3. πρότερον μὲν τῶν αἱμοῤῥαγιῶν, δεύτερον δὲ τῶν συμφύσεων.
4. ἐπεὶ δὲ καὶ κατὰ ἀναστόμωσίν τε καὶ τὴν καλουμένην διαπήδησιν
5. αἱμοῥῥαγίαι γίνονται, διὰ τὴν κοινωνίαν τῶν ἰαμάτων
6. οὐδὲν χεῖρον ἐν τῷδε μνημονεύειν αὐτῶν, εἰ καὶ δοκοῦσιν ἐξ
7. ἑτέρου γένους εἶναι νοσημάτων. ἐκχεῖται τοίνυν αἷμα φλεβὸς
8. καὶ ἀρτηρίας ἤτοι κατὰ τὸ πέρας ἀνεστομωμένων τῶν ἀγγείων,
9. ἢ τοῦ χιτῶνος αὐτῶν διαιρεθέντος, ἢ ὡς ἄν τις
10. εἴποι διηθούμενον, ἢ διιδρούμενον. ὁ μὲν οὖν χιτὼν διαιρεῖται
11. τιτρωσκόμενός τε καὶ θλώμενος καὶ ῥηγνύμενος καὶ διαβιβρωσκόμενος.
12. ἀναστόμωσις δὲ γίνεται διά τε ἀτονίαν
13. ἀγγείου καὶ πλῆθος αἵματος ἀθρόως ῥεύσαντος ἐπὶ τὸ στόμιον
14. αὐτοῦ καί τινα ποιότητα προσπίπτουσαν ἔξωθεν αὐτῷ
15. δριμεῖαν. ἡ δὲ διαπήδησις ἀραιωθέντος μὲν τοῦ χιτῶνος,
16. λεπτυνθέντος δὲ τοῦ αἵματος ἀποτελεῖται· γένοιτο δ’ ἄν
17. ποτε καὶ δι’ ἀναστόμωσιν ἀγγείων μικρῶν. λεκτέον οὖν ὑπὲρ
18. ἑκάστης διαθέσεως ἐν μέρει, καὶ πρώτης γε τῆς διαιρέσεως, ἣν
1. ἐξ ἀναβρώσεως καὶ τρώσεως καὶ θλάσεως καὶ ῥήξεως ἔφαμεν
2. γίγνεσθαι. τὰ μὲν δὴ τιτρώσκοντα τῶν αἰτίων ὀξέα τ’ ἐστὶ
3. καὶ σύντομα, τὰ δὲ θλῶντα βαρέα τε καὶ σκληρὰ, τὰ δὲ
4. ῥηγνύντα διὰ μέσης μὲν ἅπαντα τῆς τάσεως ῥήγνυσιν· ἔστι
5. δὲ πλείω σφοδρότης ἐνεργείας καὶ πλῆθος χυμῶν, οὐ τὸ πρὸς
6. τὴν δύναμιν, ἀλλ’ ὅταν ὑπὸ τῶν περιεχόντων μὴ στέγηται,
7. καὶ κατάπτωσις ἐξ ὑψηλοῦ καί τι τῶν βαρέων καὶ σκληρῶν
8. ἐμπεσόν. τὸ γὰρ τοιοῦτον ἐπειδὰν μὲν ἤτοι κενοῖς, ἢ
9. ὀλιγίστην οὐσίαν περιέχουσιν ἀγγείοις ἐμπέσοι, θλάσιν
10. ἐργάζεται, μετὰ τοῦ καὶ τὸ ἀντιστηρίζον ἔχειν σκληρόν· ἐπειδὰν
11. δὲ πλῆρες ᾖ, φθάνει ῥηγνύειν πρὶν θλᾶσθαι, παραπλησίου
12. τοῦ συμβαίνοντος ὄντος ὥσπερ εἰ καὶ πληρώσας ἀσκὸν
13. ἢ κύστιν ἐπιῤῥίψαις λίθον, ἢ εἰ κατὰ τοῦ λίθου σφοδρῶς
14. ἐπιῤῥίψαις τὸν ἀσκόν. ἔοικε δὲ μάλιστα τοῦτο τὸ γινόμενον
15. ἐν ταῖς καταπτώσεσιν· ὃν γὰρ ἔχει λόγον ὡς πρὸς τὸν λίθον
16. ὁ ἀσκὸς, τοῦτον ὡς πρὸς τοὔδαφος ὁ ἄνθρωπος. ὅσοι δὲ μέγιστον
17. ἢ ὀξύτατον βοήσαντες ἔῤῥηξαν ἀγγεῖον ἐν πνεύμονι,
1. διὰ συντονίαν ἐνεργείας ἔπαθον οὕτως· ὡσαύτως δ’ αὐτοῖς
2. καὶ ὅσοι βαρὺν ὄγκον σώματος ἢ τοῖς ὤμοις ἀναθέσθαι προὐθυμήθησαν,
3. ἢ ἄλλως πως ἐξᾶραι διὰ ταῖν χεροῖν. ἔτι δὲ
4. μᾶλλον ὅσοι διὰ δρόμον ὠκὺν, ἢ πηδήσαντες μέγιστα, ἤ πως
5. ἄλλως ἰσχυρῶς τείναντές τι μόριον· ἔστι γὰρ καὶ τοῦτο παραπλήσιόν
6. ὡς εἰ καὶ σχοινίον, ἢ ἱμᾶντα διατείναις ἐπὶ πλεῖστον.
7. ὅτι δὲ καὶ διὰ τὸ μὴ στέγειν τὸ περιεχόμενον ἐν αὐτοῖς αἷμα,
8. καὶ μάλισθ’ ὅταν ᾖ πνευματικὸν, οὐκ ὀλίγα ῥήγνυται, δηλοῦσιν
9. οἵ τε πίθοι πρὸς τοῦ γλεύκους ἀναῤῥηγνύμενοι καὶ ἄλλᾳ
10. πολλὰ τῶν ἰσχυροτάτων σωμάτων.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 5.2, ed. Kühn, 1825, vol. 10, p. 309-313. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩