3. Εἰ δὲ μὴ νυγείη τὸ νεῦρον, ἀλλὰ
4. τρωθείη σαφῶς τῇ τομῇ, σκέπτεσθαι τὴν τρῶσιν ὁποία τις
5. ἐγένετο· πότερον ἐγκαρσία τις, ἢ κατὰ τὸ τοῦ νεύρου μῆκος·
6. ὁπόσον τέ τι τοῦ προκειμένου διῄρηται δέρματος. ὑποκείσθω
7. δὴ πρότερον ἀνεπτύχθαι πολὺ τοῦ δέρματος, ὡς γυμνὸν φαίνεσθαι
8. τὸ νεῦρον, ὄρθιον, οὐκ ἐγκάρσιον διηρημένον. οὐ χρὴ
9. τούτῳ τῷ νεύρῳ τῶν εἰρημένων φαρμάκων οὐδὲν προσφέρειν,
10. ὅσα δι’ εὐφορβίου καὶ τῶν οὕτω δριμέων ἐμπλαστὰ γίνεται·
11. γεγυμνωμένον γὰρ οὐκ οἴσει τὴν δύναμιν αὐτῶν, ὥσπερ ὅτε
12. διὰ μέσου τοῦ δέρματος ἔφερεν. ἄριστον οὖν τηνικαῦτα τὴν
13. πεπλυμένην τίτανον ἐλαίῳ πλείονι δεύσαντα χρῆσθαι· ἀγαθὸν
14. δὲ καὶ τὸ διὰ τοῦ πομφόλυγος φάρμακον ἐν πλέονι
15. ῥοδίνῳ τακέν· ἄμεινον δὲ εἰ καὶ τὸ ῥόδινον εἴη καὶ τοὔλαιον
16. ἄναλον· σκοπὸς γάρ σοι γιγνέσθω τῆς θεραπείας ἁπάσης ἐπὶ
17. νεύρου γεγυμνωμένου τὸ ξηραίνειν ἀδηκτότατα· πάνυ δὲ
1. ὀλίγιστα φάρμακα τὸ τοιοῦτο πέφυκε δρᾷν. ἔστω τοίνυν
2. ἡ τίτανος τηνικαῦτα πολλάκις ὕδατι χρηστῷ πεπλυμένη
3. ὥρᾳ θέρους· πεπλύσθω δὲ, ὡς εἴρηται, καὶ ἡ πομφόλυξ,
4. ὥσπερ οὖν καὶ πέπλυται κατὰ τὸ σύνθετον φάρμακον,
5. ᾧ συνήθως χρώμεθα, πολλὰ καὶ ἄλλα πεπλυμένα δεχόμενον.
6. ὅσα γὰρ ἐκ μετάλλων ἐστὶ, πεπλύσθαι χρὴ πάντα μέλλοντά
7. γε ξηραίνειν ἀδήκτως. ἀγαθὸν δὲ καὶ τὸ διὰ μέλιτος ἐμπλαστὸν
8. φάρμακον, ὅταν ἐκ καλλίστου μέλιτος ᾖ. λύειν δὲ καὶ
9. τοῦτο χρὴ ῥοδίνῳ τά τε ἄλλα καλλίστῳ καὶ τῶν ἁλῶν ἥκιστα
10. μετέχοντι· καὶ τὸν κηρὸν δὲ χρὴ πεπλύσθαι τὸν εἰς τὰ
11. τοιαῦτα φάρμακα βαλλόμενον· εἰ δὲ καὶ τερμινθίνης τι ῥητίνης
12. μιγνύοιτο, πεπλύσθαι χρὴ καὶ ταύτην· ἔτι δὲ μᾶλλον,
13. εἰ ἄλλης ἡστινοσοῦν. ἐξ ἁπάντων γὰρ ὧν ἂν πλύνῃς φαρμάκων
14. οἱ δριμεῖς καὶ δακνώδεις ἰχῶρες ἐκκλύζονταί τε καὶ
15. ἀποῤῥύπτονται. εἰ δ’ ἰσχυρὸς ὁ τετρωμένος εἴη καὶ σὺν
16. τούτῳ καὶ ἀπέριττος τὸ σῶμα, δυνατὸν ἐπ’ αὐτοῦ χρῆσθαι
17. καὶ τῶν ἰσχυροτέρων φαρμάκων ἐνίοις· ὥσπερ ἐγώ ποτε τοιαύτης
1. τρώσεως γενομένης ἐκ καρπῷ ἐπὶ νεανίσκου φιλοσοφοῦντος,
2. εὐέκτου τε τἄλλα καὶ κατωπτηκότος ἐν ἡλίῳ θερινῷ
3. τὸ σῶμα τὸν Πολυείδου τροχίσκον ἀνεὶς σιραίῳ, κᾄπειτα
4. χλιάνας ἐφ’ ὕδατος θερμοῦ, βάψας ἐν αὐτῷ μοτοὺς ἐπέθηκα.
5. καὶ γὰρ καὶ τούτου χρὴ μάλιστα φροντίζειν ἀεὶ, τοῦ μηδὲν
6. τῶν ψαυόντων τῆς τρώσεως ψυχρὸν εἶναι, ἐπειδὴ τὸ πεπονθὸς
7. μόριον αἰσθητικώτατόν ἐστι καὶ τῇ κυριωτάτῃ τῶν
8. ἀρχῶν συνεχὲς, ἔτι τε τῇ κράσει ψυχρότερον· ἐξ ὧν ἁπάντων
9. ἑτοίμως μὲν ὑπὸ τοῦ ψυχροῦ βλάπτεται, διαδίδωσι δὲ ἐπὶ
10. τὸν ἐγκέφαλον τὸ πάθος. εἰ δὲ καὶ τῶν εἰς μῦς καθηκόντων
11. εἴη, καὶ σπασμοὺς ἐπικαλεῖται ῥᾳδίως· ἐδείχθησαν γὰρ οἱ
12. μύες ὄργανα τῆς κατὰ προαίρεσιν κινήσεως. οὕτω δὲ καὶ
13. ἐπὶ τῶν τενόντων προσδόκα γενήσεσθαι διὰ τὰς αὐτὰς αἰτίας.
14. ἀλλὰ τό γε προειρημένον φάρμακον ἐπιθεὶς τῷ νεανίσκῳ κατά
15. τε τοῦ τραύματος αὐτοῦ καὶ μέντοι καὶ τῶν ὑπερκειμένων
16. μερῶν, οὐκ ὀλίγον ἐπιλαμβάνων αὐτῷ τὰ κατὰ μασχάλας
17. καὶ τράχηλον καὶ κεφαλὴν, ἐλαίῳ θερμῷ διέβρεχον ἅπαντα
18. συνεχῶς. ἀφεῖλον δὲ καὶ τοῦ αἵματος αὐτοῦ σχάσας τὴν
1. φλέβα κατὰ τὴν πρώτην ἡμέραν εὐθέως. ἐν οὖν τῇ
2. τετάρτῃ τῶν ἡμερῶν οὗτος ὁ νεανίσκος ἔσχε καλῶς, ὥστε
3. ῥυσσὸν καὶ βραχὺ καὶ προσεσταλμένον φαίνεσθαι τὸ ἕλκος.
4. οὐ μὴν ἀλλὰ καὶ προμηθέστερον ἐδόκει μηδὲν νεωτεροποιεῖν
5. ἄχρι τῆς ἑβδόμης, μεθ’ ἣν τελέως ἦν ὑγιής. ἐλαίῳ δ’ αἰονᾷν
6. οὐ χρὴ τὸ τοιοῦτον ἕλκος, καὶ μάλισθ’ ὅταν ὡς νῦν εἴρηται
7. θεραπεύηται· τῇ γὰρ τοῦ τροχίσκου δυνάμει τὸ ἔλαιον
8. ἐναντίον ἐστὶ καὶ ῥυπαίνει τὸ ἕλκος. οὐ γὰρ δήπου ταὐτόν
9. ἐστιν ἢ γυμνῷ τῷ νεύρῳ προσφέρειν τοὔλαιον, ἢ διὰ προβεβλημένου
10. τοῦ δέρματος. ἀποπλύνειν οὖν αὐτοῦ τοὺς ἰχῶρας,
11. ἔριον μαλακὸν ὑπαλείπτρῳ περιελίττοντας· ἀποβρέχειν
12. δὲ εἰ βούλοιο τὸ ἔριον, ὅπως μὴ ξηρῷ ψαύσῃς τὸ ἕλκος,
13. ἀρκέσει τὸ σίραιον, ὅπερ καὶ ἕψημα καλοῦσι παρ’ ἡμῖν ἐπὶ
14. τῆς Ἀσίας συνήθως. ἐν τούτῳ βάψας τὸ ἔριον, εἶτ’ ἀποθλίψας,
15. οὕτως ἀπομάττειν τὸ ἕλκος. ἔστω δὲ καὶ αὐτὸ
16. τοῦτο χλιαρὸν ἐν ταῖς πρώταις μάλιστα ἡμέραις. εἰ δὲ πάντα
17. κατὰ γνώμην περαίνοιτο, καὶ οἴνῳ γλυκεῖ βρέχειν ἀκίνδυνον,
18. ἄδηκτος δὲ ὁ γλυκὺς οἶνος ἔστω παντάπασιν, οἷος ὁ Θηραῖός
1. τε καὶ Σκυβελίτης ἐστὶ καὶ μετ’ αὐτοὺς ὁ καρύϊνος ὀνομαζόμενος·
2. ὅσοι δὲ γλυκεῖς τε ἅμα καὶ κιῤῥοὶ τῶν οἴνων εἰσὶν,
3. ὥσπερ ὁ Φαλερῖνος, ἀνεπιτήδειοι, δριμεῖς γὰρ ἅπαντες οἱ
4. τοιοῦτοι καὶ πέρα τοῦ μετρίου θερμοί· ἤδη δὲ εἰς οὐλὴν
5. ἰόντων τῶν ἑλκῶν, ὅσοι λευκοὶ τῶν οἴνων εἰσὶν ἀκριβῶς καὶ
6. λεπτοὶ καὶ ὀλιγοφόροι καὶ ἄνοσμοι, βελτίους τῶν γλυκέων
7. εἰσίν. ὕδατος δὲ χρῆσιν ἀεὶ φεῦγε τρωθέντος νεύρου, καθάπερ
8. γε καὶ καταπλάσματος χαλαστικοῦ. τῇ δὲ εἰρημένῃ τοῦ
9. τροχίσκου χρήσει πλησίον ἥκει τὸ διὰ τῆς χαλκίτεος φάρμακον,
10. ᾧ συνήθως χρώμεθα· τετῆχθαι δὲ καὶ τοῦτο χρὴ
11. θέρους μὲν ῥοδίνῳ, χειμῶνος δὲ Σαβίνῳ· γέγραπται δ’ ἐν
12. τῷ πρώτῳ περὶ φαρμάκων συνθέσεως. ὁ δὲ Πολυείδου τροχίσκος,
13. ἢ κυκλίσκος, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, γιγνώσκεται
14. σχεδὸν ἅπασι· καὶ εἰ μὴ παρείη, τὸν Ἄνδρωνος, ἢ
15. τὸν Πασίωνος ἀντ’ αὐτοῦ περιλαμβάνειν, ἢ τὸν ἡμέτερον
16. ἰσχυρότερον ἁπάντων αὐτῶν ὑπάρχοντα. προείρηται δὲ ὅτι
17. τοῖς μὲν ἰσχυροῖς σώμασι τὰ ἰσχυρὰ φάρμακα, τοῖς δὲ ἀσθενέσι
18. τὰ μαλακὰ προσφέρειν χρή· ταῦθ’ εὑρίσκει μὲν ἡ ἀληθὴς
1. μέθοδος, ἐπισφραγίζεται δὲ ἡ πεῖρα; Θεσσαλὸς δὲ ἅμα
2. τοῖς ἑαυτοῦ σοφισταῖς ἐφ’ ὑψηλοῦ θρόνου καθήμενος ἐν
3. κριομύξοις ἀνδράσιν, ὡς ὁ Κερκίδας φησὶν, εὐδοκιμήσει, κατασκευάζων
4. τῷ λόγῳ παντὸς ἕλκους προσφάτου τὴν αὐτὴν
5. εἶναι θεραπείαν, οὐδεμίαν ἔνδειξιν ἐκ τῆς τοῦ μορίου φύσεως
6. λαμβάνουσαν. εἷς δέ τις τῶν ὑπὸ τῆς σοφίας αὐτοῦ κεκομισμένων
7. θαυμαστὴν ἐξεύρισκε θεραπείαν τῶν νευροτρώτων·
8. αὐτίκα γὰρ ὅλα διέκοπτεν ἐξαίφνης αὐτὰ, μηδὲ προειπών τι
9. τῷ τρωθέντι· καίτοι κᾀνταῦθα προεδίδου τὴν αἵρεσιν.
10. ἐχρῆν γὰρ ἢ καὶ τοὺς μύας τρωθέντας καὶ τὰς ἀρτηρίας καὶ
11. τὰς φλέβας καὶ πᾶν ὁτιοῦν ἄλλο διακόπτειν ὅλον, ἢ μηδὲ
12. τὸ νεῦρον. ἢ οὕτως ἂν ὃ φεύγουσι πράττοντες ἁλίσκονται,
13. διάφορον ἐκ τῶν διαφερόντων μορίων ἔνδειξιν θεραπείας
14. λαμβάνοντες. τούτων μὲν οὖν ἀπαλλαγῶμεν ἤδη, τῆς δ’
15. ἐγκαρσίας τρώσεως τῶν νεύρων μνησθῶμεν, ἐφ’ οἷς καὶ ὁ
16. κίνδυνος τοῦ σπασθῆναι μείζων, τῆς μὲν φλεγμονῆς ἐκ τῶν
17. τετρωμένων ἰνῶν εἰς τὰς ἀτμήτους διαδιδομένης, τοῦ σπασμοῦ
18. δὲ διὰ τὰς ἀτμήτους γιγνομένου τὰ μὲν δὴ τῆς θεραπείας τοῦ
1. ἕλκους καὶ τούτοις τὰ αὐτά· κενοῦν δ’ αἵματος ἀφειδέστερον
2. αὐτῶν καὶ λεπτότερον ἢ κατ’ ἐκείνους διαιτᾷν, ἐν ἡσυχίᾳ τε καὶ
3. στρωμνῇ μαλακῇ συνέχειν τὸν ἄνθρωπον ἐλαίῳ θερμῷ
4. δαψιλῶς χρώμενον ἐπὶ μασχαλῶν καὶ τραχήλου καὶ τενόντων
5. καὶ συνδέσμων καὶ κεφαλῆς. εἰ δὲ τῶν ἐν σκέλει νεύρων εἴη
6. τὸ τμηθὲν, ὥσπερ ἐπὶ χειρὸς μασχάλας, οὕτως ἐνθάδε βουβῶνας
7. ἐλαίῳ πολλῷ τέγγειν, ἐπαναβαίνειν δὲ δι’ ὅλης τῆς
8. ῥάχεως ἐπὶ τράχηλόν τε καὶ κεφαλήν. ἡ δὲ θλάσις ἡ τῶν
9. νεύρων, ὅταν μὲν ἅμα τῷ δέρματι θλασθέντι τε καὶ ἑλκωθέντι
10. γίγνηται, φαρμάκων δεῖται τῶν μὲν τοῦ ξηραίνειν
11. σκοπὸν ἐχόντων κοινὸν, συνάγειν δέ πως καὶ σφίγγειν δυναμένων
12. τὰ διὰ τὴν θλάσιν ἀλλήλων ἀφεστῶτα μόρια. τὰ δὲ
13. χωρὶς τοῦ θλασθῆναι τὸ δέρμα συνεχέστατα καταντλεῖν
14. ἐλαίῳ θερμῷ διαφορητικῷ, τὴν δ’ ὅλην τοῦ σώματος ἐπιμέλειαν
15. ὁμοίαν ποιεῖσθαι. ἅπαξ οὖν εἶδον τοῦτο γιγνόμενον,
16. ἰασάμην τε ταχέως αὐτὸ διὰ τῆς καταντλήσεως. ἅμα μέντοι
17. τῷ δέρματι πάνυ πολλάκις ἐθεασάμην νεῦρα θλασθέντα
18. καὶ διὰ τὸ συνεχὲς τοῦ συμπτώματος οἱ ἀθληταὶ τῇ πείρᾳ
1. διδαχθέντες ἔχουσι κατάπλασμα τὸ δι’ ὀξυμέλιτος καὶ τοῦ
2. τῶν κυάμων ἀλεύρου καὶ ἔστιν ὄντως ἀγαθὸν φάρμακον. εἰ
3. δ’ ὀδύνη τις συνείη τῇ θλάσει, πίττης ὑγρᾶς μιγνύειν ἕψοντάς
4. τέ καλῶς ἐπιτιθέναι θερμόν· ὅταν δὲ ξηραντικώτερον
5. ἐθέλῃς γίγνεσθαι, μιγνύειν ὀρόβων ἀλεύρου. καὶ εἰ
6. μᾶλλον βούλοιο ξηραίνειν, ἴρεως τῆς Ἰλλυρίδος ἢ μυρίκης.
7. ἡ δὲ τοῦ παντὸς σώματος ἐπιμέλεια καὶ τούτοις κοινή. διακοπέντος
8. δὲ ὅλου τοῦ νεύρου κίνδυνος μὲν οὐκέτι οὐδεὶς,
9. ἀνάπηρον δ’ ἔσται τὸ μόριον. ἡ δὲ ἴασις κοινὴ τοῖς ἄλλοις
10. ἕλκεσιν, ἣν μόνην ἴσασιν οἱ Θεσσάλειοι. περὶ μὲν δὴ τῶν
11. νεύρων ἱκανὰ καὶ ταῦτα. τὰς δὲ ἐπιγινομένας αὐτοῖς φλεγμονὰς
12. ὅπως χρὴ θεραπεύειν ἐν τῷ τῶν φλεγμονῶν λόγῳ
13. διαιρησόμεθα.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 6.3, ed. Kühn, 1825, vol. 10, p. 401-408. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:6.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩