Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 5.3, ed. Kühn, 1825, vol. 10, p. 313-319. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.3

11. Εἰ μὲν οὖν ἐκ τρώσεως, ἢ βοῆς, ἢ καταπτώσεως
12. ἡ ῥῆξις ἐγένετο, πέπαυται τὸ αἴτιον. εἰ δ’ ὑπὸ
13. πλήθους, ἐγχωρεῖ καὶ νῦν ἔτι τὸ ἀγγεῖον ἐπὶ πλέον ἀναῤῥήγνυσθαι,
14. μενούσης ἔτι τῆς ποιούσης αἰτίας ἐπὶ μὲν οὖν τῆσδε
15. τῆς διαθέσεως ἐκκενωτέον ὅτι τάχιστα τὸ πλῆθος· εἶθ’
16. οὕτως ἐπισχετέον τὸ αἷμα· κᾄπειτα τὸ ἕλκος θεραπευτέον.
17. ἐφ’ ὧν δὲ οὐκ ἔστι τὸ αἴτιον, ἐπισχεῖν μὲν χρὴ πρῶτον τὸ
1. αἷμα, τὸ δ’ ἕλκος ἑξῆς ἰᾶσθαι. πῶς οὖν ἐπισχῶμεν τὸ αἷμα;
2. στεγνώσαντες μὲν τὸ ἐῤῥωγὸς, ἐκτρέψαντες δὲ καὶ ἀποστρέψαντες
3. ἑτέρωσε τὸ δι’ αὐτοῦ φερόμενον, ὡς εἴ γε καὶ τοῦτ’
4. ἐπιῤῥέοι, καθάπερ ἐξ ἀρχῆς ὥρμησε, καὶ τὸ στόμιον ἴσον
5. ἑαυτῷ διαμένοι, θᾶττον ἂν ἀπόλοιτο τὸ οὕτως αἱμοῤῥαγοῦν
6. ξῶον ἢ τὸ αἷμα παύσαιτο κενούμενον. ἀλλὰ καὶ τό γ’
7. ἕλκος, ἤτοι τῶν διεστώτων χειλῶν ἐς ταὐτὸν ἀφικομένων,
8. ἢ τοῦ στομίου φραχθέντος στεγνωθήσεται. συναχθήσεται
9. μὲν οὖν ἐς ταὐτὸν ἀλλήλοις τὰ χείλη διά τε τῶν ἡμετέρων
10. χειρῶν, ὅταν οὕτως πρόχειρον ᾖ τὸ τραῦμα, καὶ δι’ ζῶον
11. ἐπιδέσεως, ὁπότε τῶν ψυχόντων καὶ στυφόντων φαρμάκων.
12. οὐ γὰρ δὴ ῥάπτειν γε δυνάμεθα τὸ τῆς ἀρτηρίας ἢ φλεβὸς
13. τραῦμα, καθάπερ ἂν εἴποιεν οἱ μηδεμίαν ἐκ τῆς τῶν τετρωμένων
14. μερῶν οὐσίας τε καὶ φύσεως ἔνδειξιν γίνεσθαι
15. φάσκοντες. ἐμφραγήσεται δὲ τὸ στόμιον ὑπό τε θρόμβου
16. καὶ τῶν ἔξωθεν ἐπιβαλλομένων αὐτῷ δύναται δὲ ἐπιβάλλεσθαι
17. τά τε περικείμενα σαρκώδη καὶ τὸ δέρμα κατ’ ἐνίας
18. τρώσεις ὅσα θ’ ἡμεῖς ἐπιτεχνώμεθα. ταῦτα δ’ ἐστὶν οἵ τε 
1. καλούμενοι μοτοὶ καὶ τῶν φαρμάκων ὅσα τ’ ἐμπλάσσει γλίσχρα
2. καὶ παχέα ταῖς οὐσίαις ὄντα, καὶ ὅσα τὴν καλουμένην
3. ἐσχάραν ἐργάζεται· καὶ γὰρ καὶ ταύτην οἷον φράγματι τοῖς
4. τοιούτοις ἕλκεσι ἐξεῦρον οἱ πρόσθεν· ἐργάζονται δ’ αὐτὴν
5. διά τε πυρὸς αὐτοῦ καὶ φαρμάκων ὁμοίαν πυρὶ τὴν δύναμιν
6. ἐχόντων. ἐκ τοιού των μὲν δὴ στεγνοῦται τὸ στόμιον,
7. ἀποτρέπεται δὲ καὶ ἀποστρέφεται τὸ αἷμα πρὸς ἕτερα μόρια
8. παροχετεύσει τε καὶ ἀντισπάσει· καὶ γὰρ καὶ ταῦθ’
9. Ἱπποκράτους εὑρήματα κοινὰ πάσης ἀμέτρου κενώσεως. παροχετεύεται
10. μὲν οὖν εἰς τοὺς πλησίον τόπους· ἀντισπᾶται δὲ
11. ἐπὶ τοὺς ἀντικειμένους· οἷον τῷ δι’ ὑπερώας κενουμένῳ διὰ
12. ῥινῶν μὲν ἡ παροχέτευσις, κάτω δ’ ἡ ἀντίσπασις, ὥσπερ γε
13. τῷ δι’ ἕδρας διὰ μήτρας μὲν ἡ παροχέτευσις, ἄνω δὲ ἡ ἀντίσπασις.
14. οὕτως γοῦν καὶ ἡ φύσις αὐτὴ δρᾷν πέφυκε. γυναικὶ
15. μὲν, φησὶν, αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων
16. λύσις. διὰ τοῦτ’ ἄρα καὶ καταμηνίων ἀθρόων ἐκκενουμένων
17. ἢ ὁπωσοῦν ἄλλως αἱμοῤῥαγούσης μήτρας ἀντισπάσεις
1. ἄνω σικύαν μεγίστην ὑπὸ τοὺς τιτθοὺς προσβαλών· ἔστι γὰρ
2. καὶ τοῦτο Ἱπποκράτους εὕρημα. διὰ τοῦτο δὲ καὶ τὰς ἐκ ῥινῶν
3. αἱμοῤῥαγίας ἐπέχουσιν αἱ κατὰ τῶν ὑποχονδρίων ἐπιβαλλόμεναι
4. μέγισται σικύαι. χρὴ δ’ ὅταν ἐκ δεξιοῦ ῥέῃ μυκτῆρος,
5. ἐφ’ ἥπατος ἐρείδειν, ὅταν δ’ ἐξ ἀριστεροῦ, κατὰ σπληνὸς,
6. ὅταν δ’ ἐξ ἀμφοτέρων, ἀμφοτέροις τοῖς σπλάγχνοις ἐπιφέρειν
7. τὰς σικύας. εἰ δὲ μηδέπω καταλελυμένος ὁ κάμνων εἴη,
8. καὶ φλέβα τέμνειν ἐξ ἀγκῶνος τοῦ κατ’ εὐθὺ, κενώσαντα δ’
9. ὀλίγον, εἶτα διαλιπόντα μίαν ὥραν αὖθις ἐκκενοῦν· εἶτ’
10. αὖθις καὶ αὖθις ὡς πρὸς τὴν δύναμιν τοῦ κάμνοντος. οὕτω
11. δὲ καὶ τἄλλα ῥεύματα σύμπαντα, κοινὸς γὰρ ὁ λόγος, ἀντισπάσεις
12. τε καὶ παροχετεύσεις, τὰ μὲν διὰ γαστρὸς ἤτοι δι’
13. οὔρων ἢ μήτρας, τὰ δὲ δι’ οὔρων ἤτοι διὰ μήτρας ἢ δι’
14. ἕδρας· ὡσαύτως δὲ καὶ τὰ διὰ μήτρας ἤτοι δι’ οὔρων ἢ διὰ
15. γαστρός· ἐπὶ δὲ τῶν κατ’ ὀφθαλμοὺς καὶ ὦτα καὶ ὑπερώαν,
16. διὰ ῥινῶν ἡ προχέτευσις. ἡ δ’ ἀντίσπασις ἄνω μὲν ἐπὶ τοῖς
17. κάτω πᾶσι, κάτω δ’ ἐπὶ τοῖς ἄνω· καὶ μὲν. δὴ κᾀκ τῶν δεξιῶν
1. ἐπὶ θάτερα, κᾀξ ἐκείνων ἐπὶ ταῦτα, κᾀκ τῶν εἴσω
2. πρὸς τὰ ἔξω, κᾀκ τούτων αὖ πάλιν πρὸς ἐκεῖνα. τρίψεις
3. οὖν τῶν ἀντικειμένων μερῶν καὶ μάλιστα διὰ φαρμάκων
4. θερμαινόντων, ἔτι τε δεσμὰ σφοδρότερα τῶν ἀντισπαστικῶν
5. ἐστι βοηθημάτων· ὥσπερ γε καὶ οἱ. ἀντικείμενοι τῶν
6. φυσικῶν πόρων ἀναστομωθέντες· εἴρηται δ’ ἐν τοῖς περὶ
7. φαρμάκων ὑπομνήμασιν ἡ τῶν τοῦτο δυναμένων ἐργάζεσθαι
8. φαρμάκων ὕλη. περὶ μὲν οὖν ἁπάντων ῥευμάτων
9. εἰπεῖν ἀναγκαῖον ἔσται κᾀν τοῖς ἑξῆς ὑπομνήμασι· νυνὶ δὲ
10. ἐπὶ τὰς αἱμοῤῥαγίας ἰτέον. ἐκ γάρ τοι τοῦ γένους τῆς
11. στεγνώσεώς ἐστί πως καὶ ὁ βρόχος ὁ περιτιθέμενος αὐτοῖς
12. τοῖς αἱμοῤῥαγοῦσιν ἀγγείοις, οἵ θ’ ἡμέτεροι δάκτυλοι συνάγοντές
13. τε καὶ σφίγγοντες αὐτά. τούτου δ’ ἐστὶ τοῦ γένους
14. καὶ ἡ ἐπίδεσις· καίτοί γ’ οὐ κατὰ κύκλον τὸ ἀγγεῖον
15. περιλαμβάνουσα, καθάπερ ὁ βρόχος, ἀλλὰ τῷ συνάγειν τέ
16. πως ἐκ μέρους τὰ διεστῶτα χείλη τοῦ τετρωμένου μορίου
17. καὶ προστέλλειν τὰ ἐπικείμενα τῶν στεγνωτικῶν ἐστι βοηθημάτων.
1. ἔξωθεν δὲ τῶν εἰρημένων. ἁπάντων αἱμοῤῥαγίας
2. βοήθημ’ ἐστὶ τὸ ἐπιτήδειον σχῆμα τοῦ τετρωμένου μορίου.
3. ἐπιτήδειον δὲ γίνεται δυοῖν τούτοιν ἐχόμενον σκοποῖν,
4. ἀνωδυνίας τε καὶ ἀναῤῥοπίας· εἰ δ’ ἤτοι κατάῤῥοπον
5. ἢ ὀδυνῶδες γίγνοιτο, καὶ τὰς οὐκ οὔσας αἱμοῤῥαγίας
6. ἐργάσεται, μή τοί γε δὴ τὰς οὔσας οὐ παύσει. ταῦτ’ οὖν
7. ἐπιστάμενός τις, ἢν ἐπιστῇ ποθ’ αἱμοῤῥαγοῦντι μορίῳ διὰ
8. τρῶσιν, ἐπὶ τούτων γὰρ ὁ λόγος μοι γιγνέσθω πρῶτον,
9. αὐτίκα μὲν ἐπιβαλλέτω τὸν δάκτυλον ἐπὶ τὸ στόμιον τοῦ
10. κατὰ τὸ ἀγγεῖον ἕλκους, ἐρείδων πρᾳέως καὶ πιέζων
11. ἀνωδύνως, ἅμα τε γὰρ ἐφέξει τὸ αἷμα καὶ θρόμβον ἐπιπήξει
12. τῇ τρώσει. καὶ μέντοι κᾂν εἰ διὰ συχνοῦ βάθους
13. εἴη τὸ αἱμοῤῥαγοῦν ἀγγεῖον, ἀκριβέστερον ἂν καταμάθοις
14. τήν τε θέσιν αὐτοῦ καὶ τὸ μέγεθος· καὶ πότερα φλὲψ,
15. ἢ ἀρτηρία ἐστί· μετὰ δὲ ταῦτα διαπείρας ἀγκίστρῳ ἀνατεινέτω
16. τε καὶ περιστρεφέτω μετρίως. μὴ ἐπισχεθέντος δ’
17. ἐν τῷδε τοῦ αἵματος, εἰ μὲν φλὲψ εἴη, πειράσθω χωρὶς
18. βρόχου στέλλειν τὸ αἷμα τῶν ἰσχαίμων τινὶ φαρμάκων.
1. ἄριστα δ’ αὐτῶν ἐστι τὰ ἐμπλαστικὰ, συντιθέμενα διά τε
2. τῆς· φρυκτῆς ῥητίνης καὶ ἀλεύρου πυρίνου χνοῦ καὶ γύψου
3. καὶ ὅσα τοιαῦτα. εἰ δὲ ἀρτηρία ἐστὶ, δυοῖν θάτερον, ἢ
4. βρόχον περιθεὶς, ἢ ὅλον διακόψας τὸ ἀγγεῖον, ἐφέξεις τὸ
5. αἷμα. βρόχον δ’ ἀναγκαζόμεθά ποτε καὶ ταῖς μεγάλαις
6. περιτιθέναι φλεψὶν, ὥσπερ γε καὶ διατέμνειν· πότ’ αὐτὰς
7. ὅλας, ἐγκαρσίας δηλονότι. κατασταίη δ’ ἄν τις εἰς ἀνάγκην
8. τοῦδε κατὰ τὰς ἐκ πολλοῦ βάθους ὀρθίας ἀναφερομένας,
9. καὶ μάλιστα διὰ στενοχωρίας τινὸς ἢ μερῶν κυρίων. ἀνασπᾶται
10. γὰρ οὕτως ἐκάτερον τὸ μέρος ἑκατέρωθεν, καὶ κρύπτεται
11. καὶ σκέπεται πρὸς τῶν ἐπικειμένων σωμάτων ἡ τρῶσις.
12. ἀσφαλέστερον δ’ ἄμφω ποιεῖν, βρόχον μὲν τῇ ῥίζῃ
13. περιτιθέναι τοῦ ἀγγείου, τέμνειν δὲ τοὐντεῦθεν. ῥίζαν δ’
14. ἀγγείου καλῶ τὸ πρότερον αὐτοῦ μέρος, ἤτοι τῷ ἥπατι
15. συνάπτον ἢ τῇ καρδίᾳ. τοῦτο δ’ ἐν τραχήλῳ μέν ἐστι τὸ
16. κάτωθεν, ἐν χερσὶ δὲ καὶ σκέλεσι τὸ ἄνωθεν· ἐν ἑκάστῳ τε
17. τῶν ἄλλων μορίων, ὡς ἐξ ἀνατομῆς ἔνεστι, μαθεῖν· ἣν οὐδ’
18. αὐτὴν οἱ ἀμέθοδοι προσίενται Θεσσάλειοι.

Cliquer un n° de page pour en afficher l’image