Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 7.1, ed. Kühn, 1825, vol. 10, p. 456-458. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:7.1

ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ

ΒΙΒΛΙΟΝ Η.

1. Τὴν θεραπευτικὴν μέθοδον, ὦ Εὐγενιανὲ
2. φίλτατε, πάλαι μὲν ὑπηρξάμην γράφειν Ἱέρωνι χαριζόμενος,
3. ἐπεὶ δὲ ἐξαίφνης ἐκεῖνος ἀποδημίαν μακρὰν ἀναγκασθεὶς στείλασθαι,
4. μετ’ οὐ πολὺν χρόνον ἠγγέλθη τεθνεὼς, ἐγκατέλιπον
5. κᾀγὼ τὴν γραφήν. οἶσθα γὰρ ὡς οὔτε ταύτην οὔτε ἄλλην
6. τινὰ πραγματείαν ἔγραψα τῆς παρὰ τοῖς πολλοῖς ἐφιέμενος
7. δόξης, ἀλλ’ ἤτοι φίλοις χαριζόμενος ἢ γυμνάζων ἐμαυτὸν,
8. εἴς τὲ τὰ παρόντα χρησιμώτατον γυμνάσιον εἴς τε τὸ τῆς
9. λήθης γῆρας, ὡς ὁ Πλάτων φησὶν, ὑπομνήματα θησαυρισόμενος.
1. ὁ γάρ τοι τῶν πολλῶν ἀνθρώπων ἔπαινος εἰς μὲν
2. χρείας τινὰς ἐπιτήδειον ὄργανον ἐνίοτε γίγνεται τοῖς ζῶσιν,
3. ἀποθανόντας δὲ οὐδὲν ὀνίνησιν, ὥσπερ οὐδὲ τῶν ζώντων
4. ἐνίους. ὅσοι γὰρ ἥσυχον εἵλοντο βίον, ὠφελημένοι μὲν ἐκ
5. τῆς φιλοσοφίας αὐτάρκη δ’ ἔχοντες τὰ πρὸς τὴν τοῦ σώματος
6. θεραπείαν, τούτοις ἐμπόδιον οὐ σμικρόν ἐστιν ἡ παρὰ
7. τοῖς πολλοῖς δόξα, περαιτέρω τοῦ προσήκοντος ἀπάγουσα
8. τῶν καλλίστων αὐτούς. ὥσπερ ἀμέλει καὶ ἡμᾶς οἶσθα πολλάκις
9. ἀνιωμένους ἐπὶ τοῖς ἐνοχλοῦσιν οὕτω συνεχῶς ἐνίοτε
10. χρόνον ἐφεξῆς πολήν, ὡς μηδ’ ἅψασθαι δυνηθῆναι βιβλίου.
11. ἐγὼ δὲ οὐκ οἶδ’ ὅπως εὐθὺς ἐκ μειρακίου θαυμαστῶς,
12. ἢ ἐνθέως, ἢ μανικῶς, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, κατεφρόνησα
13. μὲν τῶν πολλῶν ἀνθρώπων δόξης, ἐπεθύμησα δὲ
14. ἀληθείας καὶ ἐπιστήμης, οὐδὲν εἶναι νομίσας οὔτε κάλλιον
15. ἀνθρώποις οὔτε θειότερον κτῆμα. διὰ ταῦτ’ οὖν οὐδ’ ἐπέγραψά
16. ποτε τὸ ἐμὸν ὄνομα τῶν ὑπ’ ἐμοῦ γεγραμμένων
17. βιβλίων οὐδενί· παρεκάλουν δ’, ὧς οἶσθα, καὶ ὑμᾶς μήτ’
18. ἐπαινεῖν με παρὰ τοῖς ἀνθρώποις ἀμετρότερον, ὥσπερ εἰώθατε,
1. μήτ’ ἐπιγράφειν τὰ συγγράμματα. κατὰ ταῦτ’ οὖν
2. ἅπαντα καὶ ἡ θεραπευτικὴ μέθοδος ἐγκατελείφθη μοι, τὰ
3. μὲν κεφάλαια τῶν εὑρημένων διὰ βραχέων ὑπομνημάτων
4. ἐμαυτῷ γράψαντός μου, διεξοδικὴν δ’ οὐδεμίαν ἔτι προσθέντος
5. διδασκαλίαν. νυνὶ δ’ ἐπειδὴ καὶ σὺ καὶ ἄλλοι πολλοὶ τῶν
6. ἑταίρων, ἅπερ ἐθεάσασθέ με πολλάκις ἐπὶ τῶν νοσούντων
7. ἔργῳ διαπραττόμενον, ἐν ὑπομνήμασιν ἔχειν ἀξιοῦτε, προσθήσω
8. τὸ λεῖπον ἔτι τῇδε τῇ πραγματείᾳ.

Cliquer un n° de page pour en afficher l’image