Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 6.2, ed. Kühn, 1825, vol. 10, p. 386-401. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:6.2

15. Ἵνα γὰρ ἤδη τινὸς ἐχώμεθα τῶν ἀκολούθων
16. τοῖς ἔμπροσθεν, ὑποκείσθω τις ἥκων πρὸς ἡμᾶς νενυγμένος
17. αὐτὸ μόνον τὸ δέρμα βελόνῃ· τοῦτον τὸν ἄνθρωπον,
18. εἰ μὲν εὐελκὴς εἴη, κᾂν χωρὶς φαρμάκου, γυμνὸν ἔχοντα τὸ
1. μέλος, ἐπὶ τὰς συνήθεις ἀπολύσῃς πράξεις, οὐδὲν πείσεται
2. φαῦλον· εἰ δὲ δυσελκὴς εἴη, πρῶτα μὲν ὀδυνήσεται, μετὰ
3. ταῦτα δὲ ἤδη καὶ σφύξει καὶ φλεγμανεῖ τὸ μέρος. ὁ μὲν οὖν
4. ἐμπειρικὸς ἐξ ἀνακρίσεως εἴσεται τὴν φύσιν τοῦ ἀνθρώπου·
5. ἡμεῖς δὲ κᾀκ ταύτης μὲν ἅπασί γε χρώμενοι τοῖς ἐκ τῆς
6. πείρας εὑρισκομένοις, οὐδὲν δὲ ἧττον καὶ ἐξ ὧν ἔχομεν
7. γνωρισμάτων εὐχύμου καὶ κακοχύμου φύσεως, εὐαισθήτου
8. τε καὶ δυσαισθήτου, πληθωρικῆς τε καὶ συμμέτρως ἐχούσης
9. χυμῶν, εὖ εἰδότες ὡς ὁ μὲν πληθωρικὸς, ἢ κακόχυμος, ἤ
10. εὐαίσθητος, ἤ τινα τούτων, ἢ πάντα ἔχων, φλεγμαίνει·
11. ὅτῳ δ’ ὑπάρχει τἀναντία, δεινὸν οὐδὲν πείσεται. καὶ ταῦτα
12. προγνόντες, οὐ μὰ Δία τὸ κολλητικὸν ἐπιθήσομεν φάρμακον,
13. ὁποῖα τὰ πλεῖστα τῶν καλουμένων ἐναίμων ἐστὶν, ἃ
14. προσφάτοις ἐπιτίθενται τραύμασιν, ἀλλὰ μαλακόν τε καὶ
15. παρηγορικὸν καὶ ἀνώδυνον. ἔνθα μὲν γὰρ ἡ διαίρεσις ᾖ
16. μεγάλη, σπουδὴν χρὴ ποιεῖσθαι ξηραντικωτέροις φαρμάκοις
17. εἰς σύμφυσίν τε καὶ ἕνωσιν ἄγειν τὰ χείλη τοῦ ἕλκους·
1. ἔνθα δ’ ἐκ βελόνης ἢ γραφίου διαίρεσις, ἑνὸς μόνου χρὴ
2. φροντίζειν τοῦ μὴ φλεγμῆναι. κᾀν τῷδε δῆλον ὡς ὁ γεγραμμένος
3. ὑπὸ Θεσσαλοῦ σκοπὸς τῶν ἐναίμων· ἑλκῶν οὐδὲν
4. ἡμᾶς οὐδέπω διδάσκει πλέον οὗ καὶ τοῖς ἰδιώταις μέτεστιν.
5. οὐ γὰρ ὃ χρὴ ποιεῖσθαι γιγνώσκειν μέγα, φύσει γε
6. ὑπάρχον ἅπασιν ἀνθρώποις, δι’ ὧν δ’ ἄν τις αὐτὸ ποιήσειεν
7. ἐπίστασθαι τῶν τεχνικῶν ἐστι. καὶ γὰρ εἰ ναῦν τις
8. μέλλει πήξεσθαι καλῶς, ἴσμεν δήπου καὶ ἡμεῖς ἅπαντες
9. οὐκ ὄντες ναυπηγοὶ, ποῦ μὲν χρὴ τάξαι τὰ πηδάλια,
10. ποῦ δὲ τὴν πρύμναν καὶ τὴν πρῶραν, ἕκαστόν τε τῶν
11. ἄλλων· ἀλλ’ οὐδὲν ἡμῖν πλέον πρόσεστιν ἀγνοοῦσι πῶς
12. αὐτὰ δημιουργήσομεν. οὕτω δὲ καὶ οἰκίαν κατασκευαζόμενός
13. τις οὐκ ἀγνοεῖ δήπουθεν οὔθ’ ὡς πρῶτα χρὴ θέσθαι τὰ
14. θεμέλια τῶν τοίχων, οὔθ’ ὡς ἐπ’ αὐτοῖς καὶ ἀκλινεῖς ἐγεῖραι
15. τοὺς τοίχους, οὔθ’ ὡς κατὰ τοῦτον πήξασθαι τὴν
16. ὀροφὴν, οὔθ’ ὡς θύρας τε καὶ θυρίδας, ἕκαστόν τε τῶν
17. ἄλλων μερῶν τῆς οἰκίας ἐν οἰκείῳ τάξαι χωρίῳ· ἀλλ’ οὐδὲν 
1. τοῦτο πλέον οὐδὲν εἰς οἰκίας κατασκευὴν, ἄχρι περ ἂν
2. ἀμαθὴς ὑπάρχων οἰκοδομικῆς, ἀγνοεῖ δημιουργεῖν αὐτά.
3. μόνῳ τοίνυν τῶν ἁπάντων ἀνθρώπων σοφωτάτῳ ἀρκεῖ
4. Θεσσαλῷ πρὸς ἐπιστήμην τεχνικὴν ὃ χρὴ ποιῆσαι γινώσκειν.
5. ἀλλ’ ἡμεῖς καὶ διὰ τῶν ἔμπροσθεν ἐδείξαμεν, ὡς ἀρχὴ
6. μέν τίς ἐστι τοῦτο τῶν κατὰ τὰς τέχνας πράξεων, οὔπω
7. μὴν ἴδιον οὐδὲν αὐτῶν μόριον, ἀλλ’ ἔτι κοινὸν ἰδιώταις
8. ἅπασιν· αἱ γὰρ ἐνδείξεις αἱ πρῶται κατὰ πᾶσαν τέχνην
9. φύσει πᾶσιν ἀνθρώποις ὑπάρχουσιν. ὥστε εἴπερ εἰσὶν
10. ἱκαναὶ τεχνίτας αὗται ποιεῖν, οὐδὲν κωλύει καὶ ναυπηγεῖν
11. ἡμᾶς καὶ τεκταίνεσθαι καὶ δύνασθαι πάντας ὑποδήματά τε
12. κατασκευάζειν καὶ ἱμάτια καὶ οἰκίας ἀρχιτεκτονεῖν τε καὶ
13. κιθαρίζειν καὶ ῥητορεύειν. ἀλλ’ οὐχ οὕτως ἔχει τὸ ἀληθές
14. οὐδ’ ὁ γινώσκων ὅτι τῷ τρωθέντι μορίῳ τὴν κατὰ
15. φύσιν ἕνωσιν ἐκποριστέον ἰατρός ἐστιν, ἀλλ’ ὁ δι’ ὧν ἐκπορισθήσεται·
16. καίτοί γε οὐδὲ τοῦτό γ’ αὐτὸ μόνον ἱκανὸν,
17. ἐὰν ἀγνοῇ τις ὅπως χρηστέον αὐτοῖς ἐστιν, ἀλλ’ ὁ τὴν
18. ὁδὸν ἅπασαν ἐπιστάμενος τῆς θεραπείας, ἄχρι τοῦ τυχεῖν
1. τοῦ σκοποῦ, μόνος οὗτός ἐστιν ὁ γινώσκων ἰᾶσθαι. συμβαίνει
2. τοιγαροῦν γε τοῖς ἀμεθόδοις Θεσσαλείοις ἐξ ὧν
3. μείζω τολμῶσιν ἢ δύνανται μηδὲ τῶν δυνατῶν ἐφικνεῖσθαι.
4. γραφείῳ γοῦν τινος ἔναγχος εἰς τὴν χεῖρα πληγέντος, ὡς
5. διαιρεθῆναι μὲν ὅλον τὸ δέρμα, νυχθῆναι δέ τι τῶν ὑποκειμένων
6. αὐτῷ νεύρων, ἐν ἀρχῇ μὲν ἐπέθηκεν ἔμπλαστόν τι
7. φάρμακον ὁ σοφώτατος Θεσσάλειος, ᾧ πολλάκις ἐπὶ μεγίστων
8. τραυμάτων εὐδοκίμει χρώμενος. ᾤετο γὰρ, οἶμαι, τῆς
9. αὐτῆς δεῖσθαι θεραπείας ἅπαν τραῦμα. φλεγμονῆς δὲ ἐπιγενομένης,
10. ἐπὶ· τὸ δι’ ἀλεύρου πυρίνου κατάπλασμα μεταβὰς,
11. ἐν τούτῳ τε σήπων τὸν ἄνθρωπον, ἀπέκτεινεν ἐντὸς
12. τῆς ἑβδόμης ἡμέρας. οὐδ’ ἀριθμήσασθαι δυνατὸν ὅσοι σπασθέντες
13. ἀπέθανον, εἰς τὰς Παιωνείας χεῖρας ἐμπεσόντες
14. αὐτῶν· ἵνα δηλαδὴ σώζηται τὸ Θεσσάλειον θέσπισμα, πᾶν
15. ἕλκος ἔναιμον ὁμοίως θεραπευθῆναι, μηδὲν τῶν πεπονθότων
16. μορίων συνενδεικνυμένων. ἀλλ’ οὐχ ἥ γε ὄντως μέθοδος
17. εἰς τοσοῦτον ἀμέθοδός ἐστιν εἰς. ὅσον ἡ Θεσσάλειος· εὑρίσκειν
18. δὲ δύναται καὶ νῦν ἔτι μετὰ τοσούτους τε καὶ τηλικούτους
1. ἰατροὺς οὐ μόνον φάρμακα βελτίω τῶν ἔμπροσθεν,
2. ἀλλὰ καὶ τὸν σύμπαντα τῆς θεραπείας τρόπον. οὐδεὶς
3. γοῦν χρώμενος εὐθὺς ἐξ ἀρχῆς οἷς ἡμεῖς εὕρομεν φαρμάκοις
4. ἐπὶ νεύρων τρώσεσιν ἐσπάσθη. κατενόησα γὰρ ὡς,
5. ἐπειδὰν νυγῇ νεῦρον, ἀναγκαῖον αὐτῷ διὰ περιττὸν τῆς
6. αἰσθήσεως ὀδυνᾶσθαί τε μειζόνως ἢ τἄλλα καὶ φλεγμαίνειν
7. ἐξ ἀνάγκης, εἰ μή τις ἐξεύροι ἄκος τῶν ὀδυνῶν, ἐπίσχοι τε
8. τὴν γένεσιν τῆς φλεγμονῆς. εὔλογον οὖν ἐφαίνετό μοι τὴν
9. μὲν τοῦ δέρματος τρῶσιν ἀκόλλητον φυλάττειν, ὅπως ἐκρέοιεν
10. δι’ αὐτῆς οἱ ἐκ τῖς τοῦ νεύρου τρώσεως ἰχῶρες, ἀπέριττον
11. δ’ ἐργάζεσθαι τὸ σύμπαν σῶμα καὶ τοῦ μηδεμίαν ὀδύνην ἐπιγίνεσθαι
12. τῷ τετρωμένῳ μορίῳ, μεγάλην ποιεῖσθαι φροντίδα.
13. καὶ τοίνυν ἐξεῦρον οὐκ ὀλίγα φάρμακα κατὰ τοῦ τραύματος
14. ἐπιτιθέμενα πρὸς ἄμφω θαυμαστῶς παρεσκευασμένα, τό τε
15. τὴν ὀδύνην ἰᾶσθαι καὶ τὴν ἐκροὴν ἀναστομοῦν τοῖς ἰχῶρσιν.
16. ἀσφαλέστερον δ’ ἂν εἴη καὶ προσανατέμνειν τὸ δέρμα, τὸ δ’
17. ὅλον σῶμα διὰ φλεβοτομίας ἐκκενοῦν, ἐῤῥωμένης τῆς δυνάμεως·
1. εἰ δ’ εἴη κακόχυμον, ἐκαθαίρειν αὐτίκα. τὸ δὲ τὰς ἄλλας
2. φλεγμονὰς ἱκανῶς παραμυθούμενον ὕδωρ θερμὸν πολεμιώτατον
3. ἡγεῖσθαι νεύρου τρώσει, γεγενημένης γε τῆς οὐσίας αὐτοῦ
4. κατὰ ψύξιν τε καὶ πῆξιν ἐξ ὑγροτέρας ὕλης· ἅπασαι γὰρ αἱ
5. τοιαῦται συστάσεις ὑπὸ τῶν θερμαινόντων τε καὶ ὑγραινόντων
6. ἅμα διαλύονταί τε καὶ σήπονται. τοῦ μὲν οὖν ὕδατος
7. τοῦ θερμοῦ παντάπασιν ἀπέσχον τοὺς οὕτω τρωθέντας·
8. ἐλαίῳ δὲ καταιονᾷν ἄμεινον εἶναι κρίνας θερμῷ· διότι καὶ
9. τοῦτο ἀποδέδεικταί μοι, ψυχρὸν μὲν προσφερόμενον ἐμπλάττειν,
10. θερμὸν δὲ διαφορεῖν. ἔφυγον μὲν οὖν καὶ τούτου τό τε
11. ὠμοτριβὲς ὀνομαζόμενον καὶ ὅλως τὸ στῦφον, εἱλόμην δὲ τὸ
12. λεπτομερέστατον, οἷόν πέρ ἐστι τὸ Σαβῖνον· ἄμεινον δὲ εἴη,
13. εἰ καὶ δυοῖν, ἢ τριῶν ἐτῶν εἴη· διαφορητικώτερον γὰρ τοῦτο
14. τοῦ προσφάτου· τὸ δ’ ἔτι παλαιότερον, ἀεὶ μὲν καὶ μᾶλλον
15. ἑαυτοῦ γίνεται διαφορητικώτερον, ἀνώδυνον δὲ ἧττον. ἐν
16. δὲ τοῖς φαρμάκοις ἐθέμην σκοπὸν, ὧν ἡ δύναμις λεπτομερής
17. τέ ἐστι καὶ θερμὴ συμμέτρως καὶ ξηραίνειν ἀλύπως ἱκανή·
1. μόνη γὰρ αὕτη δύναιτ’ ἂν ἐκ βάθους ἕλκειν ἰχῶρας ἄνευ τοῦ
2. συντείνειν καὶ δάκνειν τὸ μόριον. ἐχρησάμην δὲ πρῶτον μὲν
3. τῇ τερμινθίνῃ ῥητίνῃ, καθ’ ἑαυτήν τε καὶ βραχὺ προσμίξας
4. εὐφορβίου. καθ’ ἑαυτὴν μὲν ἐπί τε παίδων καὶ γυναικῶν καὶ
5. ὅλως τῶν ἁπαλοσάρκων· σὺν εὐφορβίῳ δὲ ἐπὶ τῶν σκληροσάρκων.
6. οὕτω καὶ προπόλει καθ’ ἑαυτήν τε καὶ σὺν
7. εὐφορβίῳ μαλάττων αὐτήν· εἴπερ δ’ εἴη σκληροτέρα, σύν
8. τινι τῶν λεπτομερῶν ἐλαίων. καὶ σαγαπηνῷ δὲ ἐχρησάμην
9. κατὰ τὰ σκληρὰ σώματα μετ’ ἐλαίου τε καὶ τῇ τερεβινθίνῃ
10. μιγνύς· καὶ ὀποπάνακί τε κατὰ τὸν αὐτὸν τρόπον, ὡς καὶ
11. ὁ Κυρηναῖος ὀπὸς ὀνήσειν, εἴ τις δι’ αὐτοῦ σκευάσειε φάρμακον
12. ἐπίπαστον ἐμπλαστὸν, ὁποῖον ἡμεῖς τὸ δι’ εὐφορβίου
13. συνεθήκαμεν, ἀλλ’ οὐδέπω τοῦθ’ ἡμῖν ἐκρίθη τῇ πείρᾳ, καθάπερ
14. τὰ ἄλλα σύμπαντα. χρὴ γὰρ ἡγεῖσθαι μὲν τὴν ἐκ τῆς
15. ἀληθινῆς μεθόδου τῶν ἰασομένων εὕρεσιν, ἐπιμαρτυρεῖν δ’
16. αὐτῇ καὶ τὴν πεῖραν εἰς ἀκριβεστέραν πίστιν. ἀπὸ γοῦν
17. τῆς τοιαύτης μεθόδου καὶ τὸ θεῖον τὸ ἄπυρον, ὅταν γε 
1. μὴ λιθῶδες, ἀλλ’ ἱκανῶς ὑπάρχῃ λεπτομερὲς, ἠλπίσαμεν
2. ὀνήσειν τοὺς τὰ νεῦρα τρωθέντας εἰς τοσοῦτον ἐλαίῳ λεπτομερεῖ
3. μιγνύντες, ὡς ἐργάσεσθαι γλοιῶδες τὸ μικτὸν ἐξ ἀμφοῖν.
4. ἐπὶ δὲ τῶν ἰσχυροτέρων τε καὶ σκληροτέρων σωμάτων, εἰ
5. καὶ μελιτῶδες ἐργάσαιο τῇ συστάσει, καὶ οὕτως ὀνήσεις,
6. ἐκρίθη γὰρ καὶ τοῦτο τῇ πείρᾳ. καὶ τὴν πεπλυμένην δὲ
7. τίτανον ἐπενοήσαμεν ὁμοίως μιγνύντες ἐλαίῳ προσφέρειν
8. αὐτοῖς· καὶ μᾶλλόν γε ὀνίνησιν, ἐπειδὰν θαλάττῃ πλυθῇ·
9. καλλίστη δὲ ἡ πλύσις ὥρᾳ θέρους ἐν τοῖς ὑπὸ κύνα καύμασιν·
10. εἰ δὲ καὶ δὶς αὐτὴν ἢ τρὶς ἐκπλύναις, ἄμεινον ἐργάσῃ
11. τὸ φάρμακον· ὅπως δὲ χρὴ σκευάζειν τὰ τοιαῦτα διὰ
12. τῆς τῶν περὶ φαρμάκων συνθέσεως ὑπομνημάτων εἴρηται
13. νυνὶ δὲ ἀρκέσει μοι λεχθῆναι τοσοῦτον, ὡς καὶ ταῦτα
14. καὶ τἄλλα πλείω φάρμακα πρὸς νεύρων τρώσεις ἐξεῦρον,
15. οὔτε τῶν διδασκάλων τινὰ θεασάμενος χρώμενον οὔτε ἀναγνούς
16. που γεγραμμένα κατά τι θεραπευτικὸν σύγγραμμα τῶν
17. πρεσβυτέρων, ἢ τούτων δή τι τῶν ἐπιγεγραμμένων αὐτοῖς
18. δυνάμεων ἐξ ἰδίας σοφίας, ἀλλ’ ἐξ αὐτῆς τῶν πραγμάτων
1. τῆς φύσεως ἐνδεκτικῶς ὁρμηθεὶς, ὅπερ ἐστὶν ἴδιον ἰατροῦ
2. μεθόδῳ χρωμένου. Θεσσαλὸς δὲ ὁ θαυμασιώτατος οὐδὲν
3. φάρμακον εὑρὼν ἐγνῶσθαί φησι τὴν ὕλην αὐτῶν ἐκ πολλοῦ.
4. καὶ μὴν οὐκ ἔγνωσταί τι παμπόλλων φαρμάκων ὧν
5. ἡμεῖς εὑρήκαμεν, οὐ μόνον Θεσσαλῷ καὶ τοῖς πρὸ αὐτοῦ
6. πᾶσιν ἰατροῖς, ἀλλ’ οὐδὲ τοῖς μετ’ αὐτὸν ἄχρι δεῦρο. ὑπαχθεὶς
7. γοῦν ἐγὼ πρὸς τινά ποτε τῶν σηπομένων ὑπὸ Θεσσαλείων
8. ἰατρῶν ἀμεθόδων καὶ θεασάμενος αὐτὸν μέλλοντα
9. καταπλάττεσθαι τῷ δι’ ἀλεύρου πυρίνου καταπλάσματι, μηδὲν
10. ἐν τῷ παραχρῆμα φάρμακον ἔχων, ᾔτησα΄ κονίαν στακτὴν,
11. ἑωρακὼς ἐκ γειτόνων τοῦ κάμνοντος πηλοποιὸν, ἑψήσας
12. δὲ δι’ αὐτῆς ἄλευρον κρίθινον, οὐχ ὡς ἐκεῖνοι δι’ ὑδρελαίου
13. τὸ πύρινον ἑψοῦσιν, ἐπέθηκα. καὶ αὖθις ὀρόβινον
14. ἄλευρον ὁμοίως ἑψήσας, ἐπὶ φλεγμαίνοντός τε καὶ σηπομένου
15. τοῦ νεύρου, διὰ τὰς καλὰς αὐτῶν θεραπείας ἐπιθεὶς,
16. ἔπαυσα ταύτης τῆς σηπεδόνος τὸν ἄνθρωπον. ἀλλὰ
17. περὶ μὲν τῶν φλεγμαινόντων καὶ σηπομένων ἕτερος μὲν
1. λόγος ἐκδέχεται μακρὸς, ἐν. ἰδίῳ καιρῷ τῆς πραγματείας.
2. τῆς δὲ τοῦ νεύρου τρώσεως ἀρκεῖ τὰ εἰρημένα φάρμακα.
3. καὶ πάμπολλοί γε τῶν εὑρημένων ἡμῖν ἑνὶ χρῶνται, μάλιστα
4. τῷ δι’ εὐφορβίου καὶ κηροῦ καὶ φρυκτῆς ῥητίνης ἐμπλαστῷ
5. φαρμάκῳ· εἶτα οὐκ οἶδ’ ὅπως ἔνιοι μὲν ἔμιξαν αὐτῷ Σινώπιδος,
6. ἔνιοι δ’ ὤχρας, ὑπὲρ τοῦ χρωσθὲν ἐκ τίνων σύγκειται
7. λανθάνειν, ἵνα μὴ δοκῇ εἶναι τὸ ἐμὸν φθονοῦντες· οὐ μὴν
8. ὑπ’ ἐμοῦ γε ἐξ ἀρχῆς οὕτως συνετέθη. τινὲς δ’ ἂν ἴσως αὐτῷ
9. μίξειαν ἁλὸς ἄνθος, ἤ τι τοιοῦτον ἕτερον ὃ καὶ τὴν χροιὰν
10. ὑπαλλάξει καὶ τὴν δύναμιν οὐ βλάψει· δύναιτο δ’ ἄν τις
11. ὑπ’ ἀγνοίας μῖξαί τι καὶ τοιοῦτον, ὅπερ βλάψει τὴν δύναμιν.
12. ἀλλ’ ἡμεῖς γε συνεθήκαμεν αὐτὸ διὰ κηροῦ καὶ ῥητίνης τερμινθίνης
13. καὶ πίττης καὶ εὐφορβίου, τοῦ μὲν κηροῦ βάλλοντες
14. μέρος ἓν, τῆς τερμινθίνης δὲ καὶ τῆς πίττης ἑκατέρας ἥμισυ·
15. ὥστε τὸ ἐξ ἀμφοῖν ἶσον εἶναι τῷ κηρῷ. δύναιτο δ’ ἄν ποτε
16. καὶ πλέον γίγνεσθαι τὸ ἐξ ἀμφοῖν τοῦ κηροῦ· δύναιτο δ’
17. ἂν καὶ τὸ ἕτερον αὐτῶν μόνον μίγνυσθαι τῷ κηρῷ. καὶ
1. μέντοι καὶ μὴ παρούσης τερμινθίνης ἥ τ’ ἐκ τῶν κεραμίων
2. ὑγρὰ καὶ ἡ φρυκτὴ καλῶς ἂν μιχθεῖεν· οὐδὲν δὲ ἧττον
3. αὐτῶν καὶ ἐλατίνη μιγνύοιτ’ ἄν. ἡ δὲ στροβιλίνη μόνον
4. τῶν σκληρῶν σωμάτων ἐστὶ φάρμακον· ἐπὶ δὲ τῶν μαλακωτέρων
5. [οὐ χρὴ μιγνύειν. εἰ μὲν οὖν ὑγρὰ ῥητίνη μιγνύοιτο,
6. κόψας καὶ διασείσας τὸ εὐφόρβιον ἀναμίγνυε τοῖς
7. ἄλλοις τακεῖσιν· ἔστω δὲ ὁ σταθμὸς αὐτοῦ τὸ δωδέκατον
8. μέρος τοῦ κηροῦ καί ποτε καὶ πλέον, εἰ βούλοιο ποιεῖν
9. ἰσχυρότερον· εἰ δὲ ξηρὰ, καθάπερ ἡ φρυκτὴ δεήσεται βραχέος
10. ἐλαίου τὸ εὐφόρβιον. ὥστ’ ἔγωγε τηνικαῦτα λεῖον
11. αὐτὸ σὺν ἐλαίῳ καὶ γλοιῶδες ἐργαζόμενος ἐψυγμένοις τοῖς
12. ἄλλοις μετὰ τὸ τακῆναι ξύσας μιγνύω, πολλάκις δὲ καὶ
13. ὕδατος ἔμιξα σκευαζομένῳ τῷ φαρμάκῳ τοσοῦτον ὅσον ἐν
14. αὐτῷ τῷ τήκεσθαι τὰ μιγνύμενα, δαπανηθῆναί τε δύναται
15. καὶ ἀφανισθῆναι τελέως. ἀλλὰ τὰ. μὲν τοιαῦτα σύμπαντα
16. τῆς περὶ φαρμάκων πραγματείας ἐστὶν οἰκειότερα.
17. νυνὶ δ’ ἀρκεῖ, καθάπερ ἔμπροσθεν ἐποιήσαμεν, ὁποῖον
18. εἶναι χρὴ τὸ γένος τῶν φαρμάκων δηλώσαντας, ὀλίγα προστιθέναι
1. τῶν κατὰ μέρος ἕνεκα παραδείγματος. ἄφθονον
2. γὰρ ἁπάντων τὴν ὕλην ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων
3. ἔχεις πραγματείᾳ· σκευάζειν δ’ ὡς ἐν τῇ περὶ συνθέσεως εἴρηται.
4. νῦν οὖν ἀρκεῖ τοῦτο εἰπόντι μόνον ἐπ’ ἄλλα μεταβαίνειν.
5. ἡ τοῦ τετρωμένου νεύρου θεραπεία φαρμάκων δεῖται,
6. θερμασίαν μὲν ἐγειρόντων χλιαρὰν, ξηραινόντων δ’ ἱκανῶς,
7. καὶ τῇ φύσει δὲ τῆς οὐσίας ἑλκτικῶν τε ἅμα καὶ λεπτομερῶν.
8. οὐ μόνον δὲ εἰς εὕρεσιν φαρμάκων τε καὶ διαιτημάτων ἡ θεραπευτικὴ
9. μέθοδος ἐπιτήδειός ἐστιν, ἀλλὰ καὶ εἰς τὴν τῶν
10. εὑρημένων χρῆσιν. ὥσπερ γὰρ ἐν τοῖς ἔμπροσθεν ἐδείκνυμεν
11. οὐδὲ τῷ τυχόντι φαρμάκῳ τῶν πρὸς ἕλκη καλῶς δύνασθαι
12. χρήσασθαι τὸν ἄνευ μεθόδου μεταχειριζόμενον αὐτὰ, τὸν
13. αὐτὸν τρόπον ἔνεστι καὶ νῦν ἐπιδεικνύναι. γνωρίζειν γὰρ εἰς
14. ὅσον ἤ τί γε ἐξήρανεν, ἢ ἐθέρμηνεν, ἢ παρηγόρησεν, ἢ ἠρέθισε
15. τὴν διάθεσιν ἡ τοῦ φαρμάκου προσφορὰ, μόνος ὁ κατὰ
16. μέθοδον ἰατρεύων ἱκανός ἐστιν. οὗτος δ’ αὐτὸς οἶδε μόνος
17. ἤ τί γ’ ἐπιτεῖναι τὴν ἐξ ἀρχῆς χρῆσιν, ἢ ἐκλῦσαι. τὸ γοῦν δι’
18. εὐφορβίου φάρμακον ἐπιθείς τις παραχρῆμα νευροτρώτῳ, 
1. πολλάκις δὲ ἄρα πρόσθεν εὐδοκιμοῦντος αὐτοῦ πεπείρατο,
2. τριταῖον ἐπεδείκνυέ μοι τὸ τετρωμένον μόριον, ὀδυνώμενόν
3. τε ἅμα καὶ φλεγμαῖνον, ἀπορῶν ὅπως οὐδὲν ἤνυσε τὸ φάρμακον.
4. ἠρόμην οὖν τὸν τετρωμένον εἰ θερμασίας τινὸς οἷον
5. ἐξ ἡλίου πραέος ᾔσθετο, τῇ πρώτῃ τῶν ἡμερῶν ἐπιβληθέντος
6. αὐτοῦ· ὁ δὲ ἀπεκρίνατο μηδενὸς ᾐσθῆσθαι τοιούτου.
7. πάλιν οὖν ἠρόμην τὸν ἰατρὸν ἐκ πόσου τε χρόνου τὸ φάρμακον
8. ἐσκευασμένον ἔχει καὶ τίνας αὐτῷ θεραπεύσειεν. ὁ δὲ
9. τὸν μὲν χρόνον ἐνιαυτοῦ πλέονα, τοὺς, δὲ θεραπευθέντας
10. ἔλεγε δύο μὲν παῖδας, ἓν δὲ μειράκιον εἶναι. πυθομένου
11. δέ μου καὶ περὶ τῆς τοῦ μειρακίου σχέσεως τῆς κατὰ τὸ
12. σῶμα, λευκὸν ἔφρασεν αὐτὸ καὶ μαλακὸν εἶναι. τούτων
13. ἀκούσας ἐγὼ καὶ συνεὶς ἐλλείπειν ὡς πρὸς τὴν τοῦ παρόντος
14. νεανίσκου κρᾶσιν τὸ εὐφόρβιον, αἰτήσας τε τὸ ἐμπλαστὸν
15. φάρμακον καὶ τὸ εὐφόρβιον ἀνελόμενος, ὅσον ἤλπιζον αὐτάρκως
16. αὐτῶν ἀλλήλοις μιχθήσεσθαι; μαλάττειν μὲν ταῖν
17. χεροῖν ἐκέλευσα τὸ φάρμακον, ἀκριβῶς δὲ λειῶσαι τὸ εὐφόρβιον.
18. ὡς δὲ ταῦτα ἐγένετο, μιγνύειν αὐτὰ πρὸς ἄλληλα
1. κελεύσας, εἶτ’ αὐτὸς ἔλαιον Σαβῖνον ἠρέμα παλαιὸν θερμήνας
2. συμμέτρως, κατήντλησα τὸ τετρωμένον μόριον, ἀνακείρας
3. τε βραχὺ μεμυκυῖαν αὐτοῦ τὴν ὀπὴν τῆς νύξεως,
4. ἐπέθηκα τὸ φάρμακον, ἀσιτῆσαι προστάξας τὸν ἄνθρωπον·
5. ἐς ἑσπέραν τε πάλιν ἐκέλευσα τὸν ἰατρὸν ἐπιλῦσαί τε καὶ
6. χρήσασθαι κατὰ τὸν αὐτὸν τρόπον ἐλαίῳ καθ’ ὃν ἐμὲ χρώμενον
7. ἐθεάσατο. τούτων οὖν γενομένων ἀνώδυνόν τε ἅμα
8. καὶ ἀφλέγμαντον ἐφάνη κατὰ τὴν ὑστεραίαν τὸ πεπονθὸς
9. μόριον, ἔγνωσάν τε πάντες οἱ παραγενόμενοι τῷ ἔργῳ τῷδε
10. τὸ πολλάκις ἡμῖν λεγόμενον ἀληθέστατον ὑπάρχειν, ὡς οὐδέν
11. τι μέγα δύναιτο τὰ φάρμακα χωρὶς τῶν χρωμένων ἐπιτηδείως
12. αὐτοῖς. τοῦτο δ’ αὐτὸ τὸ χρῆσθαι δεξιῶς, εὔδηλον
13. δήπου μεθόδῳ γιγνόμενον, οἵαν ἡμεῖς ἤδη πολλάκις ἐν τοῖς
14. πρὸ τοῦδε διήλθομεν ὑπομνήμασιν, ἐπὶ τὸ θερμὸν καὶ ψυχρὸν
15. καὶ ξηρὸν καὶ ὑγρὸν ἁπάσης χρήσεως φαρμάκων ὡς
16. ἐπὶ κανόνας ἀναφερομένης. ἣν οὐ μόνον οἱ ἀμέθοδοι Θεσσάλειοι
17. μεταχειρίζεσθαι καλῶς ἀδυνατοῦσιν, ἀλλὰ καὶ οἱ
18. περὶ τὸν Ἐρασίστρατόν τε καὶ τοὺς ἄλλους ἰατροὺς ὅσοι τὰ
1. στοιχεῖα τοῦ σώματος ἢ οὐδ’ ὅλως ἐζήτησαν, ἢ ἄλλ’ ἄττα
2. τῶν εἰρημένων ἔθεντο. περὶ μὲν δὴ τούτων ἅλις.

Cliquer un n° de page pour en afficher l’image