ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ
ΒΙΒΛΙΟΝ Ζ.
1. Οἶδ’ ὅτι μηκύνειν δόξω τισὶν ἐν γένος
2. ἔτι νοσήματος ἐξηγούμενος, ὅπως χρὴ θεραπεύεσθαι μεθόδῳ.
3. προσήκει δ’ αὐτοὺς οὐκ ἐμοὶ τοῦ μήκους ἐγκαλεῖν, ἀλλὰ τοῖς
4. ἃ μηδ’ ὅλως ἔγνωσαν ὑφ’ Ἱπποκράτους ὀρθῶς εἰρημένα
5. διαβάλλειν ἐπιχειρήσασιν, οὓς οὐδ’ ἕλκος ἰᾶσθαι καλῶς ἐπισταμένους
6. ἔδειξα, μή τοί γε δὴ τῶν ἄλλων τι τῶν μειζόνων.
7. αὐτὸ μὲν οὖν τὸ γένος τοῦ πάθος οὗ τῶν εἰδῶν ἕν ἐστι τὸ
8. ἕλκος, εἴτε συνεχείας λύσιν εἴθ’ ἑνώσεως ὀνομάζοι, τις οὐ
1. διοίσει. δέδεικται δὲ ὅτι καθ’ ἕκαστον μέλος τοῦ σώματος
2. ἡ μέθοδος τῆς θεραπείας αὐτοῦ τὰς μὲν ἐξ αὐτοῦ τοῦ πάθους
3. ἐνδείξεις φυλάττει κοινὰς, ἐπικτᾶται δὲ ἀπὸ τοῦ μέρους
4. ἄλλοτε ἄλλας. ἐν μὲν γὰρ τοῖς σαρκώδεσι μορίοις
5. ἐπιγιγνόμενον ὀνομάζεται μὲν ἕλκος, ἔχει δὲ τὸν μὲν κοινὸν
6. σκοπὸν ἁπάντων τῶν παρὰ φύσιν ἀναίρεσιν ἑαυτοῦ, τὸν
7. δ’ ὡς διαθέσεως, τὸν διὰ τῶν ἐναντίων, τὸν δὲ ὡς διαιρέσεως
8. ἕνωσιν· ἡ γάρ τοι τοῦ νοσήματος τοῦδε γένεσις
9. ἐν τῇ διαιρέσει τῆς ἑνώσεως ἐστι καὶ διὰ τοῦτο κατὰ
10. μὲν τὸ ὀστοῦν ὀνομάζεται κάταγμα, κατὰ δὲ τὰς νευρώδεις
11. ἶνας σπάσμα, κατὰ δὲ τοὺς μῦς ἕλκος τε καὶ ῥῆγμα προείρηται
12. δὲ αὐτῶν ἡ διαφορά νεύρῳ μέντοι καὶ
13. ἀρτηρίᾳ καὶ φλεβὶ ταὐτὸν τοῦτο τὸ πάθος ἐγγινόμενον
14. οὐδὲν ἴδιον ὄνομα κέκτηται· συγχρῆται δ’ ἐνίοτε μὲν τῇ
15. τοῦ ἕλκους, ἔστι δ’ ὅτε τῇ τοῦ τραύματος ἢ ῥήξεως προσηγορίᾳ
16. ἀλλ’ ὅτι βραχύ τι χρὴ φροντίζειν ὀνομάτων ὅτῳ
17. περ σπουδὴ τῶν πραγμάτων αὐτῶν ἐξευρίσκειν τὴν ἐπιστήμην,
18. εἴρηταί μοι πολλάκις. ἐπὶ ταύτην οὖν σπεύδωμεν
1. ἀμελήσαντες τῶν ὀνομάτων· οὐδὲ γὰρ ἐκ τῆς τούτων ἀκριβοῦς
2. θέσεως, ἀλλ’ ἐκ τῶν προσηκόντων ἰαμάτων οἱ κάμνοντες
3. ὀνίνανται. πάλιν οὖν ἀναμνηστέον ὡς ὁ τολμηρότατος
4. Θεσσαλὸς οὐδεμίαν εἰπὼν μέθοδον ἑλκῶν ἰάσεως οἴεται
5. πάσας εἰρηκέναι. τὸ γὰρ, εἰ οὕτως ἔτυχε, τὸ μὲν κοῖλον ἕλκος
6. δεῖσθαι σαρκώσεως, τὸ δ’ ἁπλοῦν κολλήσεως, οὐδὲ τοὺς
7. ἰδιώτας λανθάνει, πῶς δ’ ἄν τις εὕροι μεθόδῳ φάρμακα
8. δι’ ὧν ἤτοι σαρκωθήσεται τὸ κοῖλον, ἢ κολληθήσεται τὸ
9. ἁπλοῦν ἕλκος, οὐκέτι οὐδεὶς ἰδιώτης ἐπίσταται· καὶ τοῦτό
10. ἐστιν ὃ πρόκειται σκοπεῖσθαι τοῖς ἰατροῖς· κᾀν τούτῳ
11. βελτίων ἐστὶν ἕτερος ἑτέρου. καὶ γὰρ εὑρήσει φάρμακα καὶ
12. τοῖς εὑρημένοις ὀρθῶς χρήσεται, καθάπερ ἐδείκνυμεν ἐν
13. τοῖς ἔμπροσθεν, ὁ γεγυμνασμένος ἐν τῇ θεραπευτικῇ
14. μεθόδῳ.