3. Λέλεκται δὲ καὶ περὶ τούτων ἐν τοῖς ὑγιεινοῖς·
4. καὶ χρὴ καὶ διὰ τοῦτο θᾶττον ἀφίστασθαι τοῦ λόγου,
5. γεγραμμένης γε δὴ συμπάσης ἤδη τῆς μεθόδου, καθ’
6. ἣν χρὴ τὰς δυσκρασίας ἰᾶσθαι τῆς γαστρὸς, εἴτε καθ’ ἕξιν,
7. εἴτε κατὰ σχέσιν ἐν αὐτῇ γένοιντο. δῆλον δὲ ὡς καὶ μικτή
8. ποτ’ ἐστὶ διάθεσις ἐν τῇ γαστρὶ τῶν εἰρημένων τριῶν τῶν
9. ἁπλῶν· ὥστε καὶ αὐτὰ τὰ στερεὰ μόρια δυσκράτως ἔχειν
10. καὶ χυμοὺς μοχθηροὺς ἐμπεπλάσθαι δυσεκνίπτως τῇ γαστρὶ
11. καὶ κατὰ τὴν ἔνδον εὐρυχωρίαν ἑτέρους περιέχεσθαι. δύναται
12. μὲν γάρ ποτε καὶ τὸ πρῶτον ἅμα τῷ δευτέρῳ ῥηθέντι συστῆναι·
13. δύναται δὲ καὶ τὸ δεύτερον ἅμα τῷ τρίτῳ· καὶ αὖθίς
14. γε τὸ πρῶτον ἅμα τῷ τρίτῳ· καὶ πάνθ’ ἅμα πολλάκις. ἐφ’
15. ὧν ἀναμνησθήσῃ μὲν δήπου καὶ τῆς ἔμπροσθεν εἰρημένης
16. μεθόδου ἐν τοῖς περὶ τῶν ἑλκῶν λόγοις ἁπασῶν τῶν ἐπιπλεκομένων
17. ἀλλήλαις διαθέσεων, οὐδὲν δ’ ἂν εἴη χεῖρον καὶ νῦν
18. αὐτὴν διελθεῖν. ἐπίσκεψαι γὰρ ἐν ταῖς τοιαύταις ὑπαλλάξεσι
1. πρῶτον μὲν ἀφ’ οὗ μάλιστα κινδυνεύειν εἰκός ἐστι τὸν κάμνοντα,
2. δεύτερον δὲ, τί μὲν ἐξ αὐτῶν ἢ τίνα λόγον αἰτίας
3. ἔχει, τίνα δὲ ἀποτελεῖται πρὸς αὐτῶν, καὶ τρίτον οἷς τ’ ἀδύνατόν
4. ἐστιν ἰαθῆναι πρὸ τῶν ἄλλων καὶ ὅσοις δυνατὸν,
5. ὥσπερ ἐπὶ τῶν ἑλκῶν ἐδείκνυμεν τῶν ἅμα φλεγμοναῖς συνισταμένων.
6. ἔνθα μὲν γὰρ ἀπό τινος τῶν διαθέσεων οὐ μικρὸς ὁ
7. κίνδυνός ἐστιν, ὁ πρὸς τὸ κατεπεῖγον σκοπὸς αἱρετέος· ἔνθα
8. δὲ τὸ μὲν ποιοῦν ἐστι, τὸ δὲ γιγνόμενον, ὁ πρὸς τὸ αἴτιον· ἔνθα
9. δὲ οὐχ οἷόν τε θεραπευθῆναι τόδε πρὸ τοῦδε, ὁ ἀπὸ τῆς
10. τάξεως. ἐν μὲν οὖν τῷ πρὸς τὸ κατεπεῖγον σκοπῷ τὸ μέγεθος
11. τῆς διαθέσεως σκεπτέον. ἔστι δὲ τρία μεγέθη, τὸ μέν τι
12. κατὰ τὸ τῆς βεβλαμμένης ἐνεργείας ἀξίωμα, τὸ δέ τι κατὰ
13. τὴν οἰκείαν οὐσίαν τῆς διαθέσεως, καὶ τρίτον ἐπὶ τοῖσδε τὸ
14. πρὸς τὴν διοικοῦσαν τὸ βεβλαμμένον σῶμα δύναμιν. ἐν δὲ
15. τῷ πρὸς τὸ αἴτιον σκοπῷ θεωρητέον τί μὲν ἐκ τῶν ἐπιπεπλεγμένων
16. ἀλλήλοις αὐξάνειν ἤ γεννᾷν πέφυκε τὰ λοιπὰ, τίνα
17. δ’ ἤτοι τὴν γένεσιν, ἢ τὴν αὔξησιν ὑπ’ ἐκείνου λαμβάνει. ἐν
18. δὲ τῷ κατὰ τὴν τάξιν, τί πρὸ τίνος, ἢ τί σὺν τίνι, ἢ τί μετὰ
1. τί δυνατὸν ἰᾶσθαι. ὑποκείσθω γοῦν εἰς τὴν γαστέρα καταῤῥέουσά
2. τις ἐξ ἐγκεφάλου περιουσία ψυχρὰ καὶ διὰ ταύτην
3. ἤδη μέν τις οὖσα δυσκρασία κατὰ τὴν κοιλίαν· ἔτι δὲ μᾶλλον
4. καὶ χυμοὶ μοχθηροὶ καθ’ ὅλον αὐτῆς τὸ σῶμα τὰς μεταξὺ
5. χώρας ἁπάσας τῶν ὁμοιομερῶν κατειληφότες. ἐν ταῖς τοιαύταις
6. ἐπιπλοκαῖς ἀξιώματι μέν ἐστι μείζων ἡ δυσκρασία, διότι
7. καὶ ἡ εὐκρασία· κατὰ δὲ τὴν οἰκείαν οὐσίαν ὅ τι περ ἂν
8. αὐτῶν τύχῃ περὶ τὸν ὑποκείμενον ἄῤῥωστον ἐν τῷ λόγῳ. καὶ
9. κείσθω πρός γε τὸ παρὸν ἐν τοῖς εἰρημένοις τρισὶ μείζων
10. εἶναι διάθεσις ἡ τῶν ἐν τοῖς χιτῶσι τῆς γαστρὸς χυμῶν. ἔστω
11. δ’, εἰ βούλει, καὶ τοῦτο αὐτὸ πάθημα δῆξιν ἐργαζόμενον, καὶ
12. διὰ τοῦτο αὐτὸ λειποψυχίαν τε καί τινας ἱδρῶτας ἅμα συγκοπτικαῖς
13. ἐκλύσεσιν, ὡς εἶναι μεῖζον αὐτὸ τῶν ἄλλων, καθ’
14. ὅσον ὑπὲρ τὴν δύναμίν ἐστιν. εὔδηλον οὖν ὅτι τὴν μὲν πρώτην
15. ἄν τις ἐπιμέλειαν ἀντιτάξαιτο πρὸς τὸ καταλῦον τὴν
16. δύναμιν. ἑξῆς δ’ ἐπειδὴ μέγιστον τῶν ἄλλων ὑπέκειτο τοῦτο
17. κατὰ τὴν οἰκείαν οὐσίαν, ἐπὶ πρῶτον ἄν τις αὐτὸ παραγίγνοιτο
1. καὶ πρῶτον ἰῷτο. εἰ δ’ ἡμῖν ἤδη μετρίως ἔχει τοῦτο
2. καὶ μήθ’ ἡ δύναμις ἔτι καταπίπτει μήτε ἡ κατὰ τὴν γαστέρα
3. κακοχυμία παμπόλλη τις εἴη, τότε ἐπὶ τὴν αἰτίαν ἀφιξόμεθα,
4. γιγνώσκοντες ὡς οὐχ οἷόν τ’ ἐστὶ τελέως ἰαθῆναι
5. διάθεσιν οὐδεμίαν, ἔτι μενούσης τῆς ἐργαζομένης αὐτὴν αἰτίας.
6. ἡ δέ γε τάξις τῆς θεραπείας ἐνίοτε μὲν ὡς ἐπὶ φλεγμονῆς
7. καὶ ἕλκους ἐναντίων ἐστὶν ἐνδεικτικὴ βοηθημάτων·
8. ἐδείκνυτο γὰρ ὡς τὰ τὴν φλεγμονὴν θεραπεύοντα μεῖζον
9. ἀποφαίνει τὸ ἕλκος, ἐνίοτε δ’ οὐδὲν βλάπτει τὴν ἑτέραν
10. διάθεσιν, ὥσπερ ἐπὶ τῆς ἐνεστώσης ὑποθέσεως. ὁ γὰρ
11. ἐκκενῶν τὸ περιεχόμενον ὑγρὸν ἐν τῷ τῆς γαστρὸς κύτει, τῶν
12. ἐν τοῖς χιτῶσι περιεχομένων ὑγρῶν ὑποτέμνεται τὴν τροφήν·
13. ὥσπερ γε καὶ ὁ τὸν ἐγκέφαλον ἰώμενος, ὡς μηδεμίαν ἐν
14. ἑαυτῷ γεννᾷν αἰσθητὴν περιουσίαν, ἐκκόπτει τὴν οἷον πηγὴν
15. τῶν εἰς τὴν γαστέρα ῥευμάτων. ἐπὶ μὲν δὴ τούτων ἡ τάξις
16. τῆς θεραπείας τῇ τάξει τῶν αἰτίων ὁμολογεῖ, κᾂν ἐν ἄλλοις
17. διαφέρηται. τὸ δ’ ἀπὸ τοῦ μεγέθους χρὴ διορίζεσθαι, καθάπερ
18. εἴρηται. καὶ πρῶτον μὲν πειρᾶσθαι τῷ μεγίστῳ τὴν
1. οἰκείαν ὕλην ἐφαρμόζειν τῶν βοηθημάτων· ἑξῆς δὲ κατὰ τὸν
2. τῶν αἰτιῶν στοῖχον ἰᾶσθαι τὸ σύμπαν. ὅταν γὰρ μήτε πλῆθος
3. ἀξιόλογον ᾖ τῶν κατὰ τὴν γαστέρα περιττωμάτων μήτ’
4. ἐν τῇ κοιλότητι περιεχομένων αὐτῆς μήτ’ ἐν τοῖς χιτῶσι, μήτε
5. δῆξις ἀδικοῦσα τὴν δύναμιν, ἁπάντων μὲν χρὴ πρῶτον ἐκνοσηλεῦσαι
6. τὸν ἐγκέφαλον, ἐφεξῆς δὲ τὸ κύτος τῆς γαστρὸς
7. ἐκκενῶσαί τε καὶ διαῤῥῦψαι, καὶ μετὰ ταῦτα ἐκκαθῆραι τοὺς
8. χιτῶνας, εἶτα τὴν δυσκρασίαν ἰᾶσθαι. εἴρηται δὲ ἑκάτου
9. τὰ ἰάματα πρόσθεν, ὥστε οὐ χρὴ μηκύνειν ἔτι τὰ κατὰ τὸν
10. λόγον, ἀλλ’ ἤδη τέλος ἐπιθεῖναι τῷ γράμματι. τὰς γὰρ τῶν
11. ἄλλων ἁπάντων μορίων δυσκρασίας ἀνάλογον ἄν τις ἰῷτο
12. τοῖς ἐπὶ τῆς γαστρὸς εἰρημένοις. ἀεὶ γὰρ χρὴ τό τ’ ἐναντίον
13. τῇ διαθέσει πορίζεσθαι βοήθημα καὶ τὴν ἀπὸ τῆς φύσεως
14. τοῦ πεπονθότος ἔνδειξιν τῶν ὠφελησόντων προστιθέναι, περὶ
15. ἧς εἴρηται μὲν ἤδη καὶ διὰ τῶν ἔμπροσθεν, εἰρήσεται δὲ καὶ
16. διὰ τῶν ἑξῆς ἐπὶ πλέον. ἀναγκαῖον δ’ ἂν εἴη καὶ νῦν ἐπ’ ὀλίγον
17. αὐτῆς μνημονεῦσαι.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 7.12, ed. Kühn, 1825, vol. 10, p. 518-522. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:7.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩