9. Ἐπ’ ἀρτηρίας μέντοι τρωθείσης
10. ἐῤῥήθη καὶ πρόσθεν ὡς ἐνίοις τῶν ἰατρῶν ἀδύνατος ἡ σύμφυσις
11. εἶναι δοκεῖ. καὶ λέγουσι τοῦτό τινες μὲν ἀρκεῖσθαι
12. φάσκοντες μόνῃ τῇ πείρᾳ, τινὲς δὲ καὶ λόγῳ χρώμενοι τοιῷδε,
13. σκληρὸν καὶ χονδρώδη φασὶν εἶναι τὸν ἕτερον τῶν χιτώνων τῆς
14. ἀρτηρίας· οὐδὲν δὲ τῶν τοιούτων συμφῦναι δύνασθαι, μόνων
15. γὰρ τῶν μαλακῶν σωμάτων ἰδίαν ὑπάρχειν τὴν σύμφυσιν,
16. ὡς ἐπί τε τῶν ἐκτὸς ἔνεστι θεάσασθαι, μήτε λίθου πρὸς
17. λίθον ἑνωθέντος ποτὲ μήτε ὀστράκου πρὸς ὄστρακον· ἐπί
18. τε τῶν ἐν ἡμῖν, μήτε χόνδρου χόνδρῳ συμφύντος οὔτ’ ὀστοῦ
1. πρὸς ὀστοῦν ἑνωθέντος. οὐδὲ γὰρ τὰ κατάγματα διὰ συμφύσεως,
2. ἀλλὰ διὰ πώρου τὴν κόλλησιν ἴσχειν. ἀρξώμεθα οὖν
3. καὶ ἡμεῖς ἀπὸ προτέρας τῆς ἡμετέρας πείρας, εἰς τὸ κοινὸν
4. κατατιθέντες ὅσα τυγχάνομεν ἑωρακότες. ἐθεασάμεθα γὰρ
5. ἐπὶ μὲν γυναικῶν καὶ παιδίων ἀρτηρίας κολληθείσας τε καὶ
6. περισαρκωθείσας ἐν μετώπῳ καὶ σφυρῷ καὶ καρπῷ. νεανίσκῳ
7. δ’ ἀγροίκῳ ποτὲ καὶ τοιοῦτόν τι συνέπεσε, φλέβα τμηθῆναι
8. βουληθέντι κατὰ τὴν ἐαρινὴν ὥραν, ἐν ἔθει δὲ μάλιστα
9. τοῦτό ἐστι τοῖς παρ’ ἡμῖν ἀνθρώποις, δήσαντος τὸν βραχίονα
10. τοῦ μέλλοντος αὐτὸν φλεβοτομεῖν ἰατροῦ, συνέβη κυρτωθῆναι
11. τὴν ἀρτηρίαν, ὥστε καὶ διεῖλεν αὐτὴν ὁ ἰατρὸς ἀντὶ
12. φλεβός. βραχεῖα μὲν οὖν ἡ διαίρεσις ἐγένετο, ξανθὸν δὲ καὶ
13. λεπτὸν καὶ θερμὸν εὐθέως ἐξηκοντίζετο τὸ αἷμα σφυγμωδῶς.
14. ὁ μὲν οὖν ἰατρὸς, ἦν δὲ καὶ πάνυ νέος καὶ ἄπειρος τῆς τέχνης
15. τῶν ἔργων, ᾤετο διῃρηκέναι τὴν φλέβα. θεασάμενος δ’
16. ἐγὼ τὸ γεγονὸς σὺν ἄλλῳ τινὶ τῶν παρόντων ἰατρῶν πρεσβύτῃ,
17. τῶν ἐναίμων τι φαρμάκων τῶν ἐμπλαστῶν παρασκευάσας
18. ἐπιμελῶς τε πάνυ συναγαγὼν τὴν διαίρεσιν, ἐπέθηκά τε τὸ
1. φάρμακον αὐτίκα καὶ σπόγγον μαλακώτατον ἔξωθεν ἐπέδησα.
2. θαυμάζοντος δὲ τοῦ τέμνοντος τὴν ἀρτηρίαν τὸν λόγον τῆς
3. ἐπελθούσης ἡμῖν περὶ τὰ τοιαῦτα προνοίας, ἐδηλώσαμεν αὐτῷ
4. τὸ γεγονὸς, ἐξελθόντες τῆς καταγωγῆς τοῦ τμηθέντος· ἐκελεύσαμέν
5. τε μήτε λῦσαι χωρὶς ἡμῶν μήτε θᾶττον πρᾶξαι
6. τοῦτο τῆς τετάρτης ἡμέρας, ἀλλ’ ὡς εἶχεν ἡ ἐπίδεσις φυλάξαι
7. ἐπιτέγγοντα μόνον τὴν σπογγιάν· ἐπεὶ δὲ λύσαντες ἐν τῇ
8. τετάρτῃ κεκολλημένην ἀκριβῶς εὕρομεν τὴν διαίρεσιν, ἐπιθεῖναί
9. τε τὸ αὐτὸ φάρμακον αὖθις ἐκελεύσαμεν, ἐπιδήσαντά
10. τε ὁμοίως ἡμερῶν πλειόνων μὴ λύειν. οὕτω μὲν ἐθεραπεύθη
11. τὴν διαίρεσιν τῆς ἀρτηρίας ὁ ἄνθρωπος ἐκεῖνος μόνος· ὃν
12. εἶδον ἐν ἀγκῶνι τμηθέντα ἀρτηρίαν· ἅπασι δὲ τοῖς ἄλλοις
13. ἀνεύρυσμα τοῖς μὲν μεῖζον ἐπεγένετο, τοῖς δ’ ἧττον. ὅπως
14. μὲν οὖν χρὴ θεραπεύειν ἀνευρύσματα προϊόντος τοῦ λόγου
15. κατὰ τὸν οἰκεῖον εἰρήσεται καιρὸν, ὅταν καὶ τῶν ἄλλων
16. ἁπάντων ὄγκων τῶν παρὰ φύσιν ἡ θεραπεία γράψηται·
17. νυνὶ δὲ ἐπὶ τὸ συνεχὲς ἴωμεν τοῦ λόγου. ἡ γάρ τοι φύσις ἡ
1. τῆς ἀρτηρίας ὄντως ἐνδείκνυται τὸ δυσσύμφυτον, οὐ τὸ
2. παντάπασιν ἀσύμφυτον τοῦ σκληροῦ τῶν ἐν αὐτῇ χιτώνων·
3. οὐ γὰρ οὕτως ἐστὶ ξηρὸς καὶ σκληρὸς ὡς ὀστοῦν ἢ χόνδρος,
4. ἀλλὰ πολὺ μαλακώτερος τούτων καὶ σαρκωδέστερος. οὔκουν
5. εὐλόγως ἄν τις ἀπογινώσκοι συμφῦναι τὴν διαίρεσιν, ὅταν
6. αὐτή τε γένηται μικρὰ καὶ τὸ σῶμα τἀνθρώπου μαλακὸν
7. ὑπάρχει φύσει. ἔοικε δὲ καὶ ἡ πεῖρα τῷ λόγῳ μαρτυρεῖν·
8. ἐπί τε γὰρ παίδων καὶ γυναικῶν ἐθεασάμην συμφύσασαν αὐτὴν
9. διὰ τὴν ὑγρότητα καὶ μαλακότητα τῶν σωμάτων· ἐφ’
10. ἑνός τε νεανίσκου βραχεῖαν ἴσχοντος διαίρεσιν, ὡς εἴρηται.
11. δυσιατοτέρα μὲν οὖν ἐστὶν ἡ ἀρτηρία τῆς φλεβὸς,
12. οὐ μὴν ἐξήλλακταί γε πολλῷ τῶν φαρμάκων ἡ χρῆσις ἐφ’
13. ἑκατέρου τῶν ἀγγείων, ἀλλ’ ἔστιν ἡ αὐτὴ κατ’ εἶδος, ἐν
14. τῷ μᾶλλόν τε καὶ ἧττον διαφέρουσα· τοσούτῳ γὰρ δεῖται
15. ξηραντικωτέρων φαρμάκων ἣ ἀρτηρία τῆς φλεβὸς, ὅσῳπερ
16. καὶ φύσει ξηροτέρα τὴν κρᾶσιν ἐστίν. εἰ δὲ περισαρκοῦσθαι
17. δέοι, τῶν αὐτῶν ἀμφότεραι χρῄζουσι· σαρκὸς γάρ ἐστι
18. γένεσις ἐν τῇ περισαρκώσει κατὰ τὸν αὐτὸν τρόπον γεννωμένης,
1. ὡς κᾀν τοῖς κοίλοις ἕλκεσιν ἐδείχθη γιγνομένη.
2. αἱ δὲ κατὰ τὴν μήτραν, ἢ κύστιν, ἢ ἔντερα φλέβες καὶ ἀρτηρίαι,
3. τῶν αὐτῶν δεόμεναι κατὰ γένος φαρμάκων ὅταν
4. ἕλκω θῶσιν, ὀργάνων χρήζουσι τῶν εἴσω παραπεμψόντων
5. αὐτὰ, μητρεγχυτῶν δηλονότι καὶ καθετῆρος εὐθυτρήτου καὶ
6. κλυστῆρος. εἰς δὲ τὰ κατὰ τὸ ἀπευθυσμένον ἕλκη· καὶ διὰ
7. κύστεως ἐγχωρεῖ ἐγχεῖν φάρμακον τηκτὸν χλιαρὸν, αὐλίσκον
8. ἐχούσης κατὰ τὸ πέρας αὐτῆς εὐθύτρητον. ἐξελεγχθήσεται
9. τοιγαροῦν. ἅμα τῇ τῶν ὀργάνων ἰδέᾳ καὶ ἢ τῶν φαρμάκων
10. σύστασις· οὐ γὰρ οἷον τε παχέα φάρμακα τοῖς τοιούτοις
11. ἐγχεῖν, ἀλλ’ ὑγροτέρων δηλονότι δέονται· καὶ διὰ
12. τοῦτο συμμέτρως θερμῶν ὡς τὰ πολλά· διὰ τοῦτο δὲ καὶ
13. τῶν τηκτῶν καλουμένων φαρμάκων ἐπιτηδειότερα τὰ ξηρά·
14. μίγνυται γὰρ ἑτοίμως, εἴτ’ ἀρνογλώσσου τις, εἴθ’ ἑτέρου
15. τοιούτου βούλοιτο χυλῶ. τὰ δὲ τοιαῦτα φάρμακα κρόκος
16. τ’ ἐστὶ καὶ πομφόλυξ καὶ ἀλόη καὶ τὰ κεφαλικὰ καλούμενα·
17. κατὰ δὲ τὸν πρῶτον καιρὸν τῆς σαρκώσεως, τὸν συνάπτοντα τῇ
18. ἐπισχέσει τοῦ αἵματος, καὶ ἡ Λημνία σφαγὶς ἀγαθὸν φάρμακον.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 5.7, ed. Kühn, 1825, vol. 10, p. 333-337. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩