17. Ἑξῆς δ’ ἐπὶ τὰς διά τι τοιοῦτο γιγνομένας
18. ἴωμεν τῷ λόγῳ. πολλάκις μὲν οὖν ἐν αὐτῷ τῷ κύτει τῆς
1. κοιλίας τι περιεχόμενον ὑγρὸν ἤτοι θερμαίνειν, ἢ ψύχειν, ἢ
2. ὑγραίνειν, ἢ ξηραίνειν αὐτὴν πεφυκὸς, ἢ κατὰ συζυγίαν τινὰ
3. τούτων ποιεῖν· ἐνίοτε δ’ εἰς αὐτοὺς τοὺς χιτῶνας, ὡς ἂν
4. εἴποι τις, ἀναπεπωμένον, ἢ ἐμπεπλασμένον ἐργάζεται τὴν
5. δυσκρασίαν. ἡ μὲν οὖν προτέρα διάθεσις εἰ μὲν ἅπαξ συσταίη,
6. δι’ ἐμέτων ἐκκαθαρθεῖσα καθίσταται ῥᾳδίως· εἰ δ’
7. αὖθις καὶ αὖθις ἐξ ἑτέρου τινὸς ἢ ἑτέρων ἐπιῤῥέοι μορίων,
8. ἀκριβοῦς δεῖται τῆς διαγνώσεως. ἡ θεραπεία δ’ εὐθέως ἐπακολουθήσει
9. τῇ γνώσει τῆς ποιούσης αἰτίας. ἐλέχθη γὰρ ἡμῖν
10. ἐν ἄλλοις τέ τισι κᾀν ταῖς τῶν πυρετῶν διαφοραῖς ὡς
11. ἐπιῤῥεῖ πολλάκις ἐξ ἑτέρων μορίων ἑτέροις, ἡ περιουσία· καθάπερ,
12. εἰ οὕτως ἔτυχε, τῶν κατὰ τὴν κεφαλὴν τοῖς ὀφθαλμοῖς.
13. ἔνθα χρὴ τὰ πέμποντα θεραπεύοντα μόρια μόνου τοῦ
14. τόνου προνοεῖσθαι τῶν ὀφθαλμῶν, ὡς μὴ ῥᾳδίως δέχοιντο
15. μηδὲν τῶν ἐπιῤῥεόντων αὐτοῖς. οὕτως οὖν χρὴ καὶ ἐπὶ τῆς
16. κοιλίας εὑρόντα τὸ πέμπον τὰ περιττὰ σύμπασαν μὲν ἐκείνῳ
17. προσάγειν τὴν θεραπείαν, τῆς γαστρὸς δὲ προνοεῖσθαι τοσοῦτον
1. μόνον, ὡς μὴ ῥᾳδίως δέχοιτο τὰ ἐπιῤῥέοντα. γένοιτο δ’
2. ἂν, οἶμαι, τοῦτο κατὰ διττὸν τρόπον· ἕνα μὲν τὸν κοινὸν
3. ἁπάντων ῥευμάτων, ἀναστέλλεται γὰρ ὑπὸ τῶν στυφόντων·
4. ἕτερον δὲ καὶ τοῦτον κοινὸν ἁπάντων τῶν εἰς εὐεξίαν ἀγομένων
5. μορίων ὑπὸ τῆς ἐν τῇ κράσει συμμετρίας. ἐπισκέπτεσθαι
6. τοιγαροῦν ὅλον μὲν τὸ σῶμα πρότερον χρὴ, εἰ περιττωματικὸν
7. ἢ πληθωρικὸν ὂν ἐπιπέμπει ῥεῦμα τῇ γαστρί·
8. δεύτερον δ’, εἰ μὴ τοῦτο φαίνοιτο, τὸ καθ’ ἕν ἕκαστον τῶν
9. μορίων σκοπεῖσθαι. κατὰ μὲν δὴ τὴν τοῦ παντὸς σώματος
10. ἐπίσκεψιν ἔμαθες μὲν καὶ τὰ τοῦ πλήθους καὶ τὰ τῶν περιττωμάτων
11. γνωρίσματα διά τε τῆς ὑγιεινῆς πραγματείας καὶ
12. τοῦ περὶ πλήθους βιβλίου. προσεπισκέπτου δ’ αὐτοῖς καὶ
13. τάδε· πρῶτον μὲν ἐπὶ γυναικῶν, εἰ μὴ καθαίρονται κατὰ
14. φύσιν· ἑξῆς δ’ ἐπ’ ἀνδρῶν, εἰ ἡ συνήθης ἔκκρισις ἐπέσχηται.
15. πολλοῖς μὲν γὰρ αἱμοῤῥοῒς εἴθισται τὸ περιττὸν ἐκκενοῦν·
16. ἐνίοις δ’ αἱμοῤῥαγίαι διὰ ῥινῶν, ἢ ἔμετος, ἤ τι κατ’ ἄλλον
17. τινὰ τόπον ἐν ὡρισμέναις περιόδοις ἀποστομούμενον ἀγγεῖον·
18. οἶδα γοῦν ἐν στόματι καὶ φάρυγγι πολλοῖς τοῦθ’ ὑπάρχον.
1. ἔστι δ’ οἷς καὶ διὰ γαστρὸς αἵματος ἔκκρισις ἀνὰ χρόνον
2. γίγνεται, καὶ μάλισθ’ ὅσοι γυμνασίων ἰσχυρῶν ἀποστάντες
3. οὐκ ἀπέστησαν τῆς ἔμπροσθεν διαίτης, ἤ τι κῶλον ὅλον ἀφῃρέθησαν,
4. ὡς ἐδήλωσε καὶ ὁ Ἱπποκράτης. ἐνίοις δὲ καὶ διάῤῥοιαι
5. καὶ χολέραι διὰ χρόνων τινῶν γιγνόμεναι κενοῦσιν
6. ἅπαντος τοῦ σώματος τὴν περιουσίαν. ἐπὶ δὲ τοῖσδε σκεπτέον
7. ὁποίᾳ τινὶ κέχρηται διαίτῃ· πότερον ἀπεψίαις πλείοσιν,
8. ἢ πλησμοναῖς, ἐν ἀργῷ βίῳ καὶ μάλιστα παρὰ τὸ ἔθος, ἢ
9. τοὐναντίον. εἶθ’ ἑξῆς ἐπισκεπτέον εἰ μέλος ἄλλο τοῦ σώματος
10. ἐνοχλούμενον ἐν περιόδοις τισὶ χρόνων οὐκ ἐνοχλεῖται
11. νῦν. ἐνίοις μὲν γὰρ ἀρθρῖτις, ἢ ἰσχιὰς, ἢ ποδάγρα· κεφαλαία
12. δ’ ἄλλοις, ἢ εἰς ὀφθαλμοὺς ἢ εἰς ὦτα κατασκῆπτον
13. ῥεῦμα μετέστη νῦν εἰς τὴν γαστέρα. πολλοῖς δὲ καὶ κατάῤῥοι
14. καὶ κόρυζαι συνεχῶς γινόμεναι μεθίστανται κατά τινα
15. χρόνον εἰς τὰ κατὰ τὴν γαστέρα χωρία. ταῦτ’ οὖν ἅπαντα
16. κατασκεψάμενος, εἰ μὲν ἐξ ἀκυρωτέρων ἡ μετάστασις εἴη γεγενημένη,
17. πρὸς ἐκεῖνα πάλιν ἀντισπάσεις τὸ περιττεῦον· εἰ δ’
1. ἐκ κυριωτέρων, ἀμφοῖν ὁμοίως προνοήσεις τὴν ἐργαζομένην
2. τὸ ῥεῦμα διάθεσιν ἐκκόπτων ἀεί. γίγνοιτο δ’ ἂν τοῦτο πάντα
3. μὲν εἰς εὐεξίαν ἀγόντων ἡμῶν τὰ τοῦ σώματος μόρια, πάσας
4. δὲ τὰς φυσικὰς ἐκκρίσεις εὔρους ἀεὶ παρασκευαζόντων. ὅπως
5. δ’ ἄν τις ἐργάζοιτο ταῦτα διὰ τῆς ὑγιεινῆς πραγματείας
6. δεδήλωται. πρόδηλον δ’ ὅτι κᾂν εἰ διὰ πληθώραν ὅλου τοῦ
7. σώματος ἡ γαστὴρ δέχηται ῥεῦμα, τὸ σύμπαν σῶμα κενωτέον
8. ἐστίν. ὥσπερ γε καὶ εἰ διὰ κακοχυμίαν, ἐκείνην ἐκκαθαίρειν
9. προσήκει, κᾄπειθ’ οὕτως ἐπ’ αὐτὴν ἰέναι τὴν γαστέρα.
10. πάντως γὰρ δήπου πλείοσιν ἡμέραις εἰς αὐτὴν ἐνηνεγμένων
11. τῶν περιττῶν ἀπήλαυσέ τι τῆς μοχθηρίας αὐτῶν.
12. ὥστε ἐν καιρῷ χρήσαιτ’ ἂν ὁ οὕτω κάμνων ἀψινθίῳ ποτῷ.
13. δήλη δ’ οἶμαί σοι καὶ ἡ μετὰ ταῦτα πρόνοια μέχρι τοῦ
14. τὴν ἔμπροσθεν ἕξιν ἀνακτήσασθαι τῇ γαστρί. κατὰ γάρ τοι
15. τὴν κρᾶσιν τοῦ λυπήσαντος αὐτὴν ῥεύματος ἔστιν ὅτε δύσκρατος
16. γενομένη τῶν ἐναντίων εἰς ἐπανόρθωσιν ἰαμάτων
17. δεῖται. ῥᾷστον δὲ δήπου τὴν τοιαύτην ἰάσασθαι βλάβην,
1. ὅταν ὀλίγων ἡμερῶν ᾖ. ὡς εἴ γε δι’ ἀπορίαν τῶν ἰασομένων
2. διαμείνῃ χρόνῳ πλείονι, ποτὲ μὲν οἱ χιτῶνες αὐτῆς ἐμπίπλανται
3. τῆς κακοχυμίας, ἔστι δ’ ὅτε καὶ αὐτὸ τὸ ὁμοιομερὲς
4. αὐτῶν σῶμα δύσκρατον ἱκανῶς γενόμενον ὁμοίας χρῄζει
5. θεραπείας τῇ λελεγμένῃ πρόσθεν ἐν τῷδε τῷ λόγῳ τῶν
6. δυσκρασιῶν. ὑπόλοιπον οὖν ἐστι διελθεῖν ὅπως ἄν τις ἰῷτο
7. τὰς ἐν τοῖς χιτῶσι τῆς γαστρὸς κακοχυμίας. ἔστι δὲ ἐπιτήδεια
8. πρὸς τὰς τοιαύτας διαθέσεις φάρμακα τῷ γένει μὲν
9. ἐκ τῶν καθαιρόντων μετρίως, ὡς μὴ προϊέναι τὴν δύναμιν
10. αὐτῶν ἀνωτέρω τῶν κατὰ γαστέρα τε καὶ τὰ ἔντερα χωρίων·
11. ἢ εἴπερ ἄρα πρὸς τούτοις, ἅπτεσθαι τῶν κατὰ τὸ μεσεντέριον
12. ἀγγείων. ἐν εἴδει δὲ τὰ διὰ τῆς ἀλόης ἐστὶ κάλλιστα καὶ
13. αὐτὴ καθ’ αὑτὴν ἡ ἀλόη, μὴ παρόντων ἐκείνων. ἄπλυτος
14. μὲν οὖν ἱκανώτερον ἐκκενοῖ, πλυθεῖσα δὲ ἧττον μὲν καθαίρει,
15. ῥώννυσι δὲ μᾶλλον τὴν γαστέρα. χρὴ τοίνυν ἔχειν τὴν
16. καλουμένην ἤδη πρὸς ἁπάντων τῶν ἰατρῶν πικρὰν, ἐσκευασμένην
17. διττῶς, ἐξ ἀπλύτου τε καὶ πεπλυμένης ἀλόης. μίγνυται
18. δὲ αὐτῇ κινναμώμου τε καὶ ξυλοβαλσάμου καὶ ἀσάρου
1. καὶ νάρδου στάχυος καὶ κρόκου καὶ Χίας μαστίχης. ἔστωσαν
2. δὲ ἓξ μὲν τούτων ἑκάστου δραχμαὶ, μόνης δὲ τῆς ἀλόης ἑκατόν.
3. ἄριστον δὲ τοῦτο τὸ φάρμακον εἰς τὰς τῶν χιτώνων τῆς
4. γαστρὸς κακοχυμίας· ἄμεινον δὲ χρῆσθαι ξηρῷ δι’ ὕδατος
5. ὅσον δυοῖν κοχλιαρίων μικρῶν τὸ πλῆθος, ὅταν γε μετρίως
6. καὶ μέσως αὐτῷ χρῆσθαι προαιρώμεθα· τὸ γὰρ δὴ πλεῖστον
7. καὶ τελεώτατον οὐ σμικρῶν δυοῖν, ἀλλὰ μεγάλων ἡ πόσις,
8. ἐν ὕδατος εὐκράτου τρισὶ κυάθοις· ἐλαχίστη δὲ δόσις
9. ἑνὸς κοχλιαρίου μικροῦ. χρῆσθαι δ’ ἐν τῷ καιρῷ τῷδε καὶ
10. πτισάνης χυλῷ, πρῶτον αὐτὸν ἀπὸ τοῦ βαλανείου λαμβάνοντα.
11. τὸ μὲν γὰρ φάρμακον αὐτὸ κατὰ τὸν συνήθη τοῖς
12. καθαίρουσι διδόσθω καιρόν. ἐπ’ αὐτῷ δὲ περιπατήσαντα
13. σύμμετρα καὶ κινηθέντα μέτρια τῶν ἄλλων τῶν κατὰ τὴν
14. δίαιταν ὑπαλλάττειν μηδέν. ἔνιοι δ’ ἀποτίθενται τὸ φάρμακον,
15. ἀναλαμβάνοντες ἀπηφρισμένῳ μέλιτι, καὶ γίνεται μὲν
16. οὕτω μονιμώτερον, οὐ μὴν δὲ ὁμοίως γε πρὸς τὰς ὑποκειμένας
17. ἐν τῷ παρόντι λόγῳ διαθέσεις ἀγαθόν· ἧττον γὰρ ῥώννυσι
18. τὴν κοιλίαν καὶ μᾶλλον ὑπάγει. γλίσχρου μέντοι φλέγματος
1. ἐμπεπλασμένου τῇ γαστρὶ δοτέον αὐτοῖς πρότερον
2. ὅσα τέμνει τοῦτο, κᾄπειτα οὕτω καθαρτέον. εἰ δὲ καὶ πρὸς
3. ἔμετον ἐπιτηδείως ἔχοιεν, οὐδὲν ἂν εἴη χεῖρον ἐμεῖν ἀπὸ ῥαφανίδων
4. δι’ ὀξυμέλιτος. εἰ δὲ μήτε γλίσχρος ὁ χυμὸς εἴη
5. μήτε παχὺς, ἀρκεῖ καὶ ὁ ἀπὸ χυλοῦ τῆς πτισάνης ἔμετος
6. μόνου καὶ ὁ ἀπὸ τοῦ μελικράτου· λαμβάνειν δ’ ἑκατέρου
7. πλέον ἢ ὡς ἄν τις ἔλαβεν, ἤτοι τροφῆς ἕνεκεν ἢ ὑπαγωγῆς
8. γαστρός. ἐπιτήδειον δὲ καὶ τὸ μελίκρατόν ἐστιν, ἀφηψημένου
9. καθ’ αὑτὸ τοῦ ἀψινθίου πίνεσθαι· καὶ γὰρ καὶ τοῦτο καλῶς
10. ὑπάγει κάτω τοὺς λεπτοὺς χυμοὺς, ὅσοι περ ἂν ἐν τῷ στόματι
11. τῆς γαστρὸς αὐτῆς περιέχονται. κοινωνεῖ δὲ ὁ λόγος ὅδε
12. σύμπας ὁ περὶ τῆς δυσκρασίας τοῖς ὑγιεινοῖς παραγγέλμασι,
13. καθ’ ἕν τι μέρος ἑαυτοῦ τὸ τῶν ἀσθενῶν ἐνεργειῶν, οὐ γὰρ
14. δὴ τῶν γε ἀπολωλυιῶν, ἢ πλημμελῶς γιγνομένων· ἐκπέπτωκε
15. γὰρ ἐκεῖνο τελέως τῶν ὑγιεινῶν· ἡ δ’ ἀσθενὴς ἐνέργεια κατὰ
16. τὸ μᾶλλόν τε καὶ ἧττον τῆς ὑγιεινῆς ἐστι πραγματείας ἢ
17. τῆς θεραπευτικῆς, ὀλίγον μέν τι παραποδιζομένη τῆς ὑγιεινῆς,
18. ἐπὶ πλέον δὲ τῆς θεραπευτικῆς. ὅρος δ’ ἑκατέρας τὸ
1. τῶν συνηθῶν πράξεων ἤτοι γε ἀφίστασθαι διὰ τὸ μέγεθος
2. τῆς βλάβης ἢ μή.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 7.11, ed. Kühn, 1825, vol. 10, p. 510-518. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:7.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩