14. Ὁμοιοτάτην δὲ τοῖς τένουσιν ἔχοντες ἰδέαν
15. οἱ σύνδεσμοι θεραπείας ἰσχυροτάτης ἀνέχονται, διά τε τὸ
16. μὴ περαίνειν ἐπὶ τὸν ἐγκέφαλον ἀναίσθητοί τε εἶναι· τὰ
17. μὲν γὰρ νεῦρα σύμπαντα τὰ μὲν ἄντικρυς ἐξ αὐτοῦ πέφυκε
1. τοῦ ἐγκεφάλου, τὰ δὲ διὰ τοῦ νωτιαίου. καὶ μέν γε καὶ οἱ
2. τένοντες, ἐπειδὴ σύνθετον αὐτῶν ἐπεδείκνυμεν εἶναι τὴν
3. οὐσίαν ἐκ νεύρου καὶ συνδέσμου, καθ’ ὅσον μὲν νεύρου μετέχουσι,
4. κατὰ τοσοῦτον ἐξ ἐγκεφάλου πεφύκασιν, οὐ μὴν
5. ἧττόν γε τῶν νεύρων αὐτῶν ἐπιφέρουσι τοὺς σπασμούς. οἱ
6. σύνδεσμοι δὲ ἐξ ὀστοῦ πεφυκότες, ὅσοι μὲν στρογγύλοι, νεύροις
7. ἐοίκασι, πολὺ δὴ τῇ σκληρότητι διαφέροντες· ἀλλὰ τῷ
8. λευκοί τε εἶναι καὶ ἄναιμοι καὶ ἀκοίλιοι, διαλύεσθαί τε εἰς
9. ἶνας, ἡ ὁμοιότης αὐτῶν ἐστι πρός τε τὰ νεῦρα καὶ τοὺς
10. τένοντας. ἔνθα μὲν οὖν στρογγύλοι σύνδεσμοι καὶ τένοντές
11. εἰσι, τοῖς ἀπείροις ἀνατομῆς ὡς νεῦρα φαντάζονται, καὶ
12. μάλισθ’ ὅταν ἀγνοῶσιν ὅτι καὶ σκληρότεροι πολὺ τῶν νεύρων
13. εἰσίν· ἔνθα δὲ πλατεῖς, ἐνταῦθ’ ὅτι μὲν νεύρων διαφέρουσιν
14. ἐπίστανται, καίτοι γε οὐδὲ τοῦτο πάντες· οὐ μὴν γιγνώσκουσί
15. γε διακρίνειν αὐτοὺς ἀπ’ ἀλλήλων. ἀλλὰ σύ γε τὴν φύσιν
16. ἑκάστου τῶν τριῶν μορίων ἐπιστάμενος, ἔτι τε διάπλασιν
17. καὶ θέσιν ἣν ἔχουσιν ἐν ἅπαντι τῷ σώματι καθ’ ἕκαστον
18. μέλος, ἐπειδάν ποτε τύχῃ κατ’ ἐκεῖνο τραῦμα γενόμενον, ἑτοίμως
1. γνωριεῖς εἴτε νεῦρόν ἐστι τὸ τετρωμένον, εἴτε σύνδεσμος,
2. εἴτε τένων. περὶ μὲν δὴ τῆς τῶν νεύρων καὶ τενόντων θεραπείας
3. προείρηται. σύνδεσμος δὲ τρωθεὶς ὁ μὲν ἐξ
4. ὀστοῦ διήκων εἰς ὀστοῦν ἀκινδυνότατός ἐστι, καὶ πάντῃ
5. ξηραίνων αὐτὸν ὁποίοις βούλοιο φαρμάκοις οὐδὲν βλάψεις
6. τὸν ἄνθρωπον. ὁ δ’ εἰς μῦν ἐμφυόμενος ὅσον ἀκινδυνότερός
7. ἐστι τένοντος καὶ νεύρου, τοσοῦτον τῶν ἄλλων συνδέσμων
8. σφαλερώτερος, ἢν μὴ χρηστῶς θεραπεύηται. τούτων
9. οὐδὲν οἷοί τέ εἰσι διαπράξασθαι μεθόδῳ τῶν ἰατρῶν
10. ὅσοι μήτε τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν εἰς τὰς τῶν ἑλκῶν
11. ἰάσεις χρήσιμον εἶναι συγχωροῦσιν, οὔθ’ ὅσοι τοῦτο μὲν
12. ὁμολογοῦσιν, ἀγνοοῦσι δὲ τὴν ἑκάστου φύσιν, ἥτις, ὡς
13. ἐδείκνυμεν, ἐκ τῆς τῶν στοιχείων γίνεται κράσεως. ἀλλ’
14. οὗτοι μὲν εἰ καὶ μηδὲν ἄλλο, τά γ’ ἐκ τῆς ὀργανικῆς κατασκευῆς
15. τῶν μορίων ἐνδεικτικῶς λαμβανόμενα γιγνώσκουσι·
16. οἱ δ’ ἀπὸ τοῦ Θεσσαλοῦ καὶ ταῦτ’ ἀγνοοῦσιν, οἷον αὐτίκα
17. διαιρεθέντος ἐπιγαστρίου μέχρι τοσούτου βάθους ὡς προπεσεῖν
18. ἔντερον, ὅπως τε χρὴ καταστεῖλαι τοῦτο· καὶ ἢν
1. ἐπίπλους προπέσῃ, πότερον ἀποκόπτειν, ἢ οὐκ ἀποκόπτειν
2. αὐτὸν χρή καὶ πότερον βρόχῳ διαλαμβάνειν, ἢ μή· καὶ εἰ
3. ῥάπτειν, ἢ μὴ ῥάπτειν τὸ τραῦμα· καὶ ῥάπτοντας ὅτῳ χρὴ
4. τρόπῳ ῥάπτειν, οὐδὲν τούτων ἐπίστανται, οὐδὲ γὰρ ἡμεῖς
5. ἂν ἔγνωμεν, εἰ μὴ δι’ ἀνατομῆς ἐμάθομεν ἁπάντων τῶν
6. τῇδε μορίων τὴν φύσιν, ἣν καὶ διελθεῖν ἀναγκαῖόν ἐστιν οὐ
7. σαφηνείας μόνης ἕνεκα τῶν λεχθησομένων, ἀλλὰ καὶ πίστεως.
8. δέρμα μὲν ἔξωθεν ἁπάντων προβέβληται τελευτῶν
9. εἰς ὑμένα. μεθ’ ὃ κατὰ μὲν τὴν μέσην χώραν ἀπονευρώσεις
10. μυῶν τέτανται διτταὶ δίκην ὑμένων· ἃς οὐδ’ ὅτι δύο εἰσὶν
11. οἱ πολλοὶ τῶν ἀνατομικῶν ἐπίστανται. καὶ γὰρ καὶ συμπεφύκασιν
12. ἀλλήλαις, ὡς ἔργον εἶναι χωρίσαι, καὶ λεπτότητος
13. εἰς ἄκρον ἥκουσιν. ἐφεξῆς δὲ ταῖσδε δύο μύες ὄρθιοι σαρκώδεις
14. ἀπὸ τοῦ στήθους ἐπὶ τὰ καλούμενα τῆς ἥβης ὀστᾶ
15. καθήκουσι. ταῦτα μὲν δὴ σύμπαντα τὰ εἰρημένα συμφυῆ
16. τ’ ἐστὶ καὶ οἱ τὰς καλουμένας γαστροῤῥαφίας ὅπως χρὴ ποιεῖσθαι
17. γράψαντες, ἐπιγάστριον ὀνομάζουσι τὰ συγκείμενον
1. ἐξ αὐτῶν. ὅσον δ’ ἐφεξῆς τῷδε, καλεῖται μὲν ὑπ’ αὐτῶν
2. περιτόναιον, οἰομένων ἕν ἁπλοῦν ἀσύνθετον εἶναι σῶμα
3. τὸ δὲ οὐχ οὕτως ἔχει, σύγκειται γὰρ ἐκ δυοῖν σωμάτων,
4. ἀναίμων μὲν ἀμφοῖν καὶ νευρωδῶν, ἀλλὰ τὸ μὲν ἕτερον
5. αὐτῶν ἀπονεύρωσίς ἐστι μυῶν ἐγκαρσίων, τὸ δ’ ἕτερον
6. ὑμὴν ἀκριβῶς λεπτὸς, οἷόν περ τὸ ἀράχνιον, ὅπερ δὴ τὸ
7. περιτόναιον ὄντως ἐστί. τοιοῦτον μὲν ἐν τοῖς μέσοις ἑαυτοῦ
8. τὸ ἐπιγάστριον· ὅσον δὲ ἀποκεχώρηκεν ἑκατέρωσε·
9. πρὸς τὸ πλάγιον ὡς ἐπὶ τέσσαρας δακτύλους, τοῦτο ἐφεξῆς
10. τῷ δέρματι τοὺς λοξοὺς ἔχει μῦς· προτέρους μὲν τοὺς
11. ἀπὸ τοῦ θώρακος καταφερομένους, δευτέρους δὲ τοὺς ἀπὸ
12. τῶν λαγόνων ἀναφερομένους· εἶτα ἐπὶ τούτοις τὸν ἐγκάρσιον,
13. ἐφ’ ὧν τὸ περιτόναιον. ἀκινδυνότερόν τε οὖν ἐστι
14. τοῦτο τὸ χωρίον. τοῦ μέσου, μηδεμίαν ἔχον ἀπονεύρωσιν·
15. αἵ τε γαστροῤῥαφίαι κατὰ τὸ μέσον εἰσὶ δυσμεταχείριστοι·
16. καὶ γὰρ καὶ προπίπτει τὰ ἔντερα ταύτῃ μάλιστα καὶ δυσκάθεκτά
17. ἐστιν ἐν τούτῳ τῷ τόπῳ τὸ γὰρ σφίγγον αὐτὰ
18. καὶ προστέλλον οἱ ὄρθιοι μύες ἦσαν οἱ σαρκώδεις, οὓς ἐκ
1. τοῦ θώρακος ἐπὶ τὰ τῆς ἥβης ὀστᾶ καθήκειν ἔφαμεν. ὅταν
2. οὖν τις τούτων τρωθῇ διὰ διττὴν αἰτίαν, ἀναγκαῖόν ἐστι
3. προπίπτειν ἔντερον, ἐκ μὲν τῶν πλαγίων μερῶν ὑπὸ τῶν
4. ταύτῃ μυῶν σφιγγόμενον, ἐκ δὲ τῶν μέσων οὔτε τὸν μῦν
5. ἐῤῥωμένον ἔχον, ἐπιτήδειόν τε χώραν εἰς πρόπτωσιν. εἰ δὲ
6. καὶ μεῖζον εἴη τὸ τραῦμα, πλείω τε προπίπτειν ἀναγκαῖόν
7. ἐστιν ἔντερα καὶ χαλεπώτερον καταστέλλεσθαι. καθ’
8. ἕτερον δ’ αὖ τρόπον αἱ βραχεῖαι τρώσεις δυσμεταχείριστοι.
9. ἢν γὰρ μὴ παραχρῆμά τις εἰς τὴν ἑαυτοῦ χώραν ἐμβάλλῃ τὸ
10. προπεπτωκὸς, εἰς ὄγκον αἴρεται πνευματούμενον· ὥστ’ οὐκ
11. ἔτι οἷόν τε δι’ ὀπῆς στενῆς ἐμβάλλειν αὐτό. βέλτιον οὖν ἐν
12. ταῖς τοιαύταις τρώσεσι τὸ σύμμετρον τραῦμα. ταυτὶ μὲν
13. δὴ προεπίστασθαι χρή· ὡς δ’ ἄν τις ἄριστα μεταχειρίζοιτο
14. τὰς τοιαύτας τρώσεις, ἐφεξῆς σκεπτέον. ὅτι μὲν γὰρ οὐκ
15. ἀρκεῖ τὸ Θεσσάλειον παράγγελμα τὸ κολλᾷν τοῖς ἐναίμοις
16. φαρμάκοις αὐτὰς, οὕτως ἡγοῦμαι πρόδηλον ὑπάρχειν ὡς
17. οὐδένα λαθεῖν τῶν ἐχόντων νοῦν. ἐπεὶ τοίνυν προηγεῖσθαι
1. μὲν χρὴ ἐς τὴν οἰκείαν χώραν ἀποτίθεσθαι τὰ προπεπτωκότα
2. ἔντερα, δεύτερον δὲ ἐπὶ τόδε ῥάψαι τὸ ἕλκος, εἶθ’ ἑξῆς τρίτον
3. ἐπιθεῖναι τὸ φάρμακον, εἶτ’ ἐπ’ αὐτὸ τέταρτον ὅπως
4. μὴ συμπάθῃ τι τῶν κυριωτέρων προνοεῖσθαι, περὶ τοῦ
5. πρώτου ῥηθέντος ἤδη σκοποῦμεν. οὐσῶν δὲ, ὡς εἴρηται, τριῶν
6. ἐν τοῖς τραύμασι κατὰ μέγεθος διαφορῶν, ἀφ’ ἑκάστης αὐτῶν
7. πειρᾶσθαι χρὴ λαβεῖν οἰκείαν ἔνδειξιν. ἔστω δὴ πρότερον
8. μικρὸν οὕτως ὡς τὸ προπεσὸν ἔντερον ἐμφυσηθὲν μηκέτι
9. οἷόν τε εἶναι καταστέλλειν, ἆρ’ οὐκ ἀναγκαῖον ἐνταῦθα δυοῖν
10. θάτερον, ἤτοι τὴν φῦσαν ἐκκενοῦν ἢ τὸ τραῦμα μεῖζον ἐργάζεσθαι;
11. βέλτιον οὖν οἶμαι τὸ πρότερον, ἐάν περ οἷόν τε ᾖ
12. τυχεῖν αὐτοῦ. πῶς δ’ ἄν τις τύχοι μᾶλλον; εἰ τὴν αἰτίαν
13. ὑφ’ ἧς ἐκφυσᾶται τὸ ἔντερον ἐκποδὼν ποιησαίμεθα.
14. τίς οὖν ἐστιν αὕτη; ἡ ἐκ τοῦ περιέχοντος ἀέρος ψύξις· ὥστε
15. καὶ ἡ ἴασις ἐν τῷ θερμῆναι. σπόγγον οὖν χρὴ μαλακὸν ὕδατι
16. θερμῷ βρέξαντας, εἶτ’ ἐκπιέσαντας ἐκθερμῆναι τούτῳ τὸ
17. ἔντερον. εὐτρεπιζέσθω δὲ ἐν τῷ τέως οἶνος αὐστηρὸς θερμὸς,
1. καὶ γὰρ θερμαίνει μᾶλλον ὕδατος καὶ ῥώμην ἐντίθησι τῷ
2. ἐντέρῳ. εἰ δὲ καὶ τούτῳ χρησαμένων ἔτι διαμένει τὸ ἔντερον
3. ἐμπεφυσημένον, ἐπιτέμνειν τοῦ περιτοναίου τοσοῦτον
4. ὅσον δεῖται τὸ προπεπτωκός. ἐπιτήδεια δ’ ἐστὶν εἰς τὴν
5. τοιαύτην τομὴν τὰ καλούμενα συριγγοτόμα. τὰ δ’ ἀμφήκη
6. τῶν μαχαιρίων, ἢ κατὰ τὸ πέρας ὀξέα παντὶ τρόπῳ φευκτέα.
7. σχῆμα δ’ ἐπιτήδειον τῷ κάμνοντι πρὸς μὲν τοῖς κάτω μέρεσι
8. τῆς τρώσεως γεγενημένης τὸ ἀνάῤῥοπον, πρὸς δὲ τοῖς ἄνω
9. τὸ κατάῤῥοπον. εἷς δ’ ἐπ’ ἀμφοῖν σκοπὸς, ὡς μὴ βαρύνοιτό
10. τι πρὸς τῶν ἄλλων ἐντέρων, τὸ προπεπτωκός. ὥστε
11. καὶ τοῦ σκοποῦ τοῦδε κατὰ μὲν τὰ δεξιὰ μέρη τοῦ τραύματος
12. γεγονότος, ἐπὶ θάτερον ῥέπειν· εἰ δὲ ἐκ τῶν ἀριστερῶν
13. ᾖ, πρὸς τὴν δεξιὰν ἐπικλίνεσθαι πλευρὰν ὑψηλότερον
14. ἀεὶ ποιοῦντας τὸ τετρωμένον μόριον. τοῦτο μέντοι καὶ
15. τοῖς μεγάλοις καὶ τοῖς μέσοις ἕλκεσι συνοίσει· κοινὸς γὰρ
16. ἁπάντων ὁ σκοπός. αἱ δ’ ἀποθέσεις τῶν ἐντέρων εἰς τὴν
17. οἰκείαν χώραν, ὅταν ἐπὶ τοῖς μεγάλοις γίγνωνται τραύμασιν,
1. ὑπηρέτου δέονται δεξιοῦ. χρὴ γὰρ αὐτὸν ὅλον ἔξωθεν καταλαβόντα
2. τὸ τραῦμα ταῖς ἑαυτοῦ χερσὶν εἴσω προστέλλειν
3. τε καὶ σφίγγειν, ὀλίγον ἑκάστοτε τῷ ῥάπτοντι προγυμνοῦντα·
4. καὶ μέντοι καὶ τὸ ῥαφὲν αὐτὸ μετρίως προστέλλειν, ἄχρι
5. περ ἂν ὅλον ἀκριβῶς ῥαφῇ. τίς δ’ ἂν εἴη τρόπος ἐπιτήδειος
6. εἰς τὰ τοιαῦτα τῆς καλουμένης γαστροῤῥαφίας ἐφεξῆς λέγωμεν.
7. ἐπειδὴ συμφῦσαι χρὴ τῷ περιτοναίῳ τὸ ἐπιγάστριον,
8. ἀρκτέον μὲν ἀπὸ τοῦ δέρματος ἔξωθεν εἴσω διαπείροντα
9. τὴν βελόνην. ἐπειδὰν δὲ τὸ δέρμα καὶ τὸν μῦν τὸν ὄρθιον
10. ὅλον διεξέλθοι, τὸ παρακείμενον ὑπερβαίνοντα περιτόναιον,
11. ὠθεῖν αὐτὴν ἔσωθεν ἔξω διὰ τοῦ λοιποῦ ἀντικειμένου
12. περιτοναίου, κᾄπειτ’ ἐντεῦθεν ἔσωθεν ἔξω διαπείρειν
13. τὸ ἕτερον ἐπιγάστριον. διεξελθούσης δὲ τελέως αὐτῆς,
14. ἔξωθεν εἴσω τὸ ἐπιγάστριον τοῦτο διαιροῦντας, εἶτα τὸ
15. παρακείμενον αὐτῷ περιτόναιον ὑπερβαίνοντας, ἐπί τε τὸ
16. ἀντικείμενον ἐλθόντας ἔσωθεν ἔξω τοῦτο διακεντεῖν, ἅμα δ’
17. αὐτῷ καὶ τὸ πλησίον ἐπιγάστριον ἅπαν· εἶτ’ αὖθις ἀπὸ
18. τούτου πάλιν ἀρξαμένους συῤῥάπτειν αὐτὸ τῷ ἀντικειμένῳ
1. περιτοναίῳ· κᾄπειτα διεκβάλλειν διὰ τοῦ πλησίον δέρματος,
2. ἐκεῖθεν δ’ αὖ πάλιν εἴσω διείρειν, συῤῥάπτοντας αὐτὸ τῷ
3. ἀντικειμένῳ περιτοναίῳ, διεκβάλλοντάς τε διὰ τοῦ πλησίον
4. δέρματος. εἶτ’ αὖθις καὶ αὖθις ἐργάζεσθαι ταῦτα, μέχρι
5. περ ἂν ὅλον ὁμοίως ῥάψωμεν τὸ τραῦμα. διάστημα δὲ τῶν
6. ῥαφῶν ὅσον μὲν ἐπὶ τῷ σφίγγεσθαι τὰ ὑποκείμενα βραχύτατον
7. εἶναι χρεών· ὅσον δ’ ἐπὶ τῷ τὸ μεταξὺ τῶν ῥαφῶν
8. δέρμα διαμένειν ἀσύῤῥηκτον οὐ χρηστὸν τὸ βραχύ.
9. φεύγων οὖν ἑκατέρου τὴν ὑπερβολὴν ἀμφοῖν αἱρεῖσθαι τὸ
10. μέτριον. ἤδη δὲ καὶ τοῦτο κοινόν πως ἁπάντων ἑλκῶν,
11. ὥσπέρ γε καὶ αὐτοῦ τοῦ ῥάμματος ἡ σύστασις. τὸ μὲν γὰρ
12. σκληρότερον χρὴ ῥήσσειν τὸ δέρμα, τὸ δὲ μαλακώτερον
13. αὐτὸ φθάνει ῥηγνύμενον. οὕτω δὲ καὶ τὸ μὲν ἐγγυτάτω
14. τῶν ἄκρων χειλῶν διαπείρειν τὴν βελόνην, τὸ λοιπὸν τοῦ
15. δέρματος ὀλίγιστον ὂν, ἀναγκάζεται καὶ βιάζεται ῥήγνυσθαι,
16. τὸ δὲ ἐπὶ πλεῖστον ἀποχωρεῖν τοῦδε πολὺ τοῦ δέρματος
17. ἀκόλλητον ἀπολείπει. ταυτὶ μὲν οὖν εἰ καὶ πάντων
1. ἑλκῶν ἐστι κοινὰ, μάλιστα αὐτὰ φυλακτέον ἐν ταῖς γαστροῤῥαφίαις.
2. αὐτὰς δὲ τὰς γαστροῤῥαφίας ἤτοι γε ὡς
3. προείρηται ποιητέον, ἐστοχασμένου τοῦ συμφῦσαι τῷ περιτοναίῳ
4. τὸ ἐπιγάστριον, ἐπειδὴ μόγις αὐτῷ συμφύσεται,
5. νευρῶδες ὑπάρχον, ἢ ὡς ἔνιοι, συνάγοντας ἀλλήλοις τὰ
6. κατὰ φύσιν οἰκεῖα, περιτοναίῳ μὲν περιτόναιον, ἐπιγάστριον
7. δ’ ἐπιγαστρίῳ. ἔσται δὲ τοῦτο κατὰ τόνδε τὸν τρόπον.
8. ἀπὸ τοῦ πλησίον ἡμῶν ἐπιγαστρίου διεκβάλλειν χρὴ τὴν
9. βελόνην ἔξωθεν εἴσω δι’ αὐτοῦ μόνου· κᾄπειθ’ ὑπερβάντας
10. ἄμφω τὰ χείλη τοῦ περιτοναίου, πάλιν ἀντεπιστρέψαι τὴν
11. βελόνην ἔξωθεν εἴσω, δι’ ἀμφοτέρων τῶν χειλῶν τοῦ περιτοναίου·
12. κᾄπειτ’ αὖθις ἀντεπιστρέφοντας ἔσωθεν ἔξω διεκβάλλειν
13. κατὰ τὸ ἀντικείμενον ἐπιγάστριον. οὗτος ὁ τρόπος
14. τοῦ κοινοῦ καὶ προχείρου, καθ’ ὃν διὰ τῶν τεττάρων χειλῶν
15. ἐπιβολῇ μιᾷ διεκβάλλουσι τὴν βελόνην, διαφέρει τῷ
16. κατακρύπτειν ὅλον ἀκριβῶς ἔνδον τοῦ ἐπιγαστρίου τὸ περιτόναιον.
17. ἑξῆς δὲ περὶ τῶν φαρμάκων εἴπωμεν. εἴη δ’ ἂν
18. δήπου καὶ ταῦτα τῆς αὐτῆς ὕλης τοῖς ἐναίμοις ὀνομαζομένοις,
1. ἃ κᾀν τοῖς ἄλλοις μέρεσι συμφύειν τὰ τραύματα διὰ
2. τῶν ἔμπροσθεν ὑπομνημάτων ἀπεδείξαμεν. ἡ δ’ ἔξωθεν
3. ἐπίδεσις ἔτι δὴ καὶ μᾶλλον ἐπὶ τούτων ἀναγκαία. τὸ δὲ δὴ
4. τέταρτον ἔτι τῆς θεραπείας μέρος οὐ σμικρῷ τινι τῶν ἄλλων
5. ἀποκεχώρηκεν· ἐλαίῳ γὰρ χρὴ θερμῷ συμμέτρως ἔριον
6. ἁπαλὸν δεύοντας ὅλον ἐν κύκλῳ περιλαμβάνειν τὸ μεταξὺ
7. βουβώνων τε καὶ μασχαλῶν. ἄμεινον δὲ καὶ διὰ κλυστῆρος
8. ἐνιέναι τοῖς ἐντέροις ἕτερον τοιοῦτον. εἰ δέ τι καὶ αὐτῶν
9. τῶν ἐντέρων τρωθείη, τὰ μὲν ἔξωθεν, ὡς εἴρηται, πάντα
10. πράττειν ὡσαύτως, τὸ δὲ ἐνιέμενον οἶνος αὐστηρὸς μέλας
11. χλιαρὸς ἔστω καὶ μᾶλλον εἰ διατρωθείη σύμπαν εἰς τὸν
12. εἴσω πόρον. εὐίατα μὲν οὖν τὰ παχέα τῶν ἐντέρων,
13. δυσιατότερα δὲ τὰ λεπτά. παντάπασι δὲ ἀνίατος ἡ νῆστις
14. διά τε τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἀγγείων καὶ τὸ λεπτὸν
15. καὶ νευρῶδες τοῦ χιτῶνος· ἀλλὰ καὶ τὴν χολὴν ἀκραιφνῆ
16. πᾶσαν ἐκδέχεται τὸ ἔντερον τοῦτο, καὶ πάντων ἐστὶν
17. ἐγγυτάτω τοῦ ἥπατος. γαστρὸς δὲ τὰ μὲν κάτω τὰ σαρκώδη
1. θεραπεύειν τολμᾷν· ἐγχωρεῖ γὰρ καὶ τυχεῖν, οὐ μόνον ὅτι
2. παχύτερα ταῦτ’ ἐστὶν, ἀλλὰ καὶ τοῖς ἰωμένοις φαρμάκοις
3. εὐπετὴς ἡ ἕδρα κατὰ τήνδε τὴν χώραν αὐτῆς· τὰ δ’ ἐν τῷ
4. στόματι καὶ τῷ στομάχῳ τῇ παρόδῳ μόνῃ ψαύει τῶν
5. πεπονθότων· τοῖς δὲ ἐν τῷ στόματι καὶ τὸ περιττὸν τῆς
6. αἰσθήσεως ἐναντιοῦται πρὸς τὰς ἰάσεις. ὅπως δ’ ἐπιχειρεῖ
7. γαστέρα τετρωμένην ὁ Ἱπποκράτης ἰᾶσθαι, σὺν καὶ τοῖς
8. ἄλλοις ὀλεθρίοις τρώμασι, παρ’ ἐκείνου μανθάνειν ἄμεινον.
9. ἐγὼ γὰρ οὐχ ὑπὲρ τοῦ μηδένα τοῖς Ἱπποκράτους συγράμμασιν
10. ὁμιλεῖν ἐπὶ τήνδε τὴν πραγματείαν ἧκον, ἀλλ’ ὅτι μοι δοκεῖ
11. πρῶτος μὲν ἐκεῖνος ὁδῷ χρήσασθαι προσηκούσῃ, μὴ μέντοι
12. γε ἅπαντα συμπληρῶσαι· καὶ γὰρ ἀδιόριστά τινα τῶν ὑπ’
13. αὐτοῦ γεγραμμένων ἐστὶν εὑρεῖν καὶ ἐλλιπῆ καὶ ἀσαφῆ· διὰ
14. τοῦτο γοῦν ἐγὼ προὐθυμήθην ἅπαντά τε σαφῶς διελθεῖν,
15. ἐξεργάσεσθαί τε τὰ χωρὶς διορισμῶν εἰρημένα καὶ προσθεῖναι
16. τὰ λείποντα. προγυμνασάμενος οὖν τις ἐν τοῖς ἡμετέροις
17. ἐπὶ τὴν τῶν Ἱπποκράτους συγγραμμάτων ἀνάγνωσιν ἴτω·
18. καὶ τότε τὸ περὶ τῶν ἑλκῶν βιβλίον ἀναγνώτω τοῦ ἀνδρὸς
1. τό τε περὶ τῶν ὀλεθρίων τρωμάτων. ἕξει δὲ εἰς αὐτὰ μεγίστας
2. ἀφορμὰς ἐκ τῶνδε τῶν ὑπομνημάτων· ἔτι τε γνώσεται
3. βεβαίως ὅτι μήτε τις τῶν ἀπὸ τῆς ὀνόματι μὲν σεμνῷ
4. κεκοσμηκυίας ἑαυτὴν αἱρέσεως τῆς μεθοδικῆς, ἔργῳ δὲ
5. ἀμεθοδωτάτης ὀρθῶς ἕλκος ἰᾶσθαι δυνατός ἐστι, μήτε τῶν
6. ἄλλων λογικῶν, ὅσοι χωρὶς τοῦ γνῶναι τὰ, τῶν ὁμοιομερῶν
7. στοιχεῖα μεταχειρίζεσθαι τὴν τέχνην δικαιοῦσιν. ἀπορήσουσι
8. γὰρ καὶ οὗτοι λογικῆς θεραπείας ἐπὶ τῶν ἁπλῶν τοῦ ζώου
9. μορίων, ἀπὸ τῶν ὀργανικῶν μόνων ἐνδείξεις λαμβάνοντες.
10. ὀλίγον οὖν ἔτι πρὸς τοὺς μεθοδικοὺς εἰπόντες ὑπὲρ τῶν
11. κατὰ τὴν γαστέρα τραυμάτων ἐφ’ ἕτερόν τι μεταβησόμεθα.
12. τρωθέντος τοῦ περιτοναίου προπίπτει πολλάκις ἐπίπλους,
13. οὔτ’ εἰ κύριον ὑπάρχει μόριον, οὔτ’ εἰ μὴ κύριον, οὔτ’ ἐξ
14. ὧντινων σύγκειται γινωσκόμενον αὐτοῖς, οὔθ’ ἥντινα ἔχων
15. ἐνέργειαν ἢ χρείαν, ἐὰν οὖν πελιδνὸν καὶ μέλαν γένηται τὸ
16. προπεσὸν αὐτοῦ μέρος, ὅ τι ποτὲ πράξουσιν ἐπ’ αὐτοῦ καλὸν
17. ἀκοῦσαι· πότερον ἀποτεμοῦσιν, ἢ καταθήσουσιν ἔσω τοῦ
18. περιτοναίου; πάντως μὲν γὰρ ἤτοι γ’ ἐκ πείρας ἡ γνῶσις ἢ
1. ἐξ αὐτῆς τοῦ μορίου τῆς φύσεως ἡ ἔνδειξις αὐτοῖς ἔσται. καίτοι
2. φεύγουσί γ’ ἑκατέρας· τὴν μὲν ἐκ τῆς πείρας γνῶσιν
3. ἀνατεινόμενοι τὸ σεμνὸν δὴ τοῦτο τῆς αἱρέσεως αὐτῶν ὄνομα,
4. τὴν μέθοδον· τὴν δ’ ἐκ τῆς φύσεως τοῦ μορίου, διότι μήτε
5. τὴν οὐσίαν αὐτοῦ γινώσκουσι, μήτε τὴν ἐνέργειαν ἢ τὴν
6. χρείαν, ἀποστάντες ὡς ἀχρήστου τῆς ἀνατομῆς. ὥστε οὐκ
7. ἴσασιν εἴτε τῶν ἀναγκαίων ἐστὶν εἰς τὸ ζῇν εἴτε τῶν οὐκ
8. ἀναγκαίων μὲν, οὐ μὴν ἀκύρων γε παντάπασιν· ἀλλ’ οὐδ’
9. εἰ συμπάσχειν αὐτῷ τι μέλλει μέλος κύριον, ἢ μὴ συμπάσχειν·
10. οὐδ’ εἰ τῶν ἀγγείων κατ’ αὐτὸ δύναταί τι δι’ αἱμοῤῥαγίας
11. ἀποκτεῖναι τὸν ἄνθρωπον· οὐδ’ εἰ μετὰ τὴν ἀποτομὴν τοῦ
12. μελανθέντος, εἰ βρόχῳ διαληφθείη τὸ ὑγιὲς, ὑπὲρ τοῦ μηδεμίαν
13. αἱμοῤῥαγίαν γενέσθαι, τοῦτ’ αὐτῷ κίνδυνον οἴσει τινά· καὶ
14. γάρ τοι νευρώδης φαίνεται κατά γε τὴν πρόχειρον φαντασίαν.
15. ὥστε εἰ μή τις ἀκριβῶς εἰδείη τὴν φύσιν αὐτοῦ, μή
16. ποτ’ ἂν θαῤῥήσῃ βρόχῳ χρήσασθαι, φόβῳ σπασμοῦ. τούτων
17. οὐδὲν οἱ θαυμασιώτατοι γιγνώσκοντες μεθοδικοὶ, τί ποτε
1. πράξονται ἐπίπλου μελανθέντος οὐκ ἔχουσι φάναι. ἀλλ’
2. οὐχ ἡμεῖς γε παραπλησίως ἐκείνοις ἄπρακτοι καθεδούμεθα·
3. γινώσκοντες δὲ τὴν μὲν χρείαν αὐτοῦ μικρόν τι τῷ ζώῳ
4. συντελοῦσαν, τὴν δὲ οὐσίαν ἐξ ὑμένος τε λεπτοῦ καὶ ἀρτηριῶν
5. καὶ φλεβῶν συγκειμένην, ἰδόντες δὲ καὶ τούτων τὰς ἀρχὰς
6. ἀπὸ μεγίστων οὔσας ἀρτηριῶν καὶ φλεβῶν, αἱμοῤῥαγίαν μὲν
7. εὐλαβησόμεθα, συμπάθειαν δὲ νεύρων οὐ φοβηθησόμεθα·
8. καὶ διὰ τοῦτο βρόχῳ τε διαληψόμεθα τὸ πρὸ τοῦ μελανθέντος
9. ἀποτεμοῦμέν τε τὸ μετὰ τὸν βρόχον ἐν τῷ κάτω πέρατι τῆς
10. προειρημένης γαστροῤῥαφίας, ἐκκρεμεῖς τοῦ βρόχου τὰς ἀρχὰς
11. ποιησάμενοι, πρὸς τὸ κομίσασθαι ῥᾳδίως αὐτὰς, ὅταν
12. ἀποπτυσθῶσιν ἐκπυήσαντος τοῦ τραύματος.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 6.4, ed. Kühn, 1825, vol. 10, p. 408-423. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:6.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩