Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 7.2, ed. Kühn, 1825, vol. 10, p. 458-462. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:7.2

9. Ἐν μὲν οὖν τῷ τρίτῳ καὶ τετάρτῳ καὶ
10. πέμπτῳ καὶ ἕκτῳ τῶνδε τῶν ὑπομνημάτων τὸ κοινὸν νόσημα
11. τῶν ὁμοιομερῶν τε καὶ ὀργανικῶν μορίων ὅπως χρὴ
12. θεραπεύειν ἐγεγράφειν· ἀρξάμενος μὲν οὖν ἀπ’ αὐτοῦ, διότι
13. τε σαφέστερόν ἐστι τῶν ἄλλων ἐναργῆ τε τὸν ἔλεγχον
14. ἔχει τῶν ἔμπροσθεν ἁπάντων σχεδὸν ἰατρῶν ὅσοι μεθόδῳ
15. μὲν ἐπαγγέλλονται μεταχειρίζεσθαι τὴν τέχνην, ἀμέθοδοι
16. δέ εἰσιν ἐν ταῖς θεραπείαις. πλὴν γὰρ Ἱπποκράτους τοῦ
17. πάντων ἡμῖν τῶν καλῶν παρασχόντος τὰ σπέρματα, τῶν
18. ἄλλων οὐδεὶς οὐδ’ ἐπεχείρησε τὸ γένος τοῦτο τοῦ νοσήματος
1. ἰάσασθαι μεθόδῳ. δεῖται δὲ καὶ τὰ Ἱπποκράτους αὐτοῦ
2. γεωργῶν ἀγαθῶν, οἳ σπεροῦσί τε αὐτὰ καὶ αὐξήσουσι καὶ
3. τελειώσουσι προσηκόντως. καὶ ὅτι πρὸ ἡμῶν οὐδεὶς τοῦτ’
4. ἔπραξεν, ἀλλ’ οἱ πλεῖστοί γε καὶ προσδιέφθειραν αὐτοῦ τὰ
5. σπέρματα, νομίζω σαφῶς ἐπιδεδεῖχθαι τοῖς προσεσχηκόσι
6. τὸν νοῦν. τοῦτο μὲν οὖν τὸ γένος τοῦ νοσήματος, εἴτε
7. συνεχείας λύσιν, εἴθ’ ἑνώσεως, εἴθ’ ὁπωσοῦν ἄλλως ὀνομάζειν
8. τις ἐθέλοι, καλεῖν ἐπετρέψαμεν ὡς ἑκάστῳ φίλον. οὐ γὰρ
9. ὑπὲρ ὀνομάτων σπουδάζομεν οὔτε κατὰ ταύτην τὴν πραγματείαν
10. οὔτε καθ’ ἑτέραν τινὰ τῶν ἰατρικῶν, ἀλλ’
11. ὅπως ἂν μάλιστα τοῦ τέλους τῆς τέχνης τυγχάνωμεν. ἐπὶ δὲ
12. τὸ πρῶτον ἁπάντων ἐπανερχώμεθα νῦν τῷ λόγῳ νόσημα, τὸ
13. τοῖς ὁμοιομερέσιν ἐγγινόμενον, ὧν πρῶτόν εἰσιν αἱ κατὰ τὸ
14. ζῶον ἐνέργειαι. δέδεικται γὰρ ἐν ἄλλαις πραγματείαις ὅπως
15. ἕκαστον τῶν ὀργανικῶν μορίων ἐνεργεῖν τι λέγομέν, οἷον
16. ὀφθαλμὸν ὁρᾷν, ἢ βαδίζειν σκέλος. εἶναι γὰρ οὔτε ὅλου τοῦ
17. σκέλους, ἀλλὰ τοῦ μυώδους ἐν αὐτῷ γένους τὸ κῦρος τῆς
18. ἐνεργείας· οὔτε ὀφθαλμοῦ τι βλέπειν, ἀλλὰ τοῦ κρυσταλλοειδοῦς·
1. ἐπί τε τῶν ἄλλων ἁπάντων ὀργάνων ἀνάλογον.
2. ἐδείχθη δὲ ἐν τῷ δευτέρῳ τῆσδε τῆς πραγματείας καὶ ὡς
3. ἀναγκαιότατόν ἐστι τὸ γένος τοῦ νοσήματος τούτου, καὶ
4. ὡς οὐδεὶς αὐτὸ λογικῶς ἰάσαιτο τῶν ἀγνοησάντων τὰ πρῶτα
5. στοιχεῖα, καὶ ὡς οὐδὲν ὧν φθέγγονται συνίασιν ἔνιοι τῶν
6. λογικοὺς ἑαυτοὺς ὀνομαζόντων, ὅταν ἀτονίαν εἶναι φάσκωσιν
7. ἢ κοιλίας, ἢ ἐντέρων, ἢ ἥπατος, ἢ ὀφθαλμῶν, ἢ
8. ὁτουδηποτοῦν μέρους. εἰ μὲν γὰρ τὴν περὶ τὸ σύμφυτον
9. ἔργον ἀσθένειαν οὕτως ὀνομάζουσιν, οὐδὲν ἰδιώτου πλέον
10. ἴσασιν· ἀκοῦσαι γάρ ἐστι κᾀκείνων ἀτονεῖν ἑαυτῶν τὴν γαστέρα
11. φασκόντων, μὴ πέττειν γοῦν αὐτὴν, μήτε τὰ σμικρότατα
12. καὶ κουφότατα τῶν προσφερομένων. εἰ δὲ διάθεσίν τινα
13. λέγουσιν ἐν τῇ γαστρὶ τὴν ἀτονίαν, ἐρμηνευσάτωσαν ἡμῖν
14. ἥν τινά ποτε ταύτην εἶναί φασιν, ὡς ἐπὶ φλεγμονῆς ἐποίησαν.
15. τῷ μὲν γὰρ ἐμπειρικῷ τὰ συμπτώματα μόνον ἀρκεῖ
16. τῶν πεπονθότων μορίων ἑρμηνεῦσαι, παρὰ φύσιν ὄγκον
17. εἰπόντι καὶ ἀντιτυπίαν, ὀδύνην τε σφυγματώδη καὶ τάσιν 
1. ἔρευθός τε καὶ ὅσα τοιαῦτα καὶ τίθενταί γε πολλάκις ἓν
2. ὄνομα κατὰ τοῦ σύμπαντος ἀθροίσματος ἕνεκα διδασκαλίας
3. συντόμου, καθάπερ ἐπὶ τοῦ προειρημένου φλεγμονήν. οἱ
4. δογματικοὶ δ’ οὐχ οὕτως, ἀλλ’ αὐτὴν τὴν οὐσίαν ἐπισκέπτονται
5. τοῦ νοσήματος ᾗ τὸ προειρημένον ἄθροισμα τῶν
6. συμπτωμάτων ἐξ ἀνάγκης ἕπεται. δοκεῖ γοῦν Ἐρασιστράτῳ
7. τὸ παρεμπεσὸν εἰς τὰς ἀρτηρίας αἷμα πρὸς τοῦ πνεύματος
8. ὠθούμενον ἐν τοῖς πέρασιν αὐτῶν σφηνωθῆναι, καὶ τοῦτο
9. εἶναι τὴν φλεγμονήν. ἀλλ’ ἦν, οἶμαι, δίκαιος ἢ Ἐρασίστρατος
10. αὐτὸς ἢ τῶν ἀπ’ αὐτοῦ τις ὁμοίως ἐξηγήσασθαι καὶ τὴν ἐν
11. ταῖς. ἀτονίαις ἑκάστου μορίου διάθεσιν ὥσπερ γὰρ ἐπὶ τῆς
12. φλεγμονῆς. εἰς ὅ τι μεταπέπτωκεν ἡ φυσικὴ κατασκευὴ τοῦ
13. μέρους ἐδήλωσεν, οὕτως ὁ λόγος ἐπιζητεῖ ῥηθῆναι καὶ τὴν
14. εἰς ἀτονίαν ἑκάστου μορίου μετάπτωσιν. οὐ γὰρ δὴ κατὰ
15. φύσιν γε διακείμενον ἀτονεῖ περὶ τὴν οἰκείαν ἐνέργειαν, ἀλλά
16. τι πάντως αὐτῷ, παρὰ φύσιν αἴτιον ἐγγενόμενον ἐξέλυσέ τε
17. καὶ κατέβαλε καὶ νεκρῷ παραπλήσιον ἀπέφηνεν· ὃ οὔτε Ἐρασίστρατος
18. οὔθ’ Ἡρόφιλος οὔτ’ ἄλλος οὐδεὶς ἰατρὸς εἶπε
1. τῶν μὴ τολμησάντων ἀποφήνασθαί τι περὶ τῆς τῶν πρώτων
2. σωμάτων φύσεως.

Cliquer un n° de page pour en afficher l’image