3. Ἀλλ’ οὐ χρὴ μηκύνειν ἐπὶ πλέον, αὐτάρκως
4. προαποδεδειχότας ἔμπροσθεν ὡς χρησιμώτατόν τε τοῦτ’ ἐστὶ
5. τὸ γένος τοῦ νοσήματος ἐζητῆσθαι τοῖς ἰατροῖς καὶ ἀναγκαῖον
6. τὸ περὶ στοιχείων πρότερον ἐπεσκέφθαι τὸν μέλλοντα καλῶς
7. αὐτὸ μεταχειρίζεσθαι. ὥσθ’ ἡμῖν ὁ μέλλων νῦν λεχθήσεσθαι
8. λόγος ἐπὶ τοῖς προαποδεδειγμένοις περανθήσεται στοιχείοις,
9. ὑπὲρ ὧν ἓν, ὡς οἶσθα, βιβλίον ἐποιησάμεθα τὸ περὶ τῶν
10. καθ’ Ἱπποκράτη στοιχείων ἐπιγεγραμμένον. ἔστι μὲν οὖν καὶ
11. Διοκλεῖ καὶ Μνησιθέῳ καὶ Διευχεῖ καὶ Ἀθηναίω καὶ σχεδὸν
12. πᾶσι τοῖς εὐδοκιμωτάτοις ἰατροῖς, ὥσπερ οὖν καὶ τῶν φιλοσόφων
13. τοῖς ἀρίσταις, ἡ αὐτὴ δόξα περὶ φύσεως σώματος, ἐκ
14. θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ νομίζουσι κεκρᾶσθαι
15. τά τε ἄλλα σύμπαντα σώματα καὶ τὰ τῶν ζώων οὐχ
16. ἥκιστα. τῷ δὲ περὶ τούτων ἁπάντων ἀποφηναμένῳ τε καὶ
17. ἀποδείξαντι πρώτῳ δίκαιον, οἶμαι, μαρτυρεῖν ἐστι τὴν εὕρεσιν.
18. καὶ διὰ τοῦθ’ ἡμεῖς ὀνομάζομεν αὐτὰ καθ’ Ἱπποκράτην στοιχεῖα,
1. κᾂν ὅτι μάλιστα Χρύσιππος, ἢ Ἀριστοτέλης, ἤ τις
2. ἄλλος ἰατρὸς ἢ φιλόσοφος ὡσαύτως ὑπὲρ αὐτῶν δοξάζῃ.
3. καὶ τοίνυν ἐπειδὴ τῶν τοῦ ζώου μορίων ἕκαστον ἰδίαν ἐνέργειαν
4. ἐνεργεῖ, τῶν ἄλλων ἐνεργειῶν εἰς τοσοῦτον διαφέρουσαν
5. εἰς ὅσον καὶ αὐτὸ. διαφέρει τῶν ἐνεργούντων αὐτὰς,
6. διαφέρει δὲ τῷ θερμότερον, ἢ ψυχρότερον, ἢ ὑγρότερον,
7. ἢ ξηρότερον ὑπάρχειν, ἢ κατὰ συζυγίαν τι τούτων πεπονθέναι,
8. τὴν κρᾶσιν αὐτῶν φυλακτέον ἐστὶ τῷ τὴν ἐνέργειαν
9. φυλάττοντι. φυλαχθήσεται δὲ ψυχόντων μὲν, εἰ πρὸς τὸ
10. ψυχρότερον, ὑγραινόντων δὲ, εἰ πρὸς τὸ ξηρότερον· οὕτω
11. δὲ καὶ ξηραινόντων μὲν, εἰ ὑγραίνοιτο, ξηραινόντων δ’ ἅμα
12. καὶ θερμαινόντων, εἰ ὑγραίνοιτό τε ἅμα καὶ ψύχοιτο, ξηραινόντων
13. δὲ καὶ ψυχόντων, εἰ πρὸς τὸ ὑγρότερόν τε καὶ θερμότερον
14. ἐκτρέποιτο, καὶ κατὰ τὰς λοιπὰς δύο συζυγίας ἀνάλογον.
15. ἀεὶ γὰρ χρὴ τῷ πλεονάζοντι τὸ ἐναντίον ἀντεισάγειν εἰς
16. τοσοῦτον, ἄχρις ἂν εἰς τὸ σύμμετρόν τε καὶ κατὰ φύσιν ἀγάγῃς
17. τὸ μόριον. ἡ μὲν δὴ καθόλου τοῦ γένους ἅπαντος νοσήματος
1. ἐν ὁμοιομερέσι συνισταμένου μέθοδος ἰάσεως ἤδη μοι
2. λέλεκται. ὀκτὼ γὰρ ὄντων αὐτῶν, ὡς ἐν τῷ περὶ τῆς τῶν
3. νοσημάτων ἀποδέδεικται διαφορᾶς, ὀκτὼ καὶ οἱ τῆς ἰάσεως
4. ἔσονται τρόποι, κοινὸν ἔχοντες σκοπὸν τὴν ἀλλοίωσιν τοῦ
5. πεπονθότος ὁμοιομεροῦς σώματος· ἐπειδὴ καὶ τὸ νόσημα
6. αὐτὸ κατὰ δυσκρασίαν καὶ ἀλλοίωσιν ἐγένετο τῆς κατὰ φύσιν
7. ἑκάστου κράσεως· ἡ δὲ τῶν κατὰ μέρος ἴασις ἐν δυοῖν τούτοιν
8. προερχομένη γίνεται, τῇ τε τῆς ὕλης εὐπορίᾳ καὶ τῇ ταύτης
9. ἐπιδεξίᾳ χρήσει. τὴν μὲν δὴ τῶν φαρμάκων εὐπορίαν ἔκ τε
10. τῆς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἔτι τε τῆς περὶ
11. συνθέσεως αὐτῶν πραγματείας ἔξεστί σοι λαμβάνειν μεθόδῳ·
12. τὴν δὲ ὁδὸν τῶν διαιτημάτων ἐντεῦθεν. ἀλλὰ καὶ ὅπως χρὴ
13. διαγινώσκειν ἑκάστου μορίου δυσκρασίαν, ἐκ τριῶν πραγματειῶν
14. ἀναμιμνήσκου, πρώτης μὲν τῆς περὶ κράσεων, δευτέρας
15. δὲ τῆς περὶ τῶν πεπονθότων μορίων· καὶ τρίτης, ἣν ἐπιγράφομεν
16. ἰατρικὴν τέχνην. οὔκουν ἔτι δεῖ πολλῶν εἰς τὰ
17. νῦν ἐνεστῶτα τοῖς φύσει τε συνετοῖς γεγυμνασμένοις τὸν
1. λογισμὸν ἐν τοῖς πρώτοις· ὅτῳ δὲ οὐδέτερον ὑπάρχει τούτων,
2. ἔτι ἐνδεῖ τῷ λόγῳ πάμπολυ. εἰ δὲ καὶ μοχθηρᾷ λόγων αἱρέσει
3. συνανετράφη, διττή γ’ οὕτω χρεία τοῦ χρόνου· ἑτέρου
4. μὲν, ἵνα ἀποτρίψηται τὰς μοχθηρὰς δόξας, ἑτέρου δ’, ἵν’
5. ἀσκηθῇ κατὰ τὰς βελτίους.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 7.3, ed. Kühn, 1825, vol. 10, p. 462-465. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:7.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩