Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 5.8, ed. Kühn, 1825, vol. 10, p. 338-345. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:5.8

1. Τὰ δ’ ἐν τῷ πνεύμονι συνιστάμενα τῶν
2. ἑλκῶν χαλεπωτέραν ἔχει τὴν ἴασιν. ἐνίοις δ’ οὐ χαλεπὴ
3. μόνον, ἀλλὰ καὶ ἀδύνατος εἶναι δοκεῖ τῷ τε λόγῳ τεκμαιρομένοις
4. καὶ τῇ πείρᾳ· τῷ λόγῳ μὲν, ἐπειδὴ διὰ τὴν ἀναπνοὴν
5. ἀεικίνητόν ἐστι σπλάγχνον ὁ πνεύμων, ἡσυχίας δὲ
6. δεῖ τοῖς μέλλουσιν ἰαθήσεσθαι· τῇ πείρᾳ δ’, ὅτι μηδὲ πώποτε
7. μηδένα τῶν τοῦτο παθόντων ἐθεάσαντο θεραπευθέντα.
8. τὸ μὲν δὴ τῆς πείρας, ἐντεῦθεν γὰρ ἄρξασθαι δίκαιον, ἀμφισβήτησιν
9. ἴσως ἔξει κατὰ τὴν διάγνωσιν. ἡμεῖς γοῦν ἐθεασάμεθα
10. τὸν μέν τινα τῷ βοῆσαι μέγα, τὸν δὲ τῷ καταπεσεῖν
11. ἀφ’ ὑψηλοῦ, τὸν δ’ ἐν παλαίστρᾳ πληγέντα, παραχρῆμά τε
12. βήξαντα σφοδρότατα καὶ σὺν τῇ βηχὶ τοὺς μὲν μίαν ἢ δύο
13. κοτύλας, ἐνίους δὲ καὶ πλείους πτύσαντας. αὐτῶν δὲ τῶν ταῦτα
14. παθόντων ἔνιοι μὲν ἀνώδυνοι παντάπασιν ἦσαν, ἔνιοι δ’ ὠδυνῶντο
15. κατὰ θώρακα. καὶ τοίνυν καὶ τὸ αἷμα τοῖς μὲν ὀδυνηθεῖσιν
16. οὔτ’ ἀθρόον ἦν οὔτε πολὺ καὶ ἧττον ἐρυθρὸν καὶ
17. ἦττον θερμὸν, ὡς ἂν πόῤῥωθεν ἧκον τοῖς δ’ ἀνωδύνοις οὖσιν
1. ἀθρόον τε καί πλεῖστον, ἐρυθρόν τε καὶ θερμὸν ἀνεβήττετο,
2. σαφῶς ἐνδεικνύμενον ὅτι μὴ πόῤῥωθεν ἥκει. ἔχει μὲν οὖν
3. ἀπορίαν καὶ ἄλλην οὐ σμικρὰν ἡ ἐκ τοῦ θώρακος εἴς τὰς
4. τραχείας ἀρτηρίας μετάληψις τοῦ αἵματος, ἐζητημένην τοῖς
5. ἰατροῖς ὅσοι ἀδύνατον εἶναι νομίζουσι τὴν διὰ τοῦ περιέχοντος
6. ὑμένος τὸν πνεύμονα φορὰν αὐτοῦ. καὶ τάχ’ ἂν,
7. εἰ μὴ πολλοῖς τῶν οὕτω παθόντων ὅ τε παραχρῆμα πόνος
8. ἥ τ’ ἐξ ὑστέρου τισὶν αὐτῶν ἐπιγενομένη φλεγμονὴ σὺν ἀποστάσει
9. σαφῆ τὴν ἔνδειξιν ἔφερε τοῦ κατὰ τὸν θώρακα πάθους,
10. ἀπεφήναντο μηδέποτ’ ἐκ θώρακος αἷμα διὰ τῆς φάρυγγος
11. ἀναβήττεσθαι. νυνὶ δ’ ὑπὸ τούτων δυσωπούμενοι
12. συγχωροῦσι μὲν ἀπὸ τοῦ θώρακος φέρεσθαι, ζητοῦντες δ’
13. ἑτέραν ὁδὸν τῆς διὰ τοῦ περιέχοντος ὑμένος τὸν πνεύμονα,
14. πολλὰ καὶ ἄτοπα λέγειν ἀναγκάζονται. καίτοι τό γε πῦον
15. ἐπὶ τῶν ἐμπύων ἐν τῇ μεταξὺ χώρᾳ θώρακός τε καὶ πνεύμονος
16. ὁμολογοῦντες περιέχεσθαι βλέπουσιν, οἶμαι, σαφῶς
17. ἀναβηττόμενον ἐκ πνεύμονος. ἡμεῖς δὲ κᾀπὶ τῶν ἀπόστημα
18. τοιοῦτον ἐν θώρακι ἐχόντων, ὡς σφακελίσαι τι καὶ τῶν 
1. ὀστῶν, ἐπεδείξαμεν αὐτοῖς ἐναργῶς τὸ ἐνιέμενον τῷ θώρακι
2. μελίκρατον ἀναβηττόμενον ἐκ πνεύμονος. ἴσμεν γὰρ δήπου
3. τὰς τοιαύτας διαθέσεις ἐν θώρακι συνισταμένας οὐκ ὀλιγάκις
4. ἐν Ῥώμῃ μάλιστα τρόπῳ ῥευματικῷ, ὡς ἀναγκασθῆναι
5. τὸ πεπονθὸς ἐκκόπτειν ὀστοῦν. ἐπὶ τῶν πλείστων δ’
6. εὐθὺς ἅμα τῇ διεφθαρμένῃ πλευρᾷ καὶ ὁ ὑπεζωκὼς αὐτὴν
7. ὑμὴν ἔνδοθεν εὑρίσκεται διασεσηπώς. εἰώθεμεν οὖν ἐν τῇ
8. θεραπείᾳ μελίκρατον ἐκχέοντες διὰ τοῦ ἕλκους, ἐνίοτε μὲν
9. ἐγκελεύεσθαι βήττειν αὐτοῖς ἐπικεκλιμένοις τῷ πεπονθότι μέρει,
10. πολλάκις δὲ κατασείειν ἠρέμα, καί ποτε καὶ πυουλκῷ
11. κομίζεσθαι τὸ ὑπολειπόμενον ἔνδον τοῦ μελικράτου. ἐπειδὰν
12. δὲ τοῦτο ποιήσαντες ἐκκεκλύσθαι τότε πῦον ἅπαν καὶ τοὺς
13. ἰχῶρας τοῦ ἕλκους ἐλπίσωμεν, ἐντίθεμεν οὕτως τὰ φάρμακα.
14. κατὰ τὰς τοιαύτας οὖν διαθέσεις, εἴ τις ἐάσειεν ἐν τῇ μεταξὺ
15. πνεύμονος καὶ θώρακος χώρᾳ τὸ ὑγρὸν, αὐτίκα ἀναβηττόμενον
16. θεάσεται. θαυμάσαι δ’ ἐστὶν ἐπὶ τῇ τοῦ πνεύμονος
17. ὁδῷ τῶν ἀπορούντων, πῶς οὐ μᾶλλον ἀποροῦσιν ἐπὶ τοῦ
18. προχεομένου παχέος αἵματος ἐν ταῖς τῶν καταιμάτων πωρώσεσιν·
1. αὐτό τε γὰρ τὸ προχεόμενον οὐ σμικρῷ παχύτερόν
2. ἐστι τοῦ κατὰ φύσιν, ἥ τε τοῦ δέρματος οὐσία παμπόλλῳ δή
3. τινι παχυτέρα τοῦ παρὰ τῷ πνεύμονι χιτῶνος. ὅπερ οὖν
4. ἐλέγομεν ὅταν ἐκ καταπτώσεως, ἢ μεγάλης ἅμα καὶ ὀξείας
5. φωνῆς, ἀγγείου ῥαγέντος ἐν πνεύμονι χωρὶς ὀδύνης ἀθρόον
6. καὶ θερμὸν, εὐανθές τε καὶ πολὺ μετὰ βηχὸς ἀναφέρηται
7. τὸ αἷμα, πεπεῖσθαι μὲν χρὴ τὸ τραῦμα κατὰ τὸ σπλάγχνον
8. ἐνυπάρχειν, ἐπιχειρεῖν δὲ τῇ θεραπείᾳ καθάπερ ἡμεῖς πολλάκις
9. ἐπιχειρήσαντες ὀλιγάκις ἀπετύχομεν. αὐτῷ μὲν οὖν
10. τῷ κάμνοντι προστάξαι χρὴ μήτ’ ἀναπνεῖν μέγα καὶ σιωπᾷν
11. ἀεί· τέμνειν δ’ αὐτίκα φλέβα κατ’ ἀγκῶνα τὴν ἔνδον· ἐπαφαιρεῖν
12. δὲ δίς που καὶ τρὶς, ἀντισπάσεως ἕνεκα· τρίβειν τε
13. καὶ διαλαμβάνειν ὅλα τὰ κῶλα δεσμοῖς, ὥσπερ εἰώθαμεν,
14. ἐπειδὰν δὲ ταῦτα πραχθῇ, πρῶτον μὲν ὀξύκρατον ὑδαρές τε
15. καὶ χλιαρὸν διδόναι πίνειν· ὅπως εἴ τις εἴη θρόμβος ἐν τῷ
16. σπλάγχνῳ διαλυθεὶς ἐκβηχθείη· καὶ τοῦτ’ οὐδὲν κωλύει καὶ
17. δὶς καὶ τρὶς ἐν ὥραις τρισὶν ἐργάσασθαι. μετὰ δὲ ταῦτα διδόναι
18. τι τῶν ἐμπλαττόντων τε ἅμα καὶ στυφόντων φαρμάκων,
1. ἤτοι δι’ ὑδαροῦς ὀξυκράτου τὴν πρώτην ἢ δι’ ἀφεψήματος
2. μήλων, ἢ μύρτων, ἤ τινος ἄλλου τῶν στυπτικῶν. εἰς
3. ἑσπέραν τε πάλιν ὁμοίως διδόναι τὸ φάρμακον, εἴργοντας
4. ἁπάσης τροφῆς, ἐὰν ἰσχυρὸς ᾖ. εἰ δὲ μὴ, ῥοφήματος αὔταρκες
5. διδόναι. κάλλιστον δὲ καὶ κατὰ τὴν ὑστεραίαν ἐπαφελεῖν
6. αὖθις ὀλίγον αἵματος ἀπὸ τῆς τετμημένης φλεβὸς, ἐὰν ἰσχυρὸς
7. ᾖ· καὶ τροφαῖς καὶ φαρμάκοις ὡσαύτως χρῆσθαι, μέχρι
8. τῆς τετάρτης ἡμέρας, ἐπιβρέχοντας ἐν κύκλῳ τὴν θώρακα,
9. θέρους μὲν μηλίνῳ ἢ ῥοδίνῳ, χειμῶνος δὲ μύρῳ ναρδίνῳ.
10. εἰ δὲ καὶ τῶν ἐμπλαστῶν τινι χρήσασθαι βούλοιο
11. φαρμάκων, κάλλιστον ἂν ἔχοις τὸ ἡμέτερον, ᾧ καὶ πρὸς τὰ
12. ἄλλα τραύματα θαῤῥῶν χρῶ· σύγκειται δὲ ἐξ ἀσφάλτου καὶ
13. ὄξους ὅσα τ’ ἄλλα μίγνυται τοῖσδε κατὰ τὰς καλουμένας
14. ὑπὸ τῶν ἰατρῶν ἐναίμους βαρβάρους. εἰ δὲ γυναῖκα θεραπεύοις,
15. ἢ παῖδα, ἢ ὅλως μαλακόσαρκόν, τινα τὸ διὰ τῆς
16. χαλκίτεως ἱκανὸν φάρμακον· οὗ κατὰ τὸ πρῶτον ἐν τοῖς
17. περὶ φαρμάκων συνθέσεως ἐδήλωσα τὴν δύναμιν. οὕτως ἡμεῖς
1. ἐθεραπεύσαμεν οὐκ ὀλίγους, ἐπιφανέντες αὐτίκα τῷ πεπονθότι.
2. τὸ γάρ τοι μέγιστον αὐτὸ τοῦτ’ ἔστιν, ᾧ πάνυ προσέχειν
3. σε χρὴ τὸν νοῦν, εἰ παραχρῆμα τῆς ῥήξεως τῶν ἀγγείων
4. γεγενημένης, ὑπάρξαις τῆς θεραπείας, ὥστ’ ἔναιμον ὂν κολληθῆναι
5. τὸ τραῦμα πρὶν ἄρξασθαι φλεγμαίνειν. εἰ δέ γέ
6. φλεγμήνειεν, ὀλίγη μὲν ἔτι τοῦ κολληθῆναι τὸ τοιοῦτον ἡ
7. ἐλπὶς, εἰς χρόνον δ’ ἐκπίπτει πλείονα. καὶ τὸ χαλεπὸν ἢ
8. ἀδύνατον τῶν ἐν τῷ τοιῷδε τῆς ἰάσεώς ἐστι· ἐκπλύνειν γὰρ
9. δηλονότι χρὴ τό τε πῦον καὶ τοὺς ἰχῶρας τοῦ ἕλκους, λυομένης
10. τῆς φλεγμονῆς. ἐκ μὲν δὴ τῶν κατὰ μήτραν καὶ κύστιν
11. ἐκκρίνεται μὲν καὶ αὐτόματα τῷ κατάντει τῆς φορᾶς, ἐκκλύζεσθαι
12. δὲ δύναται καὶ πρὸς ἡμῶν· ἐπὶ πνεύμονος δὲ γίνεσθαι
13. ἑκάτερον ἀδύνατον. ἀπολείπεται οὖν ἔτι μόνη τοῖς ἐνταυθοῖ
14. πᾶσιν ἕλκεσιν ἡ μετὰ τοῦ βήττειν κάθαρσις. ἀλλ’
15. εἴπερ ὀρθῶς τήν τ’ ἄλλην ἡσυχίαν αὐτοῖς συνεβουλεύομεν,
16. ἀναπνεῖν τε καὶ καταβραχὺ καὶ μηδ’ ὅλως φθέγγεσθαι
17. προσετάττομεν ὑπὲρ τοῦ κολληθῆναι τὸ τραῦμα, τίς ἂν εἴη
18. τοῖς βήττουσι τῆς ἰάσεως ἡ ἐλπίς; οὔκουν ὅτι διὰ τὴν ἀναπνοὴν
1. ἀεικίνητόν ἐστι τὸ σπλάγχνον, ὡς οἱ πρὸ. ἡμῶν φασιν
2. ἰατροὶ, ἄπορος ἡ ἴασις, ἀλλὰ διὰ τὴν τῶν ἰχώρων τε καὶ τοῦ
3. πύου κένωσιν. καὶ διὰ τοῦτο παραχρῆμα μὲν εἰς σύμφυσιν
4. ἀφικνεῖται καθ’ ὃν εἴρηται τρόπον ἰαθέντα· φλεγμῆναι δὲ
5. φθάσαντα χαλεπὴν καὶ ἄπορον ἴσχει τὴν ἐπανόρθωσιν· ὅ τε
6. γὰρ ἰχὼρ καὶ τὸ πῦον οὐκ ἀκριβῶς ἐκκενοῦται τῶν κατὰ τὴν
7. πνεύμονα χωρίων, αἵ τε βῆχες ἱκανῶς σπαράττουσι τὰ πεπονθότα.
8. τὰ δ’ ἐκ θώρακος τριχῆ τῶν κατὰ τὸ σπλάγχνον τοῦτο
9. πλεονεκτεῖ· τά τε γὰρ ἀγγεῖα πολὺ σμικρότερα καὶ ἡ ἐκροὴ
10. τῶν ἰχώρων εἰς τὴν εἴσω γίνεται χώραν, ὅλως τε σαρκωδέστερός
11. ἐστι τοῦ πνεύμονος. οὐδὲ γὰρ οὐδ’ ἡ τῶν τραχειῶν
12. ἀρτηριῶν οὐσία κατ’ ἄλλό τι τοῦ ζώου μόριόν ἐστιν, ἱκανῶς
13. ἀσάρκων καὶ ξηρῶν ὑπαρχουσῶν· ὧν καὶ αὐτῶν δήπου ῥῆξις
14. ἐν ταῖς τοιαύταις πτώσεσι γίγνεται· ὡς εἴ γε τῶν ἄλλων
15. μέν τι ῥαγείη, μένοιεν δ’ ἀπαθεῖς αἱ τραχεῖαι ἀρτηρίαι, κατὰ
16. τὰς συναναστομώσεις μόνας ἡ μετάληψις γίνεται. ὥστε οὔτε
17. θερμὸν οὔτ’ ἐρυθρὸν οὔτε πολὺ τοῖς τοιούτοις ἀναφέρεται
18. τὸ αἷμα. καὶ δοκεῖ μὲν εἶναι μετριώτερα τὰ τοιαῦτα 
1. παθήματα τὴν γε πρώτην, ὡς ἂν μὴ καταπλήττοντα τῷ
2. πλήθει. τῆς κενώσεως· ἔστι δὲ χείρω δι’ αὐτὸ τοῦτο· κωλύεται
3. γὰρ ἡ σύμφυσίς ὑπὸ τοῦ περιθρομβουμένου τοῖς ἐῤῥωγόσιν
4. ἀγγείοις αἵματος, οὐκ ἔχοντος εὐπετῆ τὴν εἰς τὰς τραχείας
5. ἀρτηρίας διέξοδον.

Cliquer un n° de page pour en afficher l’image