Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 6.5, ed. Kühn, 1825, vol. 10, p. 423-444. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:6.5

13. Περὶ μὲν οὖν τῶν ἄλλων μορίων τοῦ
14. σώματος αὐτάρκως εἴρηται, περὶ δὲ τῶν ὀστῶν ὑπόλοιπον
15. ἂν εἴη λέγειν. ἐγγίνεται γὰρ δὴ καὶ τούτοις τὸ προκείμενον
16. ἐν τῷ λόγῳ νόσημα, τὸ καλούμενον ὑφ’ ἡμῶν ἑνώσεώς τε
17. καὶ συνεχείας λύσις. ὄνομα δὲ ἴδιον αὐτῷ κεῖται κατὰ ταῦτα
18. τὰ μόρια κάταγμα, σχεδὸν πᾶσιν ἀνθρώποις ὅσοι γε τὴν 
1. Ἑλλάδα γλῶσσαν ἐπίστανται σύνηθες· ἄπαγμα δὲ τῶν
2. ἰατρῶν ἴδιον ὄνομά ἐστι τοῖς πολλοῖς ἀνθρώποις ἄηθες·
3. εἰώθασι δὲ οὕτω προσαγορεύειν, ὅταν ἀποκαυλισθῇ τι πέρας
4. ὀστοῦ καθ’ ὃ διαρθροῦται μάλιστα. καὶ μὲν δὴ καὶ τῶν
5. καταγμάτων ὅσα τελέως διέστησε τὰ μέρη τοῦ κατεαγότος
6. ὀστοῦ, καυληδὸν γεγονέναι φασίν. εὔδηλον δὲ ὡς ἐγκάρσιος
7. ἡ τοιαύτη διαίρεσις, ὥσπερ ἑτέρα κατὰ τὸ μῆκος μᾶλλόν
8. ἐστιν, οὐ διακόπτουσα παντάπασιν ἀπ’ ἀλλήλων τὰ μόρια
9. τῶν οὕτω παθόντων, ἀλλ’ οἷον σχίζουσα κατ’ εὐθυωρίαν,
10. ἣν ὀνομάζειν αὐτοῖς ἔθος ἐστὶ σχιδακηδόν· ἔνιοι δὲ τῶν
11. νεωτέρων ἰατρῶν ἄχρι τοσούτου φιλοτιμοῦνται πάσας τῶν
12. καταγμάτων τὰς διαφορὰς ἰδίοις ὀνόμασιν ἑρμηνεύειν, ὥστε
13. καὶ ῥαφανηδόν τι καὶ ἀλφιτηδὸν γίνεσθαι φασὶν, οὐκ ἀρκούμενοι
14. τῷ λόγῳ δηλῶσαι τὸ πολυειδῶς συντετριμμένον ὀστοῦν.
15. οὐ μὴν Ἱπποκράτης γε τοιοῦτος, ἀλλ’ ὡς ἔνι μάλιστα τοῖς
16. συνηθεστάτοις ὀνόμασι χρώμενος, ἑρμηνεύειν οὐκ ὀκνεῖ λόγῳ
17. καὶ ταύτας τῶν καταγμάτων τὰς διαφορὰς καὶ τούτων οὐδὲν
1. ἧττον ὅσα κατὰ τὰ τῆς κεφαλῆς ὀστᾶ γίγνονται. καὶ εἴπερ
2. οὕτως αὐτῷ περὶ πάντων τῶν παθῶν ὁ λόγος ἐξείργαστο,
3. σύντομος ἂν ἡμῖν ἡ προκειμένη πραγματεία ἐγεγένητο. νυνὶ
4. δ’ ἐπειδὴ τῶν πλείστων ἐπιδείξας τὴν ὁδὸν οἵαν δεῖ ποιεῖσθαι,
5. τὰ κατὰ μέρος ἀνεξέργαστα παρέλιπεν, ἀναγκαῖον ἡμῖν ἐν
6. ἐκείνοις χρονίζειν· οὐ μὴν οὐδὲ ταῦθ’ ὑπερβῆναι δίκαιον,
7. ἀλλ’ ὅσα μὲν εἴρηται τελέως Ἱπποκράτει διὰ κεφαλαίων
8. ὑπομνῆσαι, προσθεῖναι δ’ ἐνίοις ἀπόδειξιν ἄνευ πίστεως ὑπ’
9. αὐτοῦ ῥηθεῖσι· καί τι καὶ διορίσασθαι τῶν ἀδιορίστων,
10. καὶ τάξαι τῶν ἀτάκτων, καὶ σαφέστερον ἑρμηνεῦσαί τι τῶν
11. ἀσαφεστέρων ὑπ’ ἐκείνου γραφέντων. ἀλλ’ εἰ μὲν τὰς
12. ῥήσεις αὐτοῦ ἐφ’ ἑκάστου παραγράφοιμι, μῆκος ὑπομνημάτων
13. ἐξηγητικῶν ὁ λόγος ἕξει· καί τις ἴσως ἡμῖν ἐγκαλέσει
14. μακρολογίαν εὐλόγως τῶν οὐκ εὐλόγως ἤδη μεμψαμένων
15. ἐπὶ τῷ τρίτῳ καὶ τετάρτῳ γράμματι· κατ’ ἐκεῖνα μὲν γὰρ
16. ἀναγκαῖον ἐγένετό μοι πολλὰς ἐκ τοῦ περὶ τῶν ἑλκῶν βιβλίου
17. ῥήσεις Ἱπποκράτους παραθεμένῳ δεικνύναι τοῖς ἄλλοις ἰατροῖς
1. ἅπασιν ὁποῖόν τι τὸ κατὰ μέθοδον ἑλκῶν ἐστιν ἰάσεις γράφειν.
2. ἐν δὲ τῷ περὶ τῶν καταγμάτων τίς οὕτως ἔμπληκτος
3. ὃς οὐκ ἐπαινεῖ τὴν διδασκαλίαν ὡς σαφῆ τε ἅμα καὶ τελεώτατα
4. πᾶσαν ἐξειργασμένην; εἰ δὲ καὶ φαίη τις εἷς ἢ δύο,
5. μὴ θαυμάζειν τὸ γράμμα, πρὸς τοὺς τοιούτους μάλιστα μὲν
6. ἐν καιρῷ τὸ τοῦ ποιητοῦ λεχθείη, Τούσδε δ’ ἔα φθινύθειν
7. ἕνα καὶ δύο. τίς οὖν ἐστιν ἡ τῆς καταγμάτων ἰάσεως ἀληθής
8. τε καὶ ὄντως μέθοδος, ἐξ αὐτῶν τῶν πραγμάτων τῆς φύσεως
9. ἐνδεικτικῶς λαμβανομένη, λέγειν ἂν εἴη καιρὸς ἀρχὴν τῶν
10. λόγων τήνδε θεμένους. ἐπειδή λέλυται τῆς συνεχείας τὰ τοῦ
11. κατεαγότος ὀστοῦ μόρια, σκοπὸς μὲν τῆς θεραπείας αὐτοῖς,
12. ὁ γοῦν πρῶτος, ἡ ἕνωσις· εἰ δ’ οὗτος ἀδύνατος φαίνοιτο, διὰ
13. τὴν τῶν πεπονθότων μορίων ξηρότητα, δεύτερος ἄλλος ὁ
14. τῆς δι’ ἑτέρου κολλήσεως ἀπόκειται σκοπός· ὃς εἰ μηδ’
15. αὐτὸς εὑρίσκοιτο δυνατὸς, ἀνίατον ἐροῦμεν εἶναι τὸ πάθος.
16. ὅτι μὲν οὖν ἀδύνατόν ἐστι συμφῦναι τὸ οὕτως
17. σκληρὸν ὀστοῦν, οἷον ἐπὶ νεανίσκων τ’ ἐστὶ καὶ μειρακίων
18. καὶ ἀνδρῶν καὶ πολὺ δὴ μᾶλλον ἐπὶ γερόντων, εὔδηλον
1. δήπου παντί. μόνον δ’ ἐγχωρεῖ μαλακὸν ἱκανῶς
2. ὀστοῦν, οἷον ἐπὶ τῶν παιδίων ἐστὶ, δέξασθαι σύμφυσιν. ὅτι
3. δὲ καὶ δι’ ἑτέρας οὐσίας οἷον διὰ κόλλης ἐγχωρεῖ κολληθῆναί
4. τε καὶ δεθῆναι πρὸς ἄλληλα τὰ διεστῶτα μορία τοῦ
5. κατεαγότος, ἐνθένδε μάλιστα ἄν τις ἐλπίσειεν. ἕκαστον τῶν
6. τοῦ ζώου μορίων τὴν ἰδίαν τροφὴν ὁμοίαν ἔχειν ἑαυτῷ
7. δέδεικται. εἴπερ οὖν ἀληθὲς τοῦτο, καὶ ἡ τῶν ὀστῶν οἰκεία
8. τροφὴ παχυτάτη καὶ γεωδεστάτη τῶν ἄλλων ἁπασῶν ἔσται
9. τῶν καθ’ ὅλον τὸ ζῶον. οὔκουν ἀδύνατον ἐξ αὐτῆς ταύτης
10. τῇς οἰκείας τροφῆς περιττόν τι, τοῖς τοῦ κατάγματος
11. ἐπιπηγνύμενον χείλεσι, δι’ ἑαυτοῦ μέσου κᾀκεῖνα κολλῆσαι.
12. καὶ δὴ καὶ φαίνεται γιγνόμενον οὕτως· καὶ μαρτυρεῖ τῇ
13. λογικῇ τοῦ πράγματος ἐλπίδι καὶ ἡ πεῖρα. σκεπτέον οὖν
14. ἐφεξῆς, ὅτῳ μάλισθ’ ἄν τις τρόπῳ τουτὶ τὸ σῶμα τὸ τοῖς
15. κατάγμασιν ἐπιτρεφόμενον, ὅσον τε καὶ οἷον χρὴ γεννήσειεν.
16. ὅτι μὲν γὰρ οὔθ’ ὁπόσον ἔτυχεν οὔθ’ ὁποῖον, ἀλλὰ συμμετρίας
17. τινὸς εἰς ἄμφω δεόμενον, ἄντικρυς δῆλον. ἥτις δὲ ἡ
18. συμμετρία, κατά τε τὸ ποιὸν αὑτὸ καὶ κατὰ τὸ ποσὸν ἔτυχεν
1. εὑρόντας, ἐφεξῆς χρὴ ζητῆσαι τὸν τρόπον ᾧ μάλιστ’ ἄν τις
2. ἑκατέρου τυγχάνῃ. ζητῆσαι δὲ οὐδὲν ἧττον ἀναγκαῖόν ἐστι
3. καὶ τὸν καιρὸν ἐν ᾧ ταῦτ’ ἐργάζεσθαι χρή· πότερον εὐθέως
4. ἅμα τῷ γενέσθαι τὸ κάταγμα, καθάπερ ἐπὶ τῶν τραυμάτων
5. αὐτίκα τὴν σύμφυσιν ἐποιοῦμεν, ἢ μοχθηρὸς μὲν ὁ τοιοῦτος
6. καιρὸς, ἕτερον δέ τινα βελτίω χρὴ ζητεῖν. εὕροιμεν δ’ ἂν
7. καὶ αὐτὸ τοῦτο πρὸς τῆς τοῦ πράγματος φύσεως, ὥσπερ
8. καὶ τἄλλα πάντα, διδασκόμενοι. τίς οὖν ἡ τοῦ πράγματος
9. φύσις; ὀστοῦν κατεαγὸς ἅμα τινὶ τῶν εἰρημένων ὀλίγον
10. ἔμπροσθεν διαφορῶν. ἴδωμεν οὖν εἴ τι παρ’ ἑκάστης τῶν
11. διαφορῶν εἰς τὴν θεραπείαν αὐτοῦ λαβεῖν ἐστιν, ἀπὸ τῆς
12. καυληδὸν ὀνομαζομένης ἀρξάμενοι. παραλλάττει δ’ ἐπὶ ταύτης
13. ἀλλήλων τὰ μέρη τοῦ κατεαγότος ὡς μὴ κεῖσθαι κατ’
14. εὐθύ. δῆλον οὖν ὅτι κατ’ εὐθὺ χρὴ πρότερον αὐτὰ ποιήσαντα
15. τῶν ἐφεξῆς τι πράττειν. ἕξει δὲ δήπου τὴν τοιαύτην
16. θέσιν, ἐὰν ἐπὶ τἀναντία παράγηται τὰ ἐξεστῶτα παραδείγματι
17. χρωμένοις τῷ ὑγιεῖ· παρ’ ἐκείνου γὰρ ἀκριβὴς ἡ ἔνδειξίς
18. ἐστι τῆς μεταθέσεως αὐτῶν. ἐγχωρεῖ γέ τοι καὶ πρόσω τοῦ
1. κώλου καὶ ὀπίσω καὶ τῇδε καὶ τῇδε γενέσθαι τὴν μετάστασιν.
2. ὅσα μὲν οὖν ὀπίσω μᾶλλον μετέστη, ταῦτ’ ὠθεῖν χρὴ πρόσω
3. μετὰ τοῦ τὸ ἕτερον μέρος τοῦ κατεαγότος ἀντωθεῖν μετρίως
4. εἰς τοὐναντίον· ὅσα δὲ πρόσω, ταῦτ’ εἰς τοὐπίσω μὲν αὐτὰ,
5. τὸ δὲ ὑπόλοιπον μέρος ἄγειν ἠρέμα πρόσω. κατὰ ταὐτὰ δὲ
6. καὶ τῶν εἰς τὸ δεξίον μέρος ἐξεστώτων ἡ ἴασις εἰς τὸ ἀριστερὸν
7. ἀγομένων· ὥσπερ καὶ τῶν ἐπὶ τὸ ἀριστερὸν εἰς τὸ
8. δεξίον, ἀεὶ τοῦ ἑτέρου μέρους ἀντωθουμένου μετρίως. ἀλλ’
9. ἐν τῷ τὴν ἐναντίαν ὁδὸν ἄγειν ἑκάτερον οὐ σμικρὸς κίνδυνός
10. ἐστι θραυσθῆναί τινας ἐξοχὰς αὐτῶν. οὐ γὰρ δὴ λεῖόν γε τὸ
11. πέρας ἑκατέρου τοῦ μέρους ἐστὶν, ὡς ἐπὶ τῶν ἀποπριομένων
12. γίνεται. καὶ μὴν εἴπερ αὗται θραυσθεῖεν, οὐκ ἂν ἀκριβῶς
13. ἔτι συναρμοσθεῖεν πρὸς ἄλληλα τοῦ κατεαγότος ὀστοῦ τὰ
14. πέρατα, διὰ διττὴν αἰτίαν. αὐτά τε γὰρ, οἶμαι, τὰ θραύσματα,
15. μεταξὺ τῶν συναγομένων μερῶν ἱστάμενα, διακωλύσει
16. ψαύειν ἀλλήλων τὰ συναρμοττόμενα, καὶ εἵπερ ἅρα δυνηθείη
17. τι πρὸς τοὐκτὸς τῶν ὀστῶν ἐκπεσεῖν, οὐδ’ οὕτως ἀκριβὴς 
1. ἡ ἁρμονία γενήσεται τῶν διαπλαττομένων, ὡς τὴν ἀρχαίαν
2. ἕνωσιν μιμήσεσθαι· μόνως γὰρ ἂν ἐκείνη γένοιτο τῶν
3. ἐξοχῶν ἁρμοσθεισῶν ἐν ταῖς κοιλότησιν. εἰ δ’ ἅπαξ ἀπόλοιντο
4. θραυσθεῖσαι, κενὴν χώραν ἀναγκαῖον ἀπολειφθῆναι μεταξὺ
5. τῶν ἁρμοζομένων ἀλλήλοις ὀστῶν, εἰς ἣν ἰχῶρας ἀθροιζομένους,
6. εἶτ’ ἐν τῷ χρόνῳ σηπομένους ὅλον ἅμ’ ἑαυτοῖς τὸ
7. κῶλον ἀνάγκη διαφθεῖραι. διὰ ταῦτα μὲν οὖν χρὴ τὴν παραγωγὴν
8. τῶν ὀστῶν ποιεῖσθαι διεστώτων. αὐτὸ δὲ δὴ τοῦτο
9. πάλιν οὐχ οἶόν τε καλῶς ἐργάσασθαι χωρὶς ἀντιτάσεως. χρὴ
10. τοίνυν ἤτοι διὰ τῶν χειρῶν, εἰ μικρὸν εἴη τὸ κῶλον, ἢ διὰ
11. βρόχων περιβαλλομένων, ἢ καὶ σὺν αὐτοῖς ὀργάνων οἵων
12. Ἱπποκράτης ἡμᾶς ἐδίδαξε τὴν ἀντίτασιν ποιεῖσθαι τῶν ὀστῶν·
13. ἐπειδὰν δὲ ἱκανῶς διαταθῇ καὶ μηκέτι κίνδυνος ἀλλήλοις
14. ἐνερείδειν τῷ παράγεσθαι, κατ’ εὐθὺ θέμενον ἀνεῖναι τοὺς
15. βρόχους, ἐπιτρέψαντα τοῖς μυσὶ συνάγειν εἰς ταὐτὸ τὰ διεστῶτα·
16. συνεφάπτεσθαι δὲ ἐν τούτῳ ταῖς χερσὶ καὶ αὐτὸν εἴ
17. τί που παραλλάττει μικρὸν ἐπανορθούμενόν τε καὶ διαπλάττοντα.
18. μετὰ δὲ ταῦτα δεύτερος ἂν εἴη σκοπὸς ἀτρεμεῖν
1. ἀκριβῶς τὸ κῶλον, ὡς μηδὲν κινοῖτο τῶν διαπλασθέντων·
2. ἀναγκαῖον γὰρ ἐν τῷδε παραλλάττειν αὖθις. εἰ μὲν οὖν ἐπιτρέψαις
3. αὐτῶ τῷ κάμνοντι προνοεῖσθαι τῆς ἡσυχίας αὐτοῦ,
4. περὶ μὲν τὸν τῆς ἐγρηγόρσεως χρόνον ἴσως ἂν τοῦτο πράξειεν,
5. ὑπνώττων δ’ ἐξ ἀνάγκης κινήσει τὸ κῶλον. ὅπως οὖν
6. ἀεὶ φυλάττοιτο τῶν διαπλασθέντων ἡ θέσις, οὐ μόνον
7. ὑπνώττοντος, ἀλλὰ καὶ πρὸς ἄφοδον ἀνισταμένου τἀνθρώπου,
8. κᾀν ταῖς μεθυποστρώσεσιν ἀσφαλεῖ δεσμῷ περιλαβεῖν
9. χρὴ τὸ κάταγμα, σφίγγειν ἀκριβῶς δυναμένῳ πρὸς ἄλληλα
10. τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ. ἀλλ’ ἐπεὶ τῶν δεσμῶν ὁ
11. μὲν χαλαρὸς ἐπιτρέπει κινεῖσθαι τοῖς ὀστοῖς, ὁ δ’ ἰσχυρὸς
12. σφιγγόμενος ὀδύνην ἀπεργάζεται, πειρατέον ἀπολαύοντα τῆς
13. ἀφ’ ἑκατέρου χρείας, φυλάττεσθαι τὴν βλάβην. γένοιτο δ’
14. ἂν τοῦτο φευγόντων τὰς ἀμετρίας. μήτε οὖν εἰς τοσοῦτον
15. σφίγγειν ὣς ἤδη καὶ θλίβειν, μήθ’ οὕτως ἐκλύειν τὴν σφίγξιν
16. ὡς χαλαρὸν ἐργάζεσθαι. εἰ μὲν οὖν ἰσοπαχὲς εἴη ἕκαστον
17. τῶν μορίων, ὁ πλατύτατος ἂν ἐπίδεσμος ἄριστος ὑπῆρχεν,
18. ὅλων ὁμαλῶς τε καὶ συνεχῶς ἐκ παντὸς μέρους περιλαμβάνων
1. τὸ κατεαγός. ἐπεὶ δ’ οὐχ οὕτως ἔχει, τῷ μὲν θώρακι
2. περιβάλλειν ἐγχωρεῖ τὸν πλατύτατον, οὔτε δ’ ἐπὶ τῶν κώλων
3. οὔτ’ ἐπὶ κλειδὸς, ἀλλ’ ἐπὶ τῶν τοιούτων ὁ στενὸς ἀμείνων,
4. ὡς ἂν μήτε ῥυτιδούμενος ἅπαντί τε μορίῳ ψαύων τοῦ δέρματος
5. ᾧ περιελήλικται· ἀλλ’ οὗτός γε οὐκ ἀσφαλὴς, ὀλίγαις
6. λαβαῖς συνέχων τὸ κατεαγός. ὅσον οὖν εἰς ἀσφάλειαν αὐτοῦ
7. διὰ τὴν στενότητα λείπει, τοῦτ’ ἐκ πλήθους τῶν περιβολῶν
8. καὶ τῆς ἐπὶ τὸ ὑγιὲς νομῆς προστιθέναι. ἀλλ’ ἐπεὶ τῶν ἐπιδέσμων,
9. ὅσοι πιλοῦσί τε καὶ σφίγγουσιν ἀλύπως τὴν σάρκα,
10. φύσιν ἔχουσιν ἐκθλίβειν μὲν ἐξ ἐκείνων τῶν μορίων οἷς πρώτοις
11. ἐπιβάλλονται τοὺς χυμοὺς, ἐναποτίθεσθαι δὲ καὶ στηρίζειν
12. εἰς ἅπερ ἐτελεύτησαν, εὔλογον οἶμαι βάλλεσθαι μὲν τὴν
13. ἀρχὴν τῶν ἐπιδέσμων ἐπ’ αὐτὸ τὸ κάταγμα· νέμεσθαι δὲ
14. ἐντεῦθεν ἐπὶ τὸ λοιπὸν κῶλον. ὁ γὰρ ἔμπαλιν ἐπιδῶν
15. ἀπὸ τῶν ὑγιεινῶν ἐπὶ τὸ πεπονθὸς ἐκθλίβει τὸ αἷμα.
16. καὶ μὴν εἴπερ ἀπὸ μὲν τοῦ πεπονθότος ἄρχεσθαι προσήκει,
17. τελευτᾷν δὲ ἐπὶ τὸ ὑγιὲς, οὐ μόνον ἀβλαβὴς ἡ ἐπίδεσις
18. εἰς ἅπερ εἴπομεν ἡ τοιαύτη γένοιτ’ ἂν, ἀλλὰ καὶ
1. χρηστόν τι προσεκπορίζουσα· φλεγμονὴν γὰρ οὐδεμίαν ἐάσει
2. συστῆναι περὶ τὸ κάταγμα· χρὴ δὲ, οἶμαι, καὶ τούτου φροντίζειν
3. ἐν τοῖς μάλιστα. κίνδυνος γὰρ ἐπί τε ταῖς ἀντιτάσεσιν,
4. ἃς διαπλάττοντες τὸ κῶλον ἐποιούμεθα, καὶ πρὸ τούτων, ὅτι
5. τὰ πλεῖστα τῶν ἐργαζομένων αἰτίων τὸ κάταγμα τὴν περιβεβλημένην
6. τοῖς ὀστοῖς σάρκα πρότερον ἀδικεῖ πιλοῦντα καὶ
7. θλῶντα, ὡς μεγάλας ἀκολουθῆσαι φλεγμονάς. οὐ θαυμάσαιμι
8. δ’ ἂν οὐδ’ εἰ καὶ τοῖς ὀστοῖς αὐτοῖς τοῖς κατεαγόσιν
9. ἀνάλογόν τι φλεγμονῇ συμπίπτει. καὶ γὰρ καὶ φαίνεται τά
10. γε μὴ καλῶς ἰαθέντα σαφῶς ὑγρότερα τῶν κατὰ φύσιν, ὅταν
11. ἅμα τραύματι τὸ κάταγμα γενόμενον ὑπὸ τὴν τῆς ὄψεως
12. ἥκῃ διάγνωσιν. οὐ μὴν οὐδὲ ὁ σφάκελος ἐξ ἄλλης προφάσεως
13. ὁρμᾶται, φθορὰ καὶ αὐτὸς ὑπάρχων ὅλης τῆς οὐσίας
14. αὐτῶν. οὔκουν ἀμελεῖν χρὴ τοῦ τὸ περιττὸν ὑγρὸν ἐκθλίβεσθαι
15. πάντων τῶν περὶ τὸ κάταγμα μορίων. ἄρχεσθαί τε οὖν
16. ἀπὸ τοῦ πεπονθότος καὶ δὶς ἢ τρὶς ἐν κύκλῳ περιβαλόντα
17. νέμεσθαι τοὐντεῦθεν ἐπὶ τὸ ὑγιές. ὁ γὰρ οὕτως ἐπιδῶν
18. ἀπείργει τε τὴν ἐκ τῶν ὑγιῶν εἰς τὸ πεπονθὸς ἐπιῤῥοὴν τοῦ
1. αἵματος, ἐκθλίβει τε τὸ φθάσαν ἠθροῖσθαι κατ’ αὐτό. διττῶν
2. δὲ ὄντων χωρίων τῶν δυναμένων ἐνδέξασθαί τι παρὰ
3. τῶν πεπονθότων καὶ πέμψαι τὰ μὲν ὑπερκείμενα διά τε τὸ
4. πλῆθος καὶ τὸ μέγεθος ἱκανώτερα πρὸς ἄμφω, τὰ δὲ ἄκρα
5. διὰ τὰ ἐναντία, βραχὺ μέν τι καὶ δέξασθαι καὶ πέμψαι δύναται;
6. πολὺ δὲ οὔτε χορηγῆσαί ποτε τοῖς πεπονθόσιν οὔτε
7. παρ’ ἐκείνων λαβεῖν. ὥστε διὰ ταῦτα δύο ἐπιδεύματα πρῶτα
8. ποιησάμενος ὁ Ἱπποκράτης, τῷ μὲν ἑτέρῳ προτέρῳ τό τε
9. περιεχόμενον ἐν τοῖς πεπονθόσιν ἐκθλίβει πρὸς τὰ ὑπερκείμενα,
10. τό τε ἐξ ἐκείνων ἐπιῤῥέον ἀνείργει. τῷ δὲ ὑπολοίπῳ
11. κατὰ μὲν τὰς πρώτας ἐπιβολὰς, ἃς κατ’ αὐτοῦ τε τοῦ κατάγματος,
12. ἔτι τε τῆς ἐπὶ τὰ κάτω νομῆς τῶν ὀθονίων
13. ποιεῖται, τὸ μὲν ἐκθλίβει πρὸς αὐτὰ, τὸ δὲ ἀνείργει, κατὰ
14. δὲ τὰς ἑξῆς ἁπάσας, ἡνίκα ἐκ τῶν κατωτάτω μερῶν ἄνω
15. παλινδρομεῖν ἀξιοῖ τὸν ἐπίδεσμον, ὡς εἰς ταὐτὸ τῷ προτέρῳ
16. τελευτῆσαι τοῖς ὑπερκειμένοις ἐκθλίβων, τὰς ἐξ αὐτῶν ἐπιῤῥοὰς
17. κωλύει. φρουρεῖ τ’ οὖν ἅμα καὶ στηρίζει τὸ κατεαγὸς,
18. ἀφλέγμαντόν τε φυλάττει τὰ πρῶτα δύο τῶν ὀθονίων· οὐ 
1. μὴν ἱκανά γε μόνα τὰ εἰρημένα πρὸς ἀμφοτέρας τὰς χρείας.
2. ὅθεν εἰς μὲν τὴν φρουρὰν ἐπικουρίαν αὐτοῖς ὁ Ἱπποκράτης
3. ἐξεῦρε τὴν τῶν σπληνῶν ἐπιβολὴν, ἅμα καὶ τοῖς ἔξωθεν
4. ὀθονίοις, ἃ τούτους αὐτοὺς στηρίζει. πρὸς δὲ τῷ μὴ φλεγμῆναι
5. φαρμάκῳ τινὶ κελεύει χρῆσθαι τῶν ἀφλεγμάντων, οἵα
6. πέρ ἐστιν ἡ ὑγρὰ κηρωτή. ταῦτά τε οὖν ἅπαντα τοῖς εἰρημένοις
7. λογισμοῖς εὑρέθη καὶ πρὸς τούτοις ἔτι τὸ τῆς ἀποθέσεως
8. σχῆμα, διττῷ καὶ τοῦτ’ ἐνδείξεως ὑποπῖπτον τρόπῳ·
9. προτέρῳ μὲν ἐκ τῶν κοινῶν ἐννοιῶν ἠρτημένῳ ψιλῷ, ἑτέρῳ
10. δὲ ἐκ τῆς τῶν θεραπευομένων ὀργάνων κατασκευῆς. ὁ μὲν
11. οὖν πρότερος ἀνωδυνώτατον αἱρεῖσθαι συμβουλεύει σχῆμα,
12. πρός τε τῷ μὴ φλεγμαίνειν τὰ μόρια καὶ διαμένειν ἀτρέμα ἐπ’
13. αὐτοῦ μόνου δύνασθαι τὸν κάμνοντα χρόνῳ παμπόλλῳ. ὁ
14. δὲ δεύτερος τρόπος ὁ ἐκ τῆς τῶν θεραπευομένων φύσεως
15. ὁρμώμενος ἀρτηρίας καὶ φλέβας καὶ νεῦρα καὶ μῦς ὡς
16. εὐθύτατα κεῖσθαι κελεύει. καὶ δὴ καὶ ὁμολογοῦσιν ἀλλήλοις
17. οἱ τρόποι· τό τε γὰρ εὐθύτατον ἑκάστου μορίου σχῆμα μάλιστά
1. ἐστιν ἀνώδυνον, ὅ τι δ’ ἂν ἑτέρου μᾶλλον ἀνώδυνον ᾖ,
2. κατὰ φύσιν μάλιστά ἐστι τῷ κώλῳ· χειρὶ μὲν τὸ καλούμενον
3. ἐγγώνιον, σκέλει δὲ τὸ μικροῦ δεῖν ἐκτεταμένον. εἰς ἀνωδυνίαν
4. δὲ οὐ μόνον τὸ κατὰ φύσιν ἑκάστου σχῆμα τῶν ὀργάνων,
5. ἀλλά τι καὶ τὸ ἔθος ἔοικε συντελεῖν. αὕτη μὲν οὖν
6. σοι καὶ ἡ τοῦ σχήματος εὕρεσις, ἐν ᾧ χρὴ διαφυλάττειν τὸ
7. κῶλον· ἡ δ’ αὐτὴ κατὰ τὴν ἀντίτασίν τε καὶ διάπλασιν.
8. ἄμεινον γὰρ ἐν εὐθυτάτῳ καὶ ἀνωδυνωτάτῳ διατείνειν καὶ
9. διαπλάττειν τὸ κῶλον· πολὺ δὴ μᾶλλον ἐν τῷ αὐτῷ σχήματι
10. τὴν ἐπίδεσίν τε καὶ τὴν ἡσυχίαν τοῦ μορίου ποιεῖσθαι προσήκει.
11. τὸ γὰρ ἐν ἄλλῳ μὲν ἐπιδεῖν, ὑπαλλάττειν δὲ εἰς ἕτερον,
12. οὐκ ὀδύνην μόνον, ἀλλὰ καὶ διαστροφὴν ἐργάζεται τοῖς
13. ὀστοῖς. εἰ γάρ τι μεμνήμεθα τῶν ἐν τοῖς περὶ μυῶν κινήσεως
14. ὑπομνήμασιν εἰρημένων, ἀναγκαῖόν ἐστιν ὑπαλλαττόντων
15. τὸ σχῆμα τινὰς μὲν τῶν μυῶν ἐντείνεσθαί τε καὶ οἷον
16. σφαιροῦσθαι συναγομένους, ἐνίους δ’ ἐκλύεσθαί τε καὶ χαλᾶσθαι.
17. ἔνθα μὲν οὖν ἐντείνονται, θλίβεσθαί τε πρὸς τῶν
18. ἐπιδέσμων αὐτοὺς ἀναγκαῖόν ἐστιν ὀδυνᾶσθαί τε διὰ τὴν
1. θλίψιν· ἔνθα δὲ ἡ τάσις ἐκλύεται, χαλαρὰν μὲν ἐν ἐκείνῳ
2. τῷ μέρει τὴν ἐπίδεσιν, ἀστήρικτον δὲ γίνεσθαι τὸ κάταγμα.
3. διὰ ταῦτ’ οὖν ἅπαντα διατείνειν τε καὶ διαπλάττειν ἐπιδεῖν
4. τε καὶ ἀποτίθεσθαι καθ’ ἓν σχῆμα τὸ ἀνωδυνώτατον, ἕλοιτ’
5. ἄν τις. εἰς μὲν δὴ τὴν πρώτην ἐνέργειαν ἣν ἐνεργοῦμεν ἐν
6. τοῖς κατεαγόσιν, οὐδὲν ἔτι λείπει παράγγελμα. λύειν δὲ
7. κελεύει διὰ τρίτης ὁ Ἱπποκράτης, ὅπως μήτ’ ἄση τις γίγνοιτο,
8. μήτε κνῆσις ἀήθως σκεπασθέντι τῷ μορίῳ, μήτ’ ἐπὶ πλέον
9. αἱ διαπνοαὶ κωλύοιντο τοῦ φθάσαντος ἐστηρίχθαι κατὰ τὸ
10. κάταγμα· δι’ ἃς οὐ μόνον ἀσωδῶς κνήσεσθαι συμβαίνει τισὶν,
11. ἀλλὰ καὶ διαβρωθέντος ὑπὸ τῆς τῶν ἰχώρων δριμύτητος
12. ἐνίοτε τοῦ δέρματος ἕλκωσιν γενέσθαι. καταντλεῖν οὖν
13. ὕδατος εὐκράτου τοσοῦτον, ὅσον ἱκανόν ἐστι διαφορῆσαι
14. τοὺς τοιούτους ἰχῶρας. ἢν δὲ δὴ καὶ αὖθις ὁμοίως πράξῃς,
15. ἑβδόμῃ μὲν ἂν εἴη μετὰ τὴν πρώτην ἀρχὴν ἡμέρᾳ, φαίνοιτο
16. δ’ ἂν ἤδη μηδενός γε ἐμποδὼν γενομένου πάντ’ ἀφλέγμαντα,
17. καὶ αὐτοῦ γε τοῦ κατὰ φύσιν ἐνίοτε μᾶλλον ἰσχνά. τότε
18. οὖν ἐγχωρεῖ νάρθηκάς τε περιτιθέναι καὶ λύειν διὰ πλέονος·
1. ἔμπροσθεν μὲν γὰρ ὅθ’ ὁ τῆς φλεγμονῆς ἐπεκράτει σκοπὸς,
2. οὐκ ἦν ἀσφαλὲς θλίβειν τοῖς νάρθηξι· νυνὶ δὲ ἐπειδὴ πέπαυται
3. μὲν αὕτη, στηρίζεσθαι δὲ χρὴ τὸ κάταγμα, καλῶς ἄν
4. τις αὐτοῖς χρῷτο. καὶ μὲν δὴ καὶ διὰ πλέονος ἐγχωρεῖ λύειν,
5. ὡς ἂν μηκέτι χρῃζόντων τῶν μερῶν ἀποκρίνειν ἰχῶρας.
6. ἀλλὰ καὶ ἡ πώρωσις ἄμεινον ἂν οὕτως γίγνοιτο· χρὴ
7. γὰρ, ὡς ἔμπροσθεν εἴρηται, παγῆναί τι τῆς οἰκείας τροφῆς
8. τῶν ὀστῶν, ἵνα γένηται πῶρος. οὔκουν χρὴ τοῦτ’ ἀποκλύζειν
9. τῶν χειλῶν τοῦ κατάγματος, ἢ διαφορεῖν ἐκτὸς,
10. ὅπερ αἱ συνεχεῖς λύσεις ἐργάζονται. οὐ μὴν οὐδ’ οὕτω πολὺ
11. διαλείπειν, ὡς μηδὲ γνῶναι πᾶς προσχωρεῖ τὸ κάταγμα.
12. πολλάκις γοῦν ἐθεασάμην ἀκριβῶς ξηρανθέντων τῶν ὀστῶν
13. δυσχερῶς γιγνομένην τὴν πώρωσιν. ἐπαντλεῖν οὖν χρὴ τοῖσδε
14. μέτριον τῷ πλήθει, διὰ τρίτης ἢ τετάρτης ἡμέρας ὕδωρ θερμὸν,
15. ὅρον ἔχοντα τοῦ παύσασθαι τῆς καταιονήσεως τὴν εἰς
16. ὄγκον ἐρυθρὸν ἔπαρσιν τῶν σαρκῶν. ἐπὶ μὲν δὴ τούτων
17. πρὶν ἄρχεσθαι καθίστασθαι παύσασθαι χρὴ, καθάπερ ἐφ’
18. ὧν διαφορῆσαί τι βουλόμεθα, μὴ παύεσθαι πρὸ τοῦ συμπεσεῖν
1. τὸν ἐκ τῆς αἰονήσεως ὄγκον. ἐφ’ ὧν δ’ ὑγρότης ἐστὶ
2. πλείων καὶ διὰ ταύτην οὐ πωροῦται τὰ κατεαγότα, ξηραίνειν
3. αὐτὴν, ὡς ἔμπροσθεν εἴρηται, πειρᾶσθαι δι’ ἐπιδέσεως προσηκούσης
4. καὶ καταντλήσεως, ἤτοι γ’ ἐλαχίστης παντάπασιν
5. ἢ πλείστης. ἡ μὲν γὰρ ἐλαχίστη, πρὶν ἐπιῤῥυῆναί τι παυομένη,
6. τά τε πρόχειρα τῶν ὑγρῶν διαφορεῖ, τά τε ἐν τῷ
7. βάθει διαχεῖ μετρίως· συμφέρει δὲ οὕτω κεχύσθαι τοῖς ὑπὸ
8. τῆς ἐπιδέσεως ἐκθλίβεσθαι μέλλουσιν. ἡ δὲ πλείστη διαφορεῖ
9. πλέον ἢ ἕλκει. εὔδηλον δὲ δήπου καὶ ὡς ἐπὶ μὲν τῆς ἐκθλιβούσης
10. ἐπιδέσεως ἧττον χρὴ πιέζειν τὰ τελευταῖα τῶν ὀθονίων,
11. ἐπὶ δὲ τῆς ἀνατρεφούσης οὐχ ἧττον, ταῦτα καὶ
12. συμπάσας τὰς περιβολὰς χαλαρωτέρας ποιεῖσθαι. ἐπεὶ δὲ
13. οὐ μόνον ἐν ᾧ χρὴ καιρῷ συμπράττειν ταῖς πωρώσεσιν, ἀλλὰ
14. καὶ ὅπως ἐξεύρηται, λείποιτ’ ἂν ἔτι περὶ τῆς συμπάσης διαίτης
15. εἰπεῖν. ὅτι μὲν οὖν ἐν ἀρχῇ λεπτοτάτως χρὴ διαιτᾷν ἐν
16. τῇ τῶν φλεγμονῶν οἰκείᾳ θεραπείᾳ λεχθήσεται· λεχθήσεται
17. δὲ καὶ ὡς φλέβα χρὴ τέμνειν, ἐνίοτε δὲ καὶ διὰ γαστρὸς ἐκκενοῦν 
1. τὰ περιττά. κατὰ δὲ τὸν τῆς πωρώσεως καιρὸν
2. ἀνατρέφειν χρὴ τὸ σῶμα σιτίοις εὐχύμοις καὶ τροφίμοις, ἐξ
3. ὧν εἴωθε γεννᾶσθαι χυμὸς οὐ μόνον χρηστὸς, ἀλλὰ καὶ γλίσχρος,
4. ἐξ οἵου χρὴ μάλιστα γίγνεσθαι τὸν πῶρον· ἐκ μὲν γὰρ
5. τῆς ὀῤῥώδους καὶ λεπτῆς ὑγρότητος οὐδ’ ἂν γεννηθείη τὴν
6. ἀρχὴν, ἐκ δὲ τῆς παχείας μὲν, ἀλλὰ ψαθυρᾶς καὶ ἀλιποῦς,
7. γεννηθείη μὲν ἂν οὐ βραδέως, ἀλλ’ ἐν τῷ χρόνῳ ξηραινόμενος
8. κραυρότερος καὶ διὰ τοῦτο εὔθραυστος γίνεται. μεγέθει
9. δὲ ἔστω τηλικοῦτος; ὡς ἀσφαλῆ τε ἅμα δεσμὸν εἶναι τοῖς
10. ὀστοῖς καὶ μὴ θλίβειν τοὺς μῦς· ὁ μὲν γὰρ μικρότερος ἢ χρὴ
11. σφαλερὸς τοῖς ὀστοῖς; ὁ δὲ μείζων τοῦ προσήκοντος ὀδυνηρὸς
12. τοῖς μυσί. προσέχειν οὖν ἀκριβῶς αὐτῷ τὸν νοῦν, ἤτοι
13. προτρέπειν ἐνδεῶς γιγνόμενον, ἢ κωλύειν ἀμέτρως αὐξανόμενον.
14. ἐξ ὧν δ’ ἐργάσῃ ταῦτα, τό τε ποσὸν τῆς αἰονήσεως
15. ἐστι καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν τῶν ἐδεσμάτων, αἵ τε ἔξωθεν
16. ἐπιτιθέμεναι κατ’ αὐτοῦ δυνάμεις φαρμάκων. περὶ μὲν
17. οὖν αἰονήσεως καὶ διαίτης προείρηται. τῶν δὲ φαρμάκων
18. ὅσα μὲν ἐμπλαστικὰ ταῖς οὐσίαις ἐστὶ μετρίως θερμαίνοντα,
1. προτρέπει τε καὶ συναύξει τοὺς πώρους· ὅσα δὲ διαφορητικὰ,
2. καὶ τοὺς ὄντας ἤδη μεγάλους καθαίρει. μήτε δὲ ἀνατρέφειν
3. ἐθέλων μήτε καθαίρειν τὸν πῶρον, ἀλλ’ ὡς αὐτὸς ὡρμήθη
4. δέχεσθαι, φαρμάκων κέχρητο τῶν ἐναίμων ὀνομαζομένων·
5. ἃ δὴ μετρίως ξηραίνοντα καὶ τὴν πῆξιν ἐργάζεται μετρίαν τοῦ
6. πώρου. περὶ μὲν δὴ τῶν ἐγκαρσίων καταγμάτων ἱκανὰ καὶ
7. ταῦτα· περὶ δὲ τῶν παραμήκων τὰ μὲν ἄλλα σύμπαντα
8. τὰ αὐτὰ, πιέζειν δὲ χρὴ μᾶλλον ταῦτα κατ’ αὐτὸ τὸ
9. κάταγμα καὶ προστέλλειν εἴσω τὸ ἀφεστηκός. ὅσα δὲ ἐθραύσθη
10. πολυειδῶς καὶ μάλιστα σὺν ἕλκεσιν, ὅπερ ὡς τὰ πολλὰ
11. φιλεῖ γίγνεσθαι, σπλῆνα σκεπαρνηδὸν ὡς Ἱπποκράτης ἐκέλευσε
12. περιβάλλειν, οἴνῳ τέγγοντας αὐστηρῷ τε καὶ μέλανι καὶ
13. μάλιστ’ ἐν θέρει. σήπεται γὰρ εἴτε ἐλαίῳ τις εἴτε κηρωτῇ
14. χρῷτο, δεόμενά γε ξηραίνεσθαι μειζόνως ἢ τἄλλα, διότι καὶ
15. μεῖζον τὸ πάθημα. καὶ τοίνυν καὶ τὰ φάρμακα πάντα τῶν
16. ξηραινόντων ἔστω, καθάπερ ἐκεῖνος ἐκέλευσεν, ἅμα καὶ τὸ
17. μέτρον ἐπ’ αὐτοῖς ὁρίσας· ἐκ γὰρ τῶν ἐναίμων ὀνομαζομένων
1. εἶναι κελεύει τὰ τοιαῦτα τῶν φαρμάκων. εἰ δὲ καὶ κατ’ ἀρχάς
2. τις εὐθέως αὐτοῖς χρῷτο, τοιοῦτον εἶναι συνεβούλευε τὸ
3. ἔναιμον, ὃ σύντροφόν ἐστιν ἐπιτέγξει. τὰ μὲν οὖν ἄλλα
4. σύμπαντα ταῖς ἐκείνου ποιητέον ὑποθήκαις, οὐκ ἐν τοῖς εἰρημένοις
5. μόνον, ἀλλὰ κᾂν γυμνωθὲν τὸ ὀστοῦν ἀποπρίσεως
6. δέοιτο, κᾂν παρασχίδας τινας ἤτοι γ’ αὐτὸν ἀφαιρεῖν ἢ τῆς
7. φύσεως ἐξωθούσης συμπράττειν προσήκει. περὶ δὲ τῶν ὑποτιθεμένων
8. σωλήνων τοῖς σκέλεσιν, ὅσα μὲν Ἱπποκράτης ἠπόρησεν,
9. εἴτε χρηστέον εἴτε μὴ χρηστέον, ἅπαντές τε γινώσκουσιν,
10. ἐπαινεῖν τε χρὴ τοὺς λογισμούς. ὃ δὲ τοῖς νεωτέροις
11. εὕρηται γλωσσόκομον, ᾧ χρώμεθα μάλιστα κατὰ τὸν τῆς
12. πωρώσεως καιρὸν, ἐπαινῶ μὲν εἴπερ τι καὶ ἄλλο τῶν τοιούτων
13. μηχανημάτων, οὐ μὴν ἔοικέ γε Ἱπποκράτης γινώσκειν
14. αὐτὸ καίτοι γε οὐκ ἀμελὴς εἰς τὴν τῶν χρησίμων ὀργάνων
15. εὕρεσιν. ἀλλὰ τό γε τοῖς σκέλεσιν ὑποτιθέμενον ὄργανον
16. ὀρθῶς τοῖς μετ’ αὐτὸν ἐξεύρηται, δι’ ἑνὸς ἄξονος ἐπὶ τελευτῇ
17. τοῦ μηχανήματος ἐν τοῖς κάτω μέρεσι τεταγμένου τὴν ἀντίτασιν
1. ἐργαζόμενον ὅλῳ τῷ κώλῳ ἐντάσεσι διτταῖς. ὀνομάζεται
2. δὲ αὐτῶν ἡ μὲν κατ’ εὐθὺ τείνουσα τὸ κῶλον εὐθύπορος,
3. ἡ δ’ ἄνω μὲν πρότερον, εὐθὺς δὲ κάτω μεταληπτική·
4. γίνονται δὲ ἀμφότεραι διὰ περιθέσεως βρόχων. ἄριστος δ’
5. εἰς τοῦτο βρόχος ὁ ἐκ δυοῖν διαρτῶν. οὗτος οὖν ἐν μὲν τοῖς
6. κάτω τοῦ κατάγματος μέρεσι τοῦ κώλου περιτιθεὶς τὴν
7. εὐθύπορον ἐργάζεται τάσιν, τῶν σκελῶν αὐτοῦ περιτεθέντων
8. τῷ ἄξονι· ἐν δὲ τοῖς ἄνω μέρεσι τοῦ κατάγματος ὁ
9. αὐτὸς οὗτος βρόχος εἰ περιβληθείη, τὴν μεταληπτικὴν ἀποτελεῖ
10. τάσιν, ἀπαχθέντων αὐτοῦ τῶν σκελῶν, ἄνω μὲν πρότερον,
11. εἶτ’ αὖθις κάτω· περιβληθῆναι γὰρ χρὴ καὶ ταῦτα τῷ
12. ἄξονι. τὴν περιαγωγὴν δὲ καὶ τὴν οἷον καμπὴν τῶν σκελῶν
13. τοῦ βρόχου, τὴν ἐκ τῶν ἄνω μερῶν εἰς τὸ κάτω, διὰ τροχιλιῶν
14. γίγνεσθαι χρὴ κατὰ τὰς πλευρὰς τοῦ γλωττοκόμου
15. τεταγμένων. ἔξεστι δὲ καὶ σωλῆνα καλεῖν τὸ τοιοῦτον μηχάνημα
16. καὶ μετὰ προσθήκης σωλῆνα μηχανικὸν ἢ γλωττόκομον
17. μηχανικόν. ἀλλὰ περὶ μὲν ὀργάνων ἐπὶ πλέον ἐροῦμεν ἐν
18. ταῖς τῶν ἐξαρθρημάτων ἰάσεσιν· ὡσαύτως δὲ καὶ περὶ τῆς
1. ἐπιδέσμων ποικιλίας ἐν ἐκείνοις λελέξεται. νυνὶ δὲ ἐπειδὴ
2. περὶ τοῦ μηχανικοῦ σωλῆνος ἐμνημόνευσα, πολλὴν χρείαν
3. παρεχομένου τῷ σκέλει καὶ κατὰ τὴν ἄλλην μὲν ἀπόθεσιν,
4. ἔτι δὲ μᾶλλον ἐπειδὰν ἀλλάττῃ τὴν κοίτην ὁ κάμνων, ἢ
5. ἀποτρίβηταί τι τῶν κατὰ γαστέρα, καλῶς ἂν ἔχοι πρὸς τῷ
6. μηδὲν ἔτι ἐνδεῖν εἰς τὸν ὑπὲρ τούτων λόγον, ἐπαινέσαι πολὺ
7. μᾶλλον ἐκεῖνο τὸ γλωττόκομον, οὗ καὶ τὴν ἑτέραν τῶν
8. πλευρῶν καὶ τὸ σανίδιον ἐφ’ ὃ τὸν πόδα στηρίζουσι, κινούμενα
9. κατασκευάζουσιν, ὥστε ἁρμόζειν ἅπαντι μεγέθει κώλου.
10. περὶ μὲν δὴ τῶν ἄλλων καταγμάτων ἀρκεῖ καὶ ταῦτα μετὰ
11. τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων γιγνώσκεσθαι.

Cliquer un n° de page pour en afficher l’image