12. Περὶ δὲ τῶν ἐν τῇ κεφαλῇ γέγραπται
13. μέν που καὶ περὶ τούτων Ἱπποκράτει βιβλίον ὅλον,
14. ἅπαντα διδάσκοντι ὅσα χρὴ πράττειν ἐπ’ αὐτῶν· καὶ ἡμεῖς
15. δὲ ὅταν τήνδε τὴν πραγματείαν ἐπιτελέσωμεν, ἐπιθησόμεθα.
16. ταῖς ἐξηγήσεσι τῶν συγγραμμάτων αὐτοῦ. κατὰ δὲ τὸ παρὸν,
17. ἐπειδὴ τά τε προσευρημένα τοῖς ὑπ’ ἐκείνου λεχθεῖσιν ἐν τοῖσδε
18. τοῖς ὑπομνήμασι προστίθεμεν, ὅσα τε ἀδιορίστως εἶπε διοριζόμεθα,
1. πρῶτον μὲν ἀναγκαῖόν ἐστι μνημονεῦσαι τῶν κοίλων
2. ἐκκοπέων, οὓς καὶ κυκλίσκους ὀνομάζουσιν· εἶθ’ ἑξῆς τῶν
3. φακωτῶν· καὶ μετ’ αὐτοὺς τῶν στενῶν ξυστήρων· εἶτα περὶ
4. τῆς τῶν φαρμάκων χρήσεως εἰπεῖν τι. τῶν τοίνυν καταγμάτων
5. τοῦ κρανίου τινὰ μὲν ἄχρι τῆς διπλόης ἐξήκει, τινὰ δὲ ἄχρι
6. τῆς ἔνδον ἐπιφανείας τῶν ὀστῶν· καὶ τινὰ μὲν ἁπλαῖ ῥωγμαὶ,
7. τινὰ δὲ θλάσεις, τινὰ δὲ ἕδραι τῶν πληξάντων εἰσίν. αἱ μὲν
8. οὖν ἁπλαῖ ῥωγμαὶ μέχρι τῆς διπλόης διασχοῦσαι τῶν νῦν εἰρημένων
9. ξυστήρων χρῄζουσι τῶν στενῶν. εἶναι δ’ αὐτοὺς χρὴ
10. πολλοὺς μὲν τὸ πλῆθος, ἀνίσους δὲ τὸ μέγεθος, ὡς μηδέποτε
11. ἀπορεῖν τοῦ χρησιμωτάτου τῷ ἔργῳ· κἄπειτα γυμνωθέντος
12. κατὰ τὰ εἰθισμένα τοῦ πεπονθότος ὀστοῦ, χρῆσθαι πρώτῳ
13. μὲν τῷ πλατυτέρῳ, δευτέρῳ δὲ τῷ μετ’ αὐτὸν στενωτέρῳ,
14. κᾄπειθ’ οὕτως ἑξῆς τοῖς ἄλλοις ἄχρι τοῦ στενωτάτου· τούτῳ
15. δὲ χρηστέον ἐπ’ αὐτῆς τῆς διπλόης. εἶτ’ ἰᾶσθαι χρὴ ξηροῖς
16. φαρμάκοις αὐτίκα τε καὶ μέχρι τέλους· ἃ δὴ καὶ δι’ αὐτὸ
17. τοῦτο προσηγόρευται κεφαλικά. σύγκειται δὲ διά τε τῆς
1. Ἰλλυρίδος ἴρεως καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ μάννης
2. ἀριστολοχίας τε καὶ πάνακος ῥίζης φλοιοῦ, καὶ ἁπλῶς εἰπεῖν
3. ἁπάντων ὅσα ῥύπτειν πέφυκεν ἄνευ τοῦ δάκνειν. αὕτη γὰρ
4. ἡ γεννωμένη σὰρξ, ἔργον τῆς φύσεώς ἐστιν· ὥστε οὐδὲν εἰς
5. τοῦτο τῆς ἰατρικῆς ὁ κάμνων δεῖται. τὸ δὲ τὴν γεννωμένην
6. συμφύεσθαί τε καὶ περιφύεσθαι πᾶσι τοῖς τῶν ὀστῶν μέρεσιν
7. ἐκ τοῦ μήτε ῥύπον ἐπ’ αὐτοῖς εἶναι μήτ’ ἐλαιώδη τινὰ λιπαρότητα
8. γίγνοιτ’ ἂν μάλιστα. τοῦτ’ οὖν ἐστιν ὃ παρὰ τῶν
9. ἰατρῶν οἱ κάμνοντες ἴσχουσιν εἰς τὴν σάρκωσιν, ὡς ξηρὸν
10. μὲν ἅπαν εἶναι τὸ χωρίον, ἕκαστον δὲ μέρος τῶν πεπονθότων
11. ὀστῶν ἀκριβῶς καθαρόν. ταῦτα μὲν οὖν κοινὰ
12. πάντων τῶν καταγμάτων, ὅταν ἄρχηται σαρκοῦσθαι. τῶν
13. δ’ ἄχρι μήνιγγος διασχόντων, εἰ μὲν εἴη μόνη ῥωγμὴ, τοῖς
14. εἰρημένοις ξυστῆρσι χρηστέον· εἰ δὲ μετὰ θλάσεώς τινος,
15. ἐκκόπτειν χρὴ τὸ τεθλασμένον, ἤτοι διὰ τρυπάνων ἐν κύκλῳ
16. πρότερον κατατιτρῶντα, κᾄπειθ’ οὕτω χρώμενον τοῖς ἐκκοπεῦσιν,
17. ἢ διὰ τῶν κυκλίσκων εὐθὺς ἐξ ἀρχῆς. ἡ μὲν οὖν διὰ
18. τρυπάνων ἐνέργεια σφαλερὰ, διὰ τὸ πολλάκις ἅψασθαί τινας,
1. ἀθροώτερον αὐτοῦ βαπτισθέντος, τῆς μήνιγγος τῆς σκληρᾶς
2. τῆς ὑποτεταμένης τοῖς ὀστοῖς. ἡ δὲ διὰ τῶν κυκλίσκων οὐδ’
3. αὐτὴ παντάπασιν ἄμεμπτος, σείει γὰρ ἐπὶ πλεῖστον τὴν
4. κεφαλὴν ἡσυχάζειν δεομένην. ἀρκεῖ δέ μοι κᾀνταῦθα μεγάλων
5. μὲν οὐσῶν τῶν ῥωγμῶν καὶ τῶν ὀστῶν τῶν κατεαγότων
6. ἰσχυρῶς κεκινημένων τοῖς κυκλίσκοις χρῆσθαι· βραχείαις
7. γὰρ ἐπιβολαῖς χώραν παρέξεις τοῖς φακωτοῖς ἐκκοπεῦσιν·
8. ἰσχυρῶν δὲ κατὰ τὰ πλεῖστα τῶν ὀστῶν ὑπαρχόντων κατατιτρῶναι
9. τοῖς τρυπάνοις αὐτά. τινὲς δὲ ὑπὲρ τοῦ μηδέποτε
10. ἁμαρτεῖν ἀβάπτιστα τρύπανα κατεσκευάσαντο. καλοῦσι δὲ
11. οὕτως αὐτὰ διὰ τὸ μὴ βαπτίζεσθαι· περιθεῖ γὰρ ἐν
12. κύκλῳ περιφερής τις ἴτυς, προὔχουσα μικρὸν ὑπεράνω τοῦ
13. κατὰ τὸ τρύπανον ὀξέος πέρατος. εἶναι δὲ δήπου χρὴ πολλὰ
14. καὶ ταῦτα πρὸς ἅπαν πάχος κρανίου παρεσκευασμένα· τοῖς
15. μὲν γὰρ παχυτέροις τὸ μακρότερον ἁρμόσει τρύπανον· ὀνομάζω
16. δὲ οὕτως ᾧ μεῖζόν ἐστι τὸ μεταξὺ τοῦ τ’ ἄκρου πέρατος
17. καὶ τῆς κυκλοτεροῦς ἴτυος· τοῖς δὲ λεπτομερέσι τὸ μικρότερον·
18. ἔστι δὲ δήπου καὶ τούτῳ τὸ μεταξὺ τοῦ πέρατός τε
1. καὶ τῆς ἴτυος ἔλαττον. ἔνιοι δὲ τούτων, εἴτε δειλοτέρους
2. χρὴ λέγειν, εἴτ’ ἀσφαλεστέρους, ταῖς καλουμέναις χοινικίσιν
3. ἐχρήσαντο. σὺ δὲ εἰ μήτε ἀφύλακτος εἶναι μέλλοις τῶν ὄντων
4. σφαλερῶν μήτε πέρα τοῦ προσήκοντος φοβερὸς, ἄριστόν σοι
5. τοῖς κυκλίσκοις χρῆσθαι, κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν
6. τοῖς πλατυτέροις, ἑξῆς δ’ αὐτῶν τοῖς στενωτέροις, ἄχρι
7. περ ἂν ἐπὶ τὴν παχεῖαν μήνιγγα κατέλθῃς. οὐ μὴν οὐδ’ ἐν
8. κύκλῳ πᾶν ὅσον ἐκκοπῆναι χρὴ τοῖς κυκλίσκοις γυμνωτέον,
9. ἀλλὰ κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος, ἔνθα τὸ κάταγμα βιαιότερον
10. αὐτοῦ γέγονε. πρὸς μὲν γὰρ αὖ τοῖς ἄλλοις καὶ ἡ
11. μῆνιγξ ἀφίσταται τάχιστα τῶν ἰσχυρῶς παθόντων ὀστῶν,
12. ὥστε οὐδεὶς ἔσται κίνδυνος ἅψασθαι τῆς ἀφεστώσης ἤδη. ἢν
13. δ’ ἅπαξ ἕν τι γυμνώσῃς μέρος, ὑποβαλὼν ἐκκοπέα, τὸ μὲν
14. φακοειδὲς ἐπὶ τῷ πέρατι προὖχον ἀμβλὺ καὶ λεῖον ἔχοντα,
15. τὸ δὲ ὀξὺ κατὰ τὸ μῆκος ὄρθιον ὅταν στηρίξῃς κατὰ τῆς
16. μήνιγγος τὸ πλατὺ τοῦ φακοειδοῦς, ἐπικρούων τῇ μικρᾷ
17. σφυρῷ, διαιρεῖν οὕτω τὸ κρανίον. συμβαίνει γὰρ ἐπὶ ταῖς
18. τοιαύταις ἐνεργείαις πάντα ὅσων χρῄζομεν. ἡ μέν γε μῆνιγξ,
1. οὐδ’ ἂν νυστάζων τις ἐνεργῇ, τρωθῆναι δύναται, τῷ πλατεῖ
2. μέρει μόνῳ τοῦ φακοειδοῦς ὁμιλοῦσα· καὶ ἢν προσέχηται
3. δέ που τῷ κρανίῳ, καὶ ταύτης τὴν προσάρτησιν ἀλύπως
4. ἀποσπᾷ τὸ περιφερὲς πέρας τοῦ φακοειδοῦς· ἕπεται δὲ ἐξόπισθεν·
5. αὐτῷ ποδηγοῦντι, διακόπτων τὸ κρανίον ὁ ἐκκοπεὺς
6. αὐτός. ὥστε οὔτε ἀκινδυνότερον οὔτε θᾶττον ἐνεργοῦντα
7. τρόπον ἕτερον ἀνατρήσεως εὑρεῖν ἐγχωρεῖ. μάλιστα
8. δ’ αὐτὸν ἐπαινέσεις ἐν τοῖς σφοδροτάτοις κατάγμασιν· ἃ
9. δή τινες τῶν νεωτέρων ἰατρῶν ἐγγεισώματά τε καὶ καμαρώσεις
10. ὀνομάζουσι, τὰ μὲν ἐγγεισώματα τῷ μέσῳ σφῶν
11. αὐτῶν ἐρείδοντα κατὰ τῆς μήνιγγος, τὰ δὲ καμαρώματα
12. τουτὶ μὲν ὑψηλὸν ἔχοντα, καθ’ ἃ δὲ πρῶτον ἀπὸ τῶν ὑγειῶν
13. τὸ πεπονθὸς ἤρξατο χωρίζεσθαι ταῖς τοῦ κατάγματος ῥωγμαῖς,
14. εἴσω μᾶλλον ἀπεληλυθότα καὶ κατὰ τῆς μήνιγγος ἐστηριγμένα.
15. τάχιστα γὰρ ἐπὶ τῶν τοιούτων ἐκκόπτεται τὸ
16. πεπονθὸς ἅπαν, ἑτοιμότερον ὑποδυομένου τοῦ φακωτοῦ πέρατος·
17. ἐν τοῖς ἐπὶ πλεῖστον ἐξεστηκόσι τοῦ κατὰ φύσιν.
18. ἀλλὰ καὶ διὰ τῆς ὀστάγρας ἀνατείνοντες ἢ ἀνακλάσαντες ἔνια
1. τῶν ἰσχυρῶς συντετρημένων ὀστῶν, κατ’ ἐκεῖνο μάλιστα τὸ
2. μέρος ὑποδῦναι τὸν φακωτὸν παρασκευάσομεν. ἕπεται δὲ
3. τούτου γενομένου πάντα ἑξῆς ὧν δεόμεθα σὺν ἀσφαλείᾳ τε
4. ἅμα καὶ τάχει· καὶ σχεδὸν, ὡς ἄν τις εἴποι, κατὰ μὲν τἄλλα
5. σύμπαντα καλῶς εἴρηται τοῦτο δὴ τὸ πολυθρύλητον,
6. Ἀρχὴ δὲ τὸ ἥμισυ παντός· ἐνταυθοῖ δ’ οὐχ ἥμισυ τοῦ παντὸς,
7. ἀλλ’ ἤτοι πᾶν ἢ ὀλίγου δεῖν ἅπαν ἔχοις ἂν ἐνθεὶς τὸν
8. φακωτόν. αὕτη μὲν οὖν ἀρίστη χειρουργία τῶν ἐν τῷ κρανίῳ
9. καταγμάτων· ὁπόσον δὲ ἐκκόπτειν χρὴ τοῦ πεπονθότος, ἐφεξῆς
10. σοί δίειμι. τὸ μὲν ἰσχυρῶς συντριβὲν ὅλον ἐξαίρειν
11. εἰ δ’ ἀπ’ αὐτοῦ τινες ἐπὶ πλέον ἐκτείνοιντο ῥωγμαὶ,
12. καθάπερ ἐνίοτε φαίνεται συμβαῖνον, οὐ χρὴ ταύταις ἕπεσθαι
13. μέχρι πέρατος, εὖ εἰδότας ὡς οὐδὲν βλάβος ἀκολουθήσει
14. διὰ τοῦτο, τῶν ἄλλων ἁπάντων ὀρθῶς πραχθέντων. ἡμεῖς
15. γοῦν οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πάνυ πολλάκις τοῦτο ποιήσαντες
16. ἐτύχομεν τοῦ τέλους. ἡ δ’ ἔνδειξις ἡμῖν κᾀνταῦθα
17. εἰκότως τῶν ποιητέων ἐκ τῆς φύσεως τῶν πεπονθότων μορίων
18. εὐπορήθη· ἣν γὰρ ἐπὶ τῶν ἄλλων καταγμάτων ἐπίδεσιν
1. ὡς ἀφλεγμαντοτάτην ἐξεῦρεν ὁ λόγος, ἐπὶ κεφαλῆς οὐχ οἷόν
2. τ’ ἐστὶ ποιήσασθαι. ὥστε οὔτε ἀποστρέψαι τὸ ἐπιῤῥέον
3. οὔτε τὸ περιεχόμενον ἐν τοῖς πεπονθόσιν ἐκθλῖψαι δυνατόν·
4. ὧν χωρὶς οὐδὲ τῶν ἄλλων ὀστῶν οὐδὲν ὑγιὲς φυλαχθῆναι
5. δύναται. ὑποκείσθω γοῦν βραχίων ἄχρι τοῦ μυελοῦ ῥωγμὴν
6. ἐσχηκὼς, εἶτα μηδεὶς αὐτὸν ἐπιδείτω νόμῳ καταγματικῷ,
7. πᾶσα δήπουθεν ἀνάγκη τοὺς ἰχῶρας οὐκ ἔξω μόνον ὑπό τε
8. τὸ δέρμα καὶ τοὺς μῦς ἀθροιζομένους, ἀλλὰ καὶ τῷ μυελῷ
9. περιεχομένους, ἐκεῖνόν τε πρῶτον καὶ μάλιστα σῆψαι καὶ
10. σὺν αὐτῷ τὸ σύμπαν ὀστοῦν, ὅπου γε καὶ νῦν ἁπάντων
11. προσηκόντως γιγνομένων, ἔστιν ὅτε τοιαῦτα συμπίπτει. πῶς
12. οὖν οὐχὶ καὶ μαλλὸν ἂν ἐπὶ κεφαλῆς ταῦτα συμβαίνοι, μήτε
13. καταγματικὴν ἐπίδεσιν ἐγχωρούσης δέξασθαι, τῶν τε ἰχώρων
14. ἐπὶ τὸ κάταντες φερομένων ὡς ἀθροίζεσθαι πάντας ἐπὶ τῆς
15. μήνιγγος; ἐπὶ μὲν οὖν τῶν ἄλλων καταγμάτων ἡ ἐπίδεσις
16. ὅταν ὀρθῶς γένηται, τοσούτου δεῖ περιττὴν ὑγρότητα συγχωρεῖν
17. ἐπιτρέφεσθαι κατὰ τὸ πεπονθὸς ὀστοῦν, ὥστε καὶ
18. τοῦ κατὰ φύσιν ἰσχνότερον ἀποφαίνειν τὸ χωρίον. ἐπὶ δὲ
1. τῆς κεφαλῆς ὁ μὲν διὰ τῆς ἐπιδέσεως τρόπος οὐχ οἷός τ’
2. ἐστὶ ξηραίνειν οὕτω τό τε κατεαγὸς ὀστοῦν αὐτὸ καὶ τὰ
3. πέριξ, ὡς μήτε φλεγμῆναι μήθ’ ὅλως ἐργάσασθαί τινα ἰχῶρα·
4. φάρμακόν τε οὐδὲν οὐδ’ ἐπὶ τῶν ἄλλων μερῶν ἄνευ τῆς
5. ἐπιδέσεως ἱκανὸν εἰς ὅσον εἴρηται ξηρὸν καὶ ἀπέριττον ἐργάσασθαι
6. τὸ κατεαγός. ἀναγκαῖον οὖν ἡμῖν γίγνεται γυμνῶσαί
7. τι τοῦ κατάγματος, ἵν’ ἔχωμεν ἀπομάττειν καὶ ἀποπλύνειν
8. ἀπὸ τῆς μήνιγγος τοὺς ἰχῶρας, ἐπειδὰν ὅ τε τῆς φλεγμονῆς
9. παύσηται καιρὸς, ἀκριβῶς τε ᾖ ξηρὰ πάντα, σαρκῶσαι καὶ
10. συνουλῶσαι τὸ χωρίον. οὐκ ἔστιν ὁ λόγος οὗτος ψιλὸς, οἷον
11. οἱ μηδὲν ἐπ’ αὐτῶν τῶν ἔργων εἰδότες σοφισταὶ ζητοῦσι, διὰ
12. τί τὰ τῆς κεφαλῆς οὐ πωροῦται κατάγματα· πωροῦται μὲν
13. γὰρ ὦ βέλτιστοι· καὶ ὑμεῖς οὕτως ἐστὲ ληρώδεις ὥστε τῶν
14. οὐκ ὄντων ὡς ὄντων λέγειν αἰτίας. οἶδα γοῦν ποτε τὸ
15. βρέγματος ὀστοῦν συντριβέν· τὸ δ’ ἐφεξῆς αὐτῷ τὸ τοῦ
16. κροτάφου καλούμενον, ἐν ᾧ τὰς λεπιδοειδεῖς ἐπιβολὰς εἶναι
17. συμβέβηκεν, ἄχρι πλείστου μεγίστην ἔχον ῥωγμὴν ἧς ἡμεῖς
1. ὅλως μὴ προσαψάμενοι, μόνον δ’ ἐκκόψαντες τὸ τοῦ βρέγματος
2. ἰάσαμεν. τὸν ἄνθρωπον, ὡς καὶ νῦν ἔτι ζῇν ἐξ ἐτῶν
3. πολλῶν. εἰ δὲ καὶ τὸ τοῦ βρέγματος εἰάσαμεν, οὕτως ἐσάπη
4. ἂν θᾶττον ἡ κατὰ τοῦθ’ ὑποκειμένη μῆνιγξ ἢ ἐπωρώθη τὸ
5. κάταγμα. ὡς εἴ γε μηδεὶς ἐκ τῶν πεπονθότων ἰχὼρ ἐντὸς
6. ἔῤῥει, περιττὸν ἦν ἐκκόπτειν ὀστοῦν. ἐκεῖνοι μὲν οὖν ὡς
7. σύνηθες αὐτοῖς ἐστι φλυαρείτωσαν, ἐγὼ δ’ ἐφ’ ἑτέρου κατάγματος
8. ὁμοίως γεγονότος ἐνενόησα τὸ μὲν ὑψηλὸν ὀστοῦν
9. ἐᾶσαι, τὸ δ’ ἐν τοῖς πλαγίοις ἐκκόψαι πρὸς ὑπόῤῥυσιν τῶν
10. ἰχώρων· εἶτ’ ἐννοήσας τό τε πάχος αὐτοῦ καὶ τὴν
11. σκληρότητα βέλτιον ᾠήθην εἶναι τὸ μετέωρον ὀστοῦν ἐξελεῖν
12. μᾶλλον ἢ τῆς ὑπποῤῥύσεως φροντίζων σεῖσαι σφοδρῶς
13. τὸν ἐγκέφαλον. ἐνενόησα δὲ καὶ ὡς εἰς τὰ πλάγια γενηθείσης
14. ὀπῆς μεγάλης τοῖς ὀστοῖς ἐξίσχειν ταύτῃ συμβήσεται τὸν
15. ἐγκέφαλον. ἔστι δὲ δήπου πολλαχόθι κατὰ τὰ πλάγια καὶ
16. νεύρων τις ἔκφυσις ἐπικαίρων· ἐν δὲ τοῖς ὑψηλοῖς τῆς κεφαλῆς,
17. οὐδὲ σμικρότατον οὐδαμόθεν νεῦρον ἐκφύεται. διὰ
18. ταῦτα μὲν δὴ ἀπέστην ἐκκόπτειν τὸ πλάγιον ὀστοῦν τῆς κεφαλῆς.
1. ἐπωρώθη δὲ ἀεὶ θεραπευόντων ὡς χρὴ. καὶ σχεδὸν
2. ἔτι τοῦθ’ ἡμῖν ὑπολείπεται διασκέψασθαι, τίς ἡ τῶν φαρμάκων
3. τε καὶ ὅλης τῆς μετὰ τὴν ἀνάτρησιν ἐπιμελείας ἀγωγὴ
4. βελτίστη πασῶν ἐστιν· ἆρά γε ἡ πρᾳοτάτη καὶ παρηγορικωτάτη,
5. καθάπερ νῦν ὑπὸ τῶν πλείστων γίνεται, ἢ ἡ ταύτης
6. ἐναντιωτάτη, διὰ τῶν ἰσχυρότατα ξηραινόντων φαρμάκων,
7. οἷον καὶ Μέγης ὁ Σιδώνιος ἐπαινεῖ. καί τις ἡμέτερος πολίτης
8. ἐχρῆτο διὰ παντὸς, ὡς καὶ τὴν Ἶσιν ἐπονομαζομένην εὐθέως
9. ἐπιθεῖναι γυμνωθείσῃ τῇ μήνιγγι ἔμπλαστρον καὶ κατὰ ταύτης
10. ἔξωθεν ὀξύμελι. πρεσβύτης δὲ ἦν οὗτος ἱκανῶς τρίβων τὰ
11. τοιαῦτα τῆς τέχνης· οὐ μὴν οὔτε ἄλλον τινὰ χρώμενον εἶδον,
12. οὔτε αὐτὸς ἐτόλμησα χρήσασθαι. τοσοῦτο μόνον ἔχω μαρτυρεῖν
13. τῷ Εὐδήμῳ, τοῦτο γὰρ ὁ πρεσβύτης ἐκαλεῖτο, ὡς ἐσώζοντο
14. μᾶλλον οἱ ὑπ’ ἐκείνου θεραπευόμενοι τῶν παρηγορικῶς
15. ἀγομένων. ἐπεχείρησα δ’ ἄν ποτε καὶ αὐτὸς δι’ ἐμαυτοῦ
16. πειραθῆναι τῆς τοιαύτης ἀγωγῆς, εἰ διὰ παντὸς ἐν Ἀσίᾳ
17. κατέμεινα· διατρίψας δ’ ἐν Ῥώμῃ τὰ πλεῖστα τῷ τῆς πόλεως
1. ἔθει συνηκολούθησα, παραχωρήσας τοῖς χειρουργοῖς
2. καλουμένοις τὰ πλεῖστα τῶν τοιούτων ἔργων. τὴν μέντοι
3. φύσιν τοῦ πράγματος ἐπισκοπούμενος ἐννοῶ τοιοῦτόν τινα
4. διορισμὸν, ὑπὸ μακρᾶς πείρας ἡμετέρας μαρτυρούμενον· ὁ
5. καλούμενος ἀκουστικὸς πόρος, οὐ μόνον ἄχρι τῆς σκληρᾶς
6. ἐξικνεῖται μήνιγγος, ἀλλὰ καὶ αὐτοῦ τοῦ νεύρου ψαύει τοῦ
7. καθήκοντος ἐξ ἐγκεφάλου εἰς αὐτόν. κείμενος δ’ οὕτως ἐγγὺς,
8. ὅμως ἰσχυροτάτων ἀνέχεται φαρμάκων, ὡς καὶ πρόσθεν εἴρηται.
9. θαυμαστὸν οὖν οὐδὲν, εἰ καὶ μετὰ τὰς ἀνατρήσεις ἡ
10. μῆνιγξ ἡ παχεῖα, πρὶν ἀξιολόγως φλεγμῆναι, τοῖς ἰσχυροτάτοις
11. χαίρει φαρμάκοις, ὡς ἂν φύσει ξηρὰ τὴν οὐσίαν
12. ὑπάρχουσα.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 6.6, ed. Kühn, 1825, vol. 10, p. 444-455. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:6.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩