Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 5.6, ed. Kühn, 1825, vol. 10, p. 330-333. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.6

10. Εἰ δ’ ἐξ ἀναβρώσεώς τις αἱμοῤῥαγία γίγνοιτο,
11. τὰ πολλὰ μὲν οὐδὲ λαῦρος αὐτοῖς ἐστιν, ἀλλ’ ὀλίγη
12. καὶ κατὰ βραχύ· καὶ διὰ τοῦτο τῷ Πασίωνος, ἢ Ἄνδρωνος,
13. ἢ Πολυείδου τροχίσκῳ χρηστέον, ἢ ὡς εἴρηται τῷ ἡμετέρῳ
14. τὴν αὐτὴν μὲν κατὰ γένος ἔχοντι δύναμιν, ἰσχυροτέρῳ δὲ
15. ὑπάρχοντι. παύει γὰρ ταῦτα τὴν ἀνάβρωσιν ἅμα τῷ δηλονότι
16. καὶ τοῦ παντὸς σώματος προνοεῖσθαι, ὡς ἔμπροσθεν
17. εἴρηται. λαύρου δὲ ἐμπεσούσης αἱμοῤῥαγίας, τοῖς αὐστηροτάτοις
18. χρηστέον φαρμάκοις, ἄχρι περ ἂν ἐπισχῶμεν αὐτῆς τὸ
1. σφοδρόν· εἶθ’ οὕτως ἅμ’ ἐκείνοις μιγνύναι τοὺς τροχίσκους·
2. εἶθ’ ἑξῆς ἐπ’ αὐτοὺς μόνους μετέρχεσθαι μετά τινος
3. τῶν εἰρημένων χυλῶν ἢ ἀφεψημάτων. ὅσα δὲ ἔξωθεν ἐπιτίθεται
4. τοῖς αἱμοῤῥαγοῦσι στύφοντά τε καὶ χωρὶς στύψεως
5. ψύχοντα, ταῦτ’ οὐχ ἁπλῶς ἐπαινῶ καθάπερ οἱ πολλοὶ τῶν
6. ἰατρῶν, ἀλλά μοι δοκεῖ τοὐναντίον ἐνίοτε πᾶν οὗ δεόμεθα
7. διαπράττεσθαι, συνελαύνειν εἴσω τὸ αἷμα καὶ πληροῦν τὰς
8. ἐν τῷ βάθει φλέβας. οἶδα γοῦν τινας ἐκ πνεύμονος ἀναβήττοντας
9. αἷμα προφανῶς βλαβέντας ἐπὶ ταῖς τοῦ θώρακος καταψύξεσιν·
10. οὕτω δ’ ἐνίους καὶ τῶν ἐμούντων αἷμα, τῆς
11. γαστρὸς ἔξωθεν ψυγείσης· ὡσαύτως δὲ καὶ τῶν ἐκ ῥινὸς αἱμοῤῥαγούντων
12. ἔνιοι φανερῶς ἐβλάβησαν ἐπὶ ταῖς τῆς κεφαλῆς
13. ψύξεσιν. οὔκουν ἁπλῶς, οὐδ’ ἀδιορίστως, οὐδ’ ἐν
14. παντὶ καιρῷ συμβουλεύω ψύχειν τὰ κύκλῳ τῶν αἱμοῤῥαγούντων,
15. ἀλλ’ ἀποτρέψαντας εἰς ἕτερον πρότερον, οἷον ἐπὶ τῆς
16. ῥινὸς ἤτοι φλεβοτομίᾳ χρησάμενον, ὡς εἴπομεν, ἢ τρίψει καὶ
17. δεσμοῖς τῶν κώλων, ἢ σικύαις ἐπὶ τῶν ὑποχονδρίων. οὐ δεῖ
1. οὖν οὐδ’ οὕτω χρῆσθαι τοῖς ψύχουσιν εὐθέως ἐπὶ μετώπῳ
2. καὶ κεφαλῇ, ἀλλὰ σικύᾳ πρότερον ἀντισπᾷν ἐρείδοντα κατ’
3. ἰνίον. διττὴ γὰρ ἡ ἀντίσπασις ἐπὶ ταῖς ἐκ μυκτήρων αἱμοῤῥαγίαις,
4. ἥ τε ἐπὶ τὰ κάτω μόρια τοῦ σώματος ὅλου καὶ ἡ
5. ἐπὶ τὰ τῆς κεφαλῆς ὀπίσω· διότι καὶ αὐτὸ τὸ μόριον ἡ ῥὶς
6. ἄνω τ’ ἐστὶ καὶ πρόσω, ἀντίκειται δὲ τὸ μὲν ἄνω τῷ κάτω,
7. τὸ δὲ ὀπίσω τῷ πρόσω· ἀλλὰ περὶ μὲν αἱμοῤῥαγίας ἱκανὰ
8. καὶ ταῦτα. δῆλον γὰρ ὅτι καὶ ἡ διαπήδησις ὑπὸ τῶν ψυχόντων
9. καὶ στυφόντων θεραπευθήσεται· καὶ εἰ διὰ λεπτότητα
10. γίγνοιτό ποτε τοῦ αἵματος, ὑπὸ τῆς παχυνούσης διαίτης·
11. ὁποία δ’ ἐστὶν αὕτη λεχθήσεται μέν που κᾀν τοῖς ἑξῆς,
12. εἴρηται δὲ δυνάμει κᾀν τῷ περὶ λεπτυνούσης διαίτης· ἐπὶ δὲ
13. τὴν θεραπείαν ἰτέον ἤδη τῶν εἰρημένων διαθέσεων. τὸ μὲν
14. οὖν τῆς φλεβὸς ἕλκος ἐπειδὰν πρόχειρον ᾖ, παραπλησίας δεῖται
15. θεραπείας τοῖς ἐν σαρκὶ γιγνομένοις, ὑπὲρ ὧν ἐν δυοῖν
16. ὑπομνήμασι τοῖς πρὸ τοῦδε διελέχθην. εἴτε γὰρ ἐκ τρώσεως
17. ὑπογυίου τυγχάνει γεγονὸς, ἐγχωρεῖ συμφύειν αὐτὸ τοῖς
1. ἐναίμοις καλουμένοις φαρμάκοις· εἴτε κατ’ ἀνάβρωσιν, ὅσα
2. περὶ τῶν κακοηθῶν ἑλκῶν εἴρηται, ταῦτα τῷ λόγῳ διορισάμενον,
3. ἑξῆς ἔργῳ πράττειν αὐτὰ πειρᾶσθαι. καὶ μέντοι
4. καὶ ὁπότε βρόχῳ διαληφθείσης, ἢ ἰσχαίμοις φαρμάκοις, ἢ·
5. καυτηρίοις χρησαμένων, ὁ σκοπὸς τῆς θεραπείας ἐστὶ περισαρκῶσαι
6. τὰ χείλη τοῦ ἕλκους, τοῖς αὐτοῖς χρησόμεθα πάντως
7. φαρμάκοις οἷς ἡ μέθοδος ἡμᾶς ἐδίδαξεν ἐπὶ τῶν κοίλων
8. ἑλκῶν.

Cliquer un n° de page pour en afficher l’image