1. Ταῦτα δὲ πράξαντα σαρκοῦν ὅτι τάχιστα
2. τὸ τραῦμα, πρὶν ἀποῤῥυῆναι τοῦ ἀγγείου τὸν βρόχον. εἰ
3. μὴ γὰρ φθάσειεν ἡ ἐπιτραφεῖσα σὰρξ στεγνῶσαι τὸ πέριξ
4. χωρίον τῆς ἀποτετμημένης ἀρτηρίας, ἀλλ’ εὑρεθείη που χώρα
5. κενὴ, τὸ καλούμενον ἀνεύρυσμα γίνεται. διὰ τοῦτο καὶ τοῖς
6. ἐμπλάττουσιν ἰσχαίμοις χρῆσθαι κελεύω μᾶλλον τῶν, ἐσχαρούντων,
7. ὅτι θᾶττόν τε καὶ ἀκινδυνότερον ἐπ’ αὐτοῖς σαρκοῦται
8. τὸ τραῦμα· κίνδυνος γὰρ ἐπὶ τῶν ἄλλων ἀποπιπτούσης
9. τῆς ἐσχάρας αὖθις αἱμοῤῥαγῆσαι τὸ ἀγγεῖον. ἄριστον
10. οὖν ἁπάντων ὧν οἶδα φαρμάκων, ᾧ καὶ πρὸς τὰς ἐκ μηνίγγων
11. αἱμοῤῥαγίας ἀσφαλέστερον χρῆσθαι, τὸ λεχθησόμενον
12. ἐστί· λιβανωτοῦ μέρος ἓν ἀλόης ἡμίσει μεμίχθω μέρει· κᾄπειτα
13. τῆς χρείας ἐπιστάσης ὠοῦ τῷ λευκῷ φυράσθῳ τοσούτῳ
14. τὸ πλῆθος ὡς μελιτώδη σύστασιν ἔχειν· εἶτ’ ἀναλαμβανέσθω
15. τοῦτο λαγωαῖς θριξὶ ταῖς μαλακωτάταις· κᾄπειτα τῷ ἀγγείῳ
16. καὶ τῷ ἕλκει παντὶ πλεῖστον ἐπιτιθέσθω. καταδείσθω δ’
17. ἔξωθεν ἐξ ὀθόνης ἐν ὑποδεσμίδι· τὰς μὲν πρώτας ἐπιβολὰς
18. τέτταρας ἢ πέντε κατ’ αὐτοῦ αἱμοῤῥαγοῦντος ἀγγείου ποιουμένων
1. ἡμῶν, ἐντεῦθεν δὲ ἐπὶ τὴν ῥίζαν αὐτοῦ νεμομένων,
2. ἐφ’ ὧν ἐγχωρεῖ μερῶν ἐπὶ τὴν ῥίζαν νέμεσθαι· σχεδὸν δ’ ἐπὶ
3. πάντων ἐγχωρεῖ πλὴν μηνίγγων. εἶτα λύσαντα διὰ τρίτης, εἰ
4. μὲν ἀσφαλῶς ἔτι προσέχοιτο τῷ ἕλκει τὸ φάρμακον, αὖθις
5. ἕτερον ἐν κύκλῳ περιχέοντα καὶ ὥσπερ ἐπιτέγγοντα τὸν ἐκ
6. τῶν τριχῶν μοτὸν ἐπιδεῖν, ὡς ἐξ ἀρχῆς ἐπέδησας· εἰ
7. δ’ αὐτομάτως ὁ πρότερος ἀποπίπτοι μοτὸς, ἀτρέμα πιέζοντα
8. τῷ δακτύλῳ τὴν ῥίζαν τοῦ ἀγγείου πρὸς τὸ μηδὲν ἐπιῤῥυῆναι,
9. τοῦτον μὲν ἀφελεῖν ἠρέμα, προσθεῖναι δ’ ἕτερον. οὕτω σε θεραπεύειν
10. δεῖ μέχρι περ ἂν σαρκωθῇ τὸ ἀγγεῖον, ἀνάῤῥοπον ἀπ’
11. ἀρχῆς ἄχρι τέλους φυλάττοντα τὸ μόριον. ἔστω δὲ μηδὲ τοῦτο
12. ἄμετρον τὸ σχῆμα· κίνδυνος γὰρ ὀδύνην γενέσθαι καὶ αὖθις
13. αἱμοῤῥαγῆσαι τὸ ἀγγεῖον. οὐδὲν γὰρ ὀδύνης μᾶλλον αἱμοῤῥαγίας
14. τε κινεῖ καὶ φλεγμονὰς αὐξάνει. τούτῳ τῷ φαρμάκῳ πολυειδέστατα
15. χρῶμαι· ποτὲ μὲν, ὡς εἴρηται, μιγνύων ἀλόῃ
16. τὸ διπλάσιον τοῦ λιβανωτοῦ, ποτὲ δ’ ἐξίσης ἀμφοτέροις
17. χρώμενος, ἢ βραχεῖ πλείονι τῷ λιβανωτῷ τῆς ἀλόης, ἢ πλείονι
18. μὲν, ἀλλ’ οὔπω τῶ διπλασίῳ· καὶ μάννην δ’ ἀντὶ λιβανωτοῦ
1. ποτ’ ἔβαλλον. ἔστι δὲ στυπτικώτερον μὲν φάρμακον ἡ μάννης.
2. τοῦ λιβανωτοῦ· ὁ λιβανωτὸς δ’ ἐμπλαστικώτερος τῆς μάννης.
3. εὔδηλον δ’ ὅτι τοῖς μὲν σκληροῖς σώμασι τὴν ἀλόην χρὴ
4. προσφέρεσθαι πλείονα, τοῖς δὲ μαλακοῖς τὸν λιβανωτόν· ἔσται
5. δὲ τὸ μὲν ἕτερον αὐτῶν στυπτικώτερον, τὸ δ’ ἕτερον ἐμπλαστικώτερον.
6. διὸ καὶ τὸν γλισχρότερον καὶ ὡς ἂν εἴποι τις
7. ῥητινωδέστερον αἱρεῖσθαι χρὴ λιβανωτὸν, ὅταν ἐμπλαστικώτερον
8. ἐργάσασθαι τὸ φάρμακον ἐθέλῃς· ἔστι δ’ οὗτος ἁπαλώτερος
9. ἅμα καὶ λευκότερος καὶ μασσώμενος οὐ θρύπτεται
10. δίκην ἀλόης καὶ μάννης, ἀλλὰ συνεχὴς ἑαυτῷ μένει, καθάπερ
11. ἡ μαστίχη. ταυτὶ μὲν οὖν ἤδη τῆς περὶ συνθέσεως φαρμάκων
12. πραγματείας ἐστὶν, ἧς ἀδύνατον μηδαμῶς ἅπτεσθαι κατὰ
13. τὴν ἐνεστῶτα λόγον. ἢ γὰρ οὐδόλως ἐχρῆν ἡμᾶς μεμνῆσθαι
14. τῶν ἐν μέρει παραδειγμάτων, ἀλλ’ αὐταῖς μόναις ἀρκεῖσθαι
15. ταῖς καθόλου μεθόδοις, ἢ καὶ τῶν ἐν μέρει προσαπτομένους
16. ἅπτεσθαί ποτε καὶ τῆς σκευασίας αὐτῶν, ἀλλ’ ὡς καὶ πρόσθεν
17. εἴρηται, παράδειγμα τοῦ γένους τῶν φαρμάκων τῶν
18. κατὰ τὴν μέθοδον εὑρισκομένων, ἓν ἢ δύο ἐνταυθοῖ γράφοντας
1. ἀρκεῖσθαι προσήκει. τούτου μὲν οὖν ἀεὶ χρὴ μεμνῆσθαι·
2. πάλιν δ’ ἐπανέλθωμεν ἐφ’ ὅπερ λέγοντες ἀπελίπομεν. ἐμνήσθην
3. γὰρ ἐπὶ πλέον τοῦ προειρημένου φαρμάκου, διότι πάντων
4. αὐτὸ τῶν ἄλλων ἄμεινον εἶναι πέπεισμαι· καὶ θαυμάζοιμ’
5. ἂν εἴ τις εὑρεῖν δύναται βέλτιον. καὶ διὰ τοῦτ’ αὐτῷ
6. χρῶμαι κατά τε τῶν μηνίγγων ἀεὶ καὶ τῶν ἐν τῷ τραχήλῳ
7. τρώσεων, ἄχρι καὶ τῶν σφαγιτίδων αὐτῶν· καὶ γὰρ καὶ τούτων
8. ἐπέχει τὸ αἷμα χωρὶς βρόχου. χρὴ δὲ μὴ σπεύδειν ἐν τῷ
9. ἔργῳ καθάπερ ἔνιοι τῶν ἐμπλήκτων χειρουργῶν, ἀλλὰ τῇ
10. μὲν ἑτέρᾳ χειρὶ τὸ κάτω μέρος τοῦ ἀγγείου προστέλλειν ἢ
11. περιλαβόντα κατέχειν, τῇ δ’ ἑτέρᾳ τὸ φάρμακον ἐπιθέντα
12. τῇ τρώσει προστέλλειν ἀτρέμα, ἄχρι περ ἂν προσπαγῇ, κᾄπειθ’
13. οὕτως ἐπιδεῖν ἄνωθεν κάτω, μὴ καθάπερ ἐν τοῖς κώλοις
14. κάτωθεν ἄνω· πρὸς γὰρ τὰς ῥίζας τῶν ἀγγείων ἀφικνεῖσθαι
15. χρὴ τὴν ἐπίδεσιν ἀναστέλλουσαν τὸ ἐπιῤῥέον. ἔστι δὲ καὶ ἄλλα
16. πλείω φάρμακα τῶν ἐμπλαττόντων ἀλύπως· ἀλλ’ οὐδὲν οὕτως
17. σαρκοῖ. χρεία δ’ ἐστὶ μάλιστα κατὰ τὰ τοιαῦτα συμπτώματα
1. τοῦ περισαρκοῦσθαι τὸ ἀγγεῖον, ἀποπίπτοντος τοῦ προτέρου
2. φαρμάκου. τὰ δέ γε τὰς ἐσχάρας ἐπιπηγνύντα γυμνότερον
3. ἐργάζεται τὸ μέρος ἢ κατὰ φύσιν εἶχεν ἀποπιπτούσης αὐτῆς.
4. ἔστι γὰρ ἡ γενέσις τῆς ἐσχάρας ἐκ τῶν ὑποκειμένων καὶ
5. περικειμένων σωμάτων, ὡς ἂν εἴποι τις ἡμικαύτων γενομένων,
6. ἵν’ ὁποῖόν τι χρῆμα τουτουσὶ τοὺς ἐσβεσμένους ἄνθρακας
7. εἰς τὸν χειμῶνα παρασκευάζονται, τοιοῦτό ὑπάλειμμα
8. τῆς διαπύρου σαρκὸς ἡ ἐσχάρα γένηται. ὥστ’ ἀπόλλυται
9. τοῦ μορίου τοσοῦτον τῆς κατὰ φύσιν σαρκὸς, ὅσον
10. ἐσχαρούμενον ἐκαύθη. τοῦτ’ οὖν ἅπαν λείπει τῷ μορίῳ τῆς
11. ἐσχάρας ἐκπιπτούσης, καὶ διὰ τοῦτο γυμνὸν καὶ ἄσαρκον
12. φαίνεται, καὶ πολλοῖς αἱμοῤῥαγία δυσεπίσχετος ἐπηκολούθησεν
13. ἐπὶ ταῖς τῶν ἐσχαρῶν ἀποπτώσεσιν. ὥστε κᾀν τούτοις
14. ὅστις ἂν ἐθέλῃ μεθόδῳ πάντα πράττειν, ἐσκέφθω τε
15. πρὸ πολλοῦ τοὺς τρόπους ἅπαντας οἷς ἐφέξει τὸ αἷμα, τόν
16. τ’ ἀκινδυνότερον αἱρεῖσθαι πειράσθω χρώμενος καὶ τοῖς ἄλλοις
17. ἅπασιν, ὅταν ἀνάγκη βιάζηται. μεγίστην δ’ ἀνάγκην οἶδα
18. τοῦ χρῆσθαι φαρμάκοις ἐσχαρωτικοῖς ἢ καυτηρίοις διαπύροις,
1. ὅταν ἐξ ἀναβρώσεως σηπεδονώδους ἡ αἱμοῤῥαγία γίγνηται.
2. καὶ μέντοι κᾀπειδὰν ἐν ταῖς τοιαύταις διαθέσεσιν ἅπαν ἐκκόψωμεν
3. τὸ σηπόμενον, ἀσφαλέστερον ἤτοι καίειν αὐτοῦ
4. τὴν οἷον ῥίζαν ἢ φαρμάκοις ἐσχαρωτικοῖς χρῆσθαι. καὶ
5. κατὰ τοῦτο ἐπ’ αἰδοίων καὶ ἕδρας εἰς τὴν τοιαύτην ἀνάγκην
6. ἀφικνούμεθα πολλάκις, ὅτι ῥᾳδίως σήπεται τὰ μόρια διά τε
7. τὴν σύμφυτον ὑγρότητα καὶ ὅτι περιττωμάτων εἰσὶν ὀχετοί.
8. σκοπὸς δ’ ἔστω σοι τῶν ἐσχαρούντων φαρμάκων οὐχ ἁπλῶς
9. ἡ θερμότης, ἀλλ’ ἄμεινον ὅταν ἅμα τῷ στύφειν ὑπάρχῃ, καθάπερ
10. ἐν χαλκίτιδι καὶ μίσυϊ καὶ χαλκάνθῳ καυθεῖσί τε
11. καὶ ἀκαύστοις εἰς χρείαν ἀγομένοις. τὰ δὲ διὰ τῆς ἀσβέστου
12. τιτάνου σφοδρότερα μὲν τούτων, ἀλλ’ οὐ μέτεστι τῇ τιτάνῳ
13. στυπτικῆς δυνάμεως. ἀποπίπτουσι τοιγαροῦν θᾶττον
14. αἱ τοιαῦται τῶν ἐσχαρῶν, ἔχονται δὲ τῶν σωμάτων ἐπὶ
15. πλέον αἱ ἐκ τῶν στυφόντων· ἄμεινον δὲ τοῦτο μακρῷ· φθάνει
16. γὰρ ὑποσαρκοῦσθαι τὰ κατὰ τὴν βάσιν αὐτῶν καὶ γίνεσθαι
17. καθάπερ τι πῶμα τοῖς ἀγγείοις. ὅθεν οὐδ’ ἡμᾶς αὐτοὺς
1. χρὴ σπεύδειν, ὥσπερ ἔνιοι, τὰς ἐσχάρας ἐκβάλλειν, ἔνθα κίνδυνος
2. αἱμοῤῥαγίας, ἀλλ’ ἐπ’ ἐκείνων μόνων τῶν διαθέσεων,
3. ἐφ’ ὧν διὰ σηπεδόνα τὸ καυτήριον ἠναγκάσθημεν ἐπιφέρειν
4. ἀνθρώπου σώματι. καλεῖται δ’ οὐκ οἶδ’ ὅπως ἅπασιν
5. ἤδη τοῖς ἰατροῖς ἡ τοιαύτη διάθεσις νομὴ, διότι νέμεσθαι
6. συμβέβηκεν αὐτὴν ἀπὸ τῶν πεπονθότων μορίων ἐπὶ τὰ
7. κατὰ φύσιν ἔχοντα καὶ τούτων ἀεί τι προσεπιλαμβάνειν,
8. ὡς ἀπὸ τοῦ συμβεβηκότος, οὐκ ἀπὸ τῆς οὐσίας τοῦ δηλουμένου
9. πράγματος, ἔθεντο τὴν προσηγορίαν. ἡ δ’ εὐπορία
10. τῆς ὕλης ἁπάντων τῶν τοιαύτην ἐχόντων δύναμιν
11. φαρμάκων ἐν ταῖς οἰκείαις εἰρήσεται πραγματείαις. οἰκείαις
12. δὲ δηλονότι λέγω τήν τε περὶ τῆς τῶν ἁπλῶν φαρμάκων
13. δυνάμεως καὶ τὴν περὶ συνθέσεως αὐτῶν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 5.4, ed. Kühn, 1825, vol. 10, p. 320-326. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩