14. Ἀναλαβόντες οὖν αὖθις τὰ κεφάλαια τῆσδε
15. τῆς μεθόδου, καθ’ ἣν ἰᾶσθαι χρὴ τὰς προχείρους αἱμοῤῥαγίας,
16. ἑξῆς ἐπὶ τὰς διὰ βάθους γιγνομένας ἀφικώμεθα τῷ
17. λόγῳ. τὸ τοίνυν ἐκχεόμενον αἷμα τῶν ἀγγείων ἢ τῷ μηκέτι
18. ἐπιῤῥεῖν αὐτὸ παύσαιτ’ ἂν, ἢ τῷ στεγνωθῆναι τὴν διαίρεσιν,
1. ἢ ἅμα ἀμφοτέρων γιγνομένων, ὅπερ, οἶμαι, βέλτιστόν ἐστιν.
2. ἐπιῤῥεῖν μὲν οὖν κωλύεται διά τε λειποθυμίαν καὶ ἀντίσπασιν
3. καὶ παροχέτευσιν καὶ ψύξιν ὅλου τε τοῦ σώματος, καὶ
4. πολὺ δὴ μᾶλλον αὐτοῦ τοῦ τετρωμένου μορίου. κατὰ
5. τοῦτον γοῦν τὸν λόγον καὶ τὸ ψυχρὸν ὕδωρ ποθὲν, ἐπέσχεν
6. αἱμοῤῥαγίας πολλάκις, ἔξωθέν τε καταντλούμενον αὐτό τε
7. τὸ ὕδωρ ψυχρὸν, ὀξύκρατόν τε καὶ οἶνος στρυφνὸς, ὅσα
8. τ’ ἄλλα στύφειν ἢ ἁπλῶς ψύχειν πέφυκε. στεγνοῦται δὲ ἡ διαίρεσις
9. ἢ μύσαντος, ἢ φραχθέντος τοῦ διηρημένου. μύει μὲν
10. οὖν στυφόμενόν τε καὶ ψυχόμενον, ἐπιδέσει τε συναγόμενον
11. καὶ βρόχῳ διαλαμβανόμενον. ἐμφράττεται δὲ ἢ ἔνδοθεν, ἢ
12. ἔξωθεν· ἔνδοθεν μὲν ὑπὸ θρόμβου, ἔξωθεν δὲ ὑπό τε τούτου
13. καὶ μοτῶν καὶ σπόγγων, ἐσχάρας τε καὶ τῶν ἐμπλαστικῶν
14. φαρμάκων, ἔτι τε τῶν περικειμένων σωμάτων προσταλέντων·
15. ὅπως δ’ ἐργάσῃ τῶν εἰρημένων ἕκαστον εἴρηται.
16. τὰ δ’ ἐκ τοῦ βάθους αἱμοῤῥαγοῦντα βρόχοις μὲν οὐκ ἄν
17. τις οὐδ’ ἐπιδέσει θεραπεύσειεν, ὥσπερ οὐδὲ καυστηρίοις,
1. οὐδ’ ἁπλῶς εἰπεῖν ὅσα διὰ τοῦ ψαύειν αὐτοῦ τοῦ διῃρημένου
2. σώματος ἢ μέρος ἐπιτεχνώμεθα· δι’ ἀντισπάσεως δὲ καὶ παροχετεύσεως
3. ἐδεσμάτων τε καὶ πομάτων ἐμπλαττόντων τε
4. καὶ ψυχόντων καὶ στυφόντων φαρμάκων· ἄφθονον δὲ καὶ
5. τὴν τῶν τοιούτων ὕλην ἐν ταῖς οἰκείαις ἔχεις πραγματείαις.
6. ἡ δ’ ἀπὸ τῶν μορίων ἔνδειξις τοῖς κοινοῖς τῆς θεραπείας
7. σκοποῖς τοῖς εἰρημένοις ἐξ ἐπιμέτρου καθ’ ἕκαστον πάθημα
8. πρόσεισιν· ὀργάνοις γοῦν ἐνίοτε χρώμεθα διὰ τὴν ἰδιότητα
9. τοῦ μέρους, ἄλλοις μὲν ἐπὶ μήτρας, ἄλλοις δὲ ἐπὶ κύστεως,
10. ἄλλοις δὲ ἐπὶ τῶν παχέων ἁπάντων ἐντέρων. εἰς ταῦτα μὲν
11. γὰρ διὰ κλυστῆρος, εἰς μήτραν δὲ διὰ μητρεγχυτῶν τῶν ἐπιτηδείων
12. τι φαρμάκων ἐνίεμεν· ὥσπερ γε καὶ εἰς κύστιν διὰ
13. τῶν εὐθυτρήτων καθετήρων. σπανιώτεραι μὲν οὖν αἱ ἐκ
14. τούτων αἱμοῤῥαγίαι· γίγνονται δ’ οὖν ποτε κᾂν εἰ μὴ τῷ
15. λαύρῳ κινδυνώδεις, ἀλλὰ τῷ γε χρονίζειν οὐκ ἀκίνδυνοι.
16. τεττάρων γοῦν ἡμερῶν οἶδά ποτε διὰ μήτρας φερόμενον
17. αἷμα, πρὸς οὐδὲν τῶν βοηθημάτων εἶξαν ἄχρι τῆς τετάρτης,
1. χυλῷ δὲ χρησαμένων ἡμῶν ἀρνογλώσσου παντάπασιν ἐπαύσατο.
2. κάλλιστον μὲν οὖν τοῦτο τὸ φάρμακόν ἐστι καὶ πρὸς
3. τὰς ἐξ ἀναβρώσεως αἱμοῤῥαγίας· εἴωθα δ’ αὐτῷ μιγνύειν τι
4. τηνικαῦτα καὶ τῶν ἰσχυροτέρων φαρμάκων ἄλλοτε ἄλλο,
5. πρὸς ὅλην ἀποβλέπων τὴν διάθεσιν, ὅπερ ἀεὶ χρὴ πράττειν,
6. οὐ μικρὸν ἔχοντας εἰς ἅπαντα παράγγελμα. κατὰ γοῦν αὐτὰ
7. ταῦτα τὰ ἐκ μήτρας, ἢ ἐκ κύστεως, ἢ ἐντέρων αἱμοῤῥαγοῦντα,
8. σκέπτεσθαι μὲν χρὴ καὶ τὸ τῆς αἱμοῤῥαγίας ποσόν·
9. ἵν’ ἤδη τὸν μὲν πρῶτον ἔχωμεν ἐν τῇ θεραπείᾳ σκοπὸν τοῦτον,
10. ἢ τὸν δεύτερον· οὐ μὴν οὐδὲ τῆς ὅλης διαθέσεως ἀσκέπτως
11. ἔχειν. εἰ μὲν γὰρ ἔῤῥωγεν ἀγγεῖόν τι τῶν μεγάλων, ἤ
12. ἰσχυρῶς ἀνεστόμωται, τῶν αὐστηρῶν φαρμάκων ἐστὶ χρεία,
13. ὡς βαλαυστίου καὶ ὑποκυστίδος καὶ ῥοῦ καὶ ὀμφακίου καὶ
14. ἀκακίας καὶ κηκῖδος ὀμφακίτιδος καὶ τῶν τῆς ῥοιᾶς λεμμάτων·
15. εἰ δ’ ἤτοι μικρόν ἐστι τὸ ἐῤῥωγὸς ἀγγεῖον, ἢ ἀνεστόμωται
16. μετρίως, ὡς ὀλίγον εἶναι τὸ φερόμενον αἷμα, καὶ ἀλόη καὶ
17. μάννα καὶ ὁ τῆς πίτυος φλοιὸς, ἥ τε σφραγὶς ἡ Λημνία καὶ
18. ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπὸς; ἔτι τε κρόκος καὶ λίθος
1. ὁ αἱματίτης ὀνομαζόμενος, ὅσα τ’ ἄλλα τοιαῦτα δι’ οἴνου
2. μεγάλως αὐστηροῦ χρηστὰ φάρμακα. μὴ παρόντος δὲ μήτ’
3. οἴνου τοιούτου μήτ’ ἀρνογλώσσου μήτε στρύχνου, καὶ γὰρ
4. καὶ ταῦτα ἐπιτήδεια, ἀφεψεῖν ἐν ὕδατι βλαστοὺς βάτου καὶ
5. κυνοσβάτου καὶ μυρσίνης καὶ σχίνου καὶ κισσοῦ καὶ ἁπλῶς
6. εἰπεῖν ἁπάντων τῶν στυφόντων, εἴτε ῥίζα τις, εἴτε καρπὸς,
7. εἴτε φλοιὸς, εἴτε βλάστημα τύχοι· διὰ τοῦτο καὶ τᾶν
8. στυφόντων μήλων καὶ μάλιστα τῶν κυδωνίων· ἔτι τε μύρτων
9. καὶ μεσπίλων ἐπιτήδειόν ἐστιν εἰς τὰ παρόντα τὸ ἀφέψημα.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 5.5, ed. Kühn, 1825, vol. 10, p. 326-330. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩