1. Πρώτη μὲν ἔνδειξις ἀπὸ τῆς τοῦ πεπονθότος
2. τόπου κράσεώς ἐστι, τὸ μέτρον ὁρίζουσα τοῦ θερμαίνειν,
3. ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν, ἢ κατὰ συζυγίαν
4. τι πράττειν αὐτῶν. δευτέρα δὲ ἀπὸ τοῦ κοινὸν εἶναι τὸ
5. ἔργον ἅπασι τοῖς τοῦ ζώου μορίοις, ἢ κοινὴν τὴν δύναμιν
6. χορηγεῖν. καὶ τρίτη παρὰ τῆς διαπλάσεως αὐτοῦ. καὶ τετάρτη
7. παρὰ τῆς θέσεως ἧς μέρος ἐστὶν ἡ πρὸς τὰ πλησιάζοντα
8. τοῦ ζώου μόρια κοινωνία· καὶ πρὸς τούτοις ἅπασι τὸ
9. τῆς αἰσθήσεως ποσόν. λεχθήσεται μὲν οὖν κᾀν τοῖς ἑξῆς
10. ὑπὲρ ἑκάστου τῶν εἰρημένων ἐπὶ πλέον· ἐπέλθωμεν δὲ καὶ
11. νῦν αὐτὰ διὰ βραχέων. ὅσα μὲν θερμότερα φύσει μόρια,
12. κατὰ τὴν ψύξιν νοσεῖ, μειζόνως τε ταῦτα καὶ μέχρι πλείονος
13. χρόνου θερμαίνεσθαι δεῖται, καθάπερ γε καὶ τὰ ψυχρότερα
14. κατὰ θερμότητα νοσοῦντα ψύχεσθαι, καὶ τὰ ξηρότερα καθ’
15. ὑγρότητα ξηραίνεσθαι· καὶ δὴ κατὰ τὸν αὐτὸν λόγον ὑγραίνεσθαι
16. τὰ φύσει μὲν ὑγρότερα, κατὰ ξηρότητα δὲ νοσοῦντα,
17. μειζόνως τε καὶ μέχρι πλείονος χρῄζει τοῦ χρόνου. τοσοῦτον
18. γὰρ ἐπανελθεῖν εἰς τὸ κατὰ φύσιν ἕκαστον αὐτῶν ἀναγκαῖόν
1. ἐστιν, ὁπόσον εἰς τὰ παρὰ φύσιν ἐξετράπετο· καὶ καθάπερ
2. ὁδόν τινα παλινδρομοῦσαν εἰς τοὐπίσω τῆς γενομένης αὐτῷ
3. μεταστάσεως. ἔμπαλιν δὲ τῷ μὲν θερμοτέρῳ φύσει μορίῳ
4. θερμὸν νόσημα νοσοῦντι βραχείας ἢ ὀλιγοχρονίου δεῖται τῆς
5. ψύξεως, τῷ δὲ ψυχροτέρῳ τῆς θερμάνσεως· ὡσαύτως δὲ
6. κᾀπὶ τῶν ὑγρῶν τε καὶ ξηρῶν. ὀλίγη γὰρ ἡ εἰς τὸ
7. παρὰ φύσιν ἐκτροπὴ τοῖς τοιούτοις ἐστὶ καὶ ἡ εἰς τὸ κατὰ
8. φύσιν ἐπάνοδος. ὅθεν καὶ κινδυνεύουσιν ἧττον οἷς ἂν οἰκεία
9. τῆς φύσεως ἡ νόσος ὑπάρχει. δῆλον δ’ ὅτι καὶ κατὰ συζυγίαν
10. αἱ δυσκρασίαι γιγνόμεναι τηλικαύτην ἕξουσι τὴν εἰς
11. τὸ κατὰ φύσιν ἐπάνοδον ἡλίκην ἐποιήσαντο τὴν εἰς τὸ παρὰ
12. φύσιν ἐκτροπήν. οὕτω μὲν οὖν ἀπὸ τῆς κράσεως τῶν πεπονθότων
13. μορίων ἡ τῶν βοηθημάτων ἔνδειξις γίγνεται, ἀπὸ
14. δὲ τοῦ κατὰ τὴν ἐνέργειαν ἤτοι χρήσιμον ἅπασι τοῖς τοῦ
15. ζώου μορίοις ὑπάρχειν, ἢ ὀλίγοις τισὶν, ἢ ἑαυτῷ μόνῳ κατὰ
16. μὲν τὰς ἄνευ χυμῶν δυσκρασίας οὐδὲν ἐκ τούτου τοῦ σκοποῦ
17. λαμβάνεται. καὶ γὰρ ψύχεσθαι καὶ θερμαίνεσθαι καὶ
1. ξηραίνεσθαι καὶ ὑγραίνεσθαι καὶ κατὰ συζυγίαν πάσχειν τι
2. τούτων, ἕκαστον τῶν μορίων ἀνάλογον δεῖται τοῦ νοσήματος.
3. κατὰ μέντοι τὰς ἐπὶ τοῖς χυμοῖς, εἰ μὲν ἑαυτῷ μόνῳ
4. τὸ μόριον ἐνεργοίη, θαῤῥῶν ποιήσεις τὰς κενώσεις, ὡς ἂν ἡ
5. διάθεσις ὑπαγορεύῃ, συνεπιβλέπων τὴν δύναμιν· εἰ δ’ ἀναγκαῖον
6. εἴη τὸ ἔργον αὐτοῦ πᾶσι τοῖς τοῦ ζώου μορίοις, ὥσπερ
7. τὸ τῆς γαστρός τε καὶ τοῦ ἥπατος, οὐ μικρὰν χρὴ φροντίδα
8. ποιεῖσθαι τοῦ τόνου τῆς δυνάμεως, μή πως καταλύσωμεν
9. αὐτὸν ἀθροωτέρᾳ κενώσει χρησάμενοι. κοινὸν δὲ τὸ ἔργον
10. ἐστὶ καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ καρδίᾳ καὶ θώρακι καὶ
11. νεφροῖς καὶ κύστει τῇ τε τὸ οὖρον ὑποδεχομένῃ καὶ τῇ χοληδόχῳ,
12. σὺν τοῖς ἀπ’ αὐτῆς ἀγγείοις. ἐγκεφάλου δὲ τὸ ἔργον
13. ὑγιαινόντων μὲν ἡμῶν εἰς τὰς καθ’ ὁρμὴν ἐνεργείας ἀναγκαῖόν
14. ἐστι τοῖς τὰς τοιαύτας ἐνεργείας διαπραττομένοις
15. ὀργάνοις, οὐκ ἀναγκαῖον δὲ νοσούντων, ὅτι μὴ μόνον τοῖς
16. ἀναπνευστικοῖς. ἄλλων δ’ ὀργάνων ἐνέργεια μὲν οὐκ ἔστιν,
17. ὑπηρεσία δὲ ἀναγκαία πρὸς τὸ ζῇν, ὡς πνεύμονος καὶ τραχείας
18. ἀρτηρίας καὶ φάρυγγος. ἐκ μὲν δὴ τῶν τοιούτων μορίων
1. ὅτι τάχιστα τὰς περιουσίας ἐκκενοῦν ἔξεστιν ὡς ἂν
2. ἐθέλῃς· ἐκ γαστρὸς δὲ καὶ ἥπατος οὐχ ὡς ἔτυχεν, ἀλλὰ
3. σὺν τῷ φροντίζειν μηδὲν βλάψαι τὴν δύναμιν. ἐπεὶ δ’
4. οὐκ ἴσον ἐστὶ τὸ τῶν ἔργων ἀξίωμα πρὸς τὸ διασώζεσθαι
5. τοὺς νοσοῦντας, ἀλλὰ τὸ μὲν μᾶλλον αὐτοῖς ἐστι, τὸ δὲ
6. ἧττον χρηστὸν, ἀνάλογον χρὴ τῶν ἀξιωμάτων ἑκάστου μορίου
7. προνοεῖσθαι τοῦ τόνου. μέγιστον μὲν οὖν ἀξίωμα τὸ
8. τῆς καρδίας ἐστὶν ἔργον, καὶ πάντων ἀναγκαιότατον τοῖς
9. νοσοῦσι· τοῦ δ’ ἐγκεφάλου πρὸς μὲν τὴν ζωὴν ὁμότιμον,
10. οὐ μὴν τῆς ἴσης ῥώμης ἐπὶ νοσούντων αὐτοῦ χρῄζομεν· οὐ
11. γὰρ ἀναγκαῖον πᾶσιν ἐνεργεῖν νεύροις καὶ μυσίν. ὥστ’ ἀρκεῖ
12. τοσοῦτον αὐτοῦ διασωζόμενον ᾧ μέλλει μόνον ἐπιτελεῖσθαι
13. τὸ τῆς ἀναπνοῆς ἔργον. ἡ δ’ ἥπατος ἐνέργεια
14. πᾶσι μὲν ἀναγκαία τοῖς μορίοις ἐστὶν, οὐ μὴν οὕτω γε
15. διηνεκῶς ἔχει τὸ ἀναγκαῖον ὡς ἡ τῆς καρδίας. ἀνάλογον
16. δ’ αὐτῷ καὶ ἡ τῆς γαστρός. ἐπιστάμενος οὖν ἁπάντων
17. τῶν μορίων τὰς ἐνεργείας καὶ τὰς χρείας ἐν ἑτέροις ὑπομνήμασιν
18. ἀποδεδειγμένας οὐ χαλεπῶς ἂν εὑρίσκοις εἰς ὅσον
1. ἑκάστου φυλάττειν χρὴ τὸν τόνον. οὕτω δὲ καὶ ὅσα τῶν
2. μορίων ἑτέροις ἀρχαὶ δυνάμεών εἰσι, διασώζειν αὐτῶν χρὴ
3. τὸν τόνον ἀνάλογον τῇ χρείᾳ τῶν δυνάμεων, ἵν’ ὑπηρετῇ
4. τοῖς τοῦ ζώου μέρεσιν. ἔμαθες δὲ καὶ περὶ τῶν τοιούτων
5. μορίων ὡς ἐγκέφαλός ἐστι καὶ καρδία καὶ ἧπαρ· ὁ μὲν
6. τοῖς νεύροις τε καὶ μυσὶν, ἡ δὲ ταῖς ἀρτηρίαις, τὸ δ’ ἧπαρ
7. ταῖς φλεψὶ χορηγὰ τῆς δυνάμεως. ἀπὸ δὲ τῆς διαπλάσεως
8. ἡ ἔνδειξις γίγνεται τοῦ τρόπου τῆς κενώσεως τῶν περιττῶν
9. ὧδέ πως. ἐμέτοις μὲν καὶ διαχωρήμασιν ἡ γαστὴρ
10. ἐκκενοῦται, τὰ δ’ ἔντερα μόνοις τοῖς κάτω διερχομένοις,
11. ὥσπερ γε καὶ τοῦ ἥπατος τὰ σιμά. νεφροὶ δὲ καὶ
12. κύστις καὶ τοῦ ἥπατος τὰ κυρτὰ πολλῆς μὲν ἐμπεπλησμένα
13. κακοχυμίας διὰ τῶν ὑπηλάτων τε καὶ κατωτερικῶν
14. ὀνομαζομένων ἐκκαθαίρεται φαρμάκων, μετρίας δὲ
15. διὰ τῶν οὐρητικῶν πόρων, ἐγκέφαλος δὲ δι’ ὑπερώας καὶ
16. ῥινῶν καὶ ὠτῶν, θώραξ δὲ καὶ πνεύμων διὰ τραχείας
17. ἀρτηρίας καὶ φάρυγγος. ἀπὸ δὲ τῆς θέσεως ἔνδειξις ἔσται
18. εἴς τε τὰς δυσκρασίας τῶν στερεῶν, οὐχ ἥκιστα δὲ καὶ τὰς
1. κακοχυμίας, οὐ μικρά. τοῖς μὲν γὰρ ἐπιπολῆς δυσκράτοις,
2. οἵων δεῖται φαρμάκων, τοιαῦτα προσοίσομεν· τοῖς δ’ ἐν
3. τῷ βάθει προσλογιούμεθα τὸ διάστημα· εἰ γὰρ οἵων δεῖται,
4. τοιούτοις χρῷτο, πολὺ ἂν ἀσθενέστερα τῆς χρείας γιγνόμενα
5. πρὸς τὸν πεπονθότα τόπον ἀφίκοιτο. καὶ πρὸς τὰς
6. κενώσεις δὲ ἡ θέσις συνενδείκνυταί τι διδάσκουσα τὴν κοινωνίαν
7. τοῦ πεπονθότος μορίου πρὸς τὰ ἄλλα. εἰ μὴ γὰρ
8. εἰδείημεν ὅτι τοῖς σιμοῖς τοῦ ἥπατος ὑπόκειται τὰ κατὰ
9. τὴν γαστέρα καὶ τὴν νῆστιν, ὅτι τε τὴν μὲν νῆστιν ἐκδέχεται
10. τὸ λεπτὸν ἔντερον, ἐκεῖνο δὲ τὸ κῶλον, εἶτ’ αὖθις
11. ἐκεῖνο τὸ ἀπευθυσμένον, οὐκ ἂν οἷοί τε εἴημεν εὑρεῖν, ἐκκαθαίρεσθαι
12. μὲν δύνασθαι, καὶ διὰ τῆς κάτω γαστρὸς καὶ
13. δι’ ἐμέτων τὸ ἧπαρ, ἀμείνω δ’ εἶναι τὴν προτέραν κένωσιν,
14. ἀνέχεσθαι μεμελετηκότων τῶν ἐντέρων ἀεὶ τῆς ἐξ ἥπατος
15. περιουσίας. οὐ σμικρὰ δ’ ἔνδειξις οὐδὲ παρὰ τῆς εὐαισθησίας
16. τε καὶ δυσαισθησίας τῶν μορίων ἐστί· καταφρονεῖ
17. μὲν γὰρ πάντων τῶν φαρμάκων τὰ δυσαίσθητα, κᾂν ἱκανῶς
18. ᾖ δακνώδη· τὰ δ’ εὐαίσθητα μόρια καταλύεται τὴν
1. δύναμιν ἀνιώμενα. χρὴ τοίνυν ταῦτα μὲν οὐκ ἀθρόως
2. οὐδ’ ἅπαξ ἰσχυροῖς ἐπιχειρεῖν ἰᾶσθαι φαρμάκοις, ἀλλ’ ἐν
3. χρόνῳ μᾶλλον ἀσφαλῶς. ἐπὶ δὲ τῶν δυσαισθήτων οἶόν
4. τ’ ἐστὶ καὶ διὰ ταχέων ἀκοῦσαι τὸ δέον, εἰσάπαξ χρησαμένους
5. τῷ προσήκοντι βοηθήματι. ἀλλ’ ὥσπερ ἔφην εἰρήσεται
6. καὶ αὖθις ἐπὶ πλέον ὑπὲρ τῆς ἀπὸ τῶν τόπων
7. ἐνδείξεως, καὶ μάλισθ’ ὅταν ἡμῖν ὁ λόγος γίγνηται περὶ τῆς
8. τῶν παρὰ φύσιν ὄγκων ἰάσεως.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 7.13, ed. Kühn, 1825, vol. 10, p. 523-529. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:7.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩