6. Σὺ μὲν οὖν εὖ οἶδ’ ὅτι καὶ αὐτὸς ἱκανὸς
7. ὑπάρχεις ἐκ τῶν καθόλου τοῦ γένους εἰρημένων εὑρίσκειν
8. τὰ κατὰ μέρος· ἀλλὰ καὶ ἡμᾶς ἐθεάσω πολλὰ τῶν τοιούτων
9. νοσημάτων ἰωμένους, ὥστ’ ἐξ ἀμφοτέρων ἔχεις τὸ μὴ δεῖσθαι
10. τῶν κατὰ μέρος. ἀλλ’ ἐπεί φησιν ὁ Πλάτων, οὐ γάρ
11. ἐστι τὰ γραφέντα μὴ ἐκπεσεῖν, ἵν’ εἴποτε καὶ εἰς ἄλλον ἀφίκοιτο
12. τὸ βιβλίον ἀγύμναστον τῷ λογισμῷ, ῥᾷον αὐτὸν διδάξειε,
13. προσθεῖναι χρή τινα τῶν κατὰ μέρος· ἐξ ὧν εὐθέως
14. ἐνέσται καὶ αὐτὸ τοῦτο πεισθῆναι σαφῶς, ὃ μικρὸν ἔμπροσθεν
15. εἴρηται, ὡς δυνατόν ἐστι σαυτῷ τὰ κατὰ μέρος ἐξευρίσκειν.
16. ἐγὼ γοῦν ἐμαυτῷ πάντα ἐξεῦρον αὐτὰ, τῷ λόγῳ ποδηγούμενος.
17. ὅσον μὲν γὰρ ἐπὶ τοῖς διδασκάλοις, ἐχρῆν δήπου
18. κᾀμὲ τοῖς ἀτόνοις τὴν γαστέρα συμβουλεύειν ἐδέσματα μὲν
1. τὰ στύφοντα καὶ ὑπόπικρα· καὶ οἶνον ὡσαύτως τὸν
2. αὐστηρόν· ἀψίνθιόν τε καὶ τοῦ διὰ μήλων κυδωνίων χυλοῦ
3. καὶ ὅσα τοιαῦτα καταπίνεται φάρμακα. τῶν δ’ ἔξωθεν ἐπιτιθεμένων
4. πρώτην μὲν τὴν δι’ ἀψινθίου καὶ ὠμοτριβοῦς
5. ἐλαίου κατάντλησιν· εἶτ’ ἐπίδεσιν ἐρίου πιλήματος, ἐξ αὐτῶν
6. τε τούτων καὶ προσέτι μύρου μηλίνου καὶ μαστιχίνου καὶ
7. ναρδίνου· καὶ μετὰ ταῦτα κηρωτὴν διὰ τῶν αὐτῶν
8. ἐσκευασμένην· εἶτ’ ἄλλα φάρμακα κηρωτῶν ἰσχυρότερα, τὰ
9. πρὸς τῶν ἰατρῶν ἐπιθέματα καλούμενα, διά τε τῶν εἰρημένων
10. μύρων συγκείμενα καὶ φαρμάκων τῶν παραπλησίων, ἐν
11. οἷς ἐστιν ἤδη καὶ ἀρωμάτων πλῆθος οὐκ ὀλίγον, στάχυς νάρδου
12. καὶ ἄμωμον καὶ ὁ ἀρωματικὸς κάλαμος, ἴρις τε καὶ
13. λάδανον καὶ τὸ τοῦ μαλαβάθρου φύλλον καὶ στύραξ καὶ
14. βδέλλιον, ὀποβάλσαμόν τε καὶ βάλσαμον καὶ ξυλοβάλσαμον,
15. ὅ τε λοιπὸς τῶν ἀρωμάτων κατάλογος. εἰ δὲ μηδὲ ταῦτα μηδὲν
16. ἐνεργοίη, τὸ κοινὸν ἁπάντων τῶν ἀτονούντων ἐπὶ τέλει
17. βοήθημα ποιοῦμεν, καλοῦσι δ’ αὐτὸ φοινιγμὸν, ἤτοι διὰ
18. θαψίας γιγνόμενον, ἢ διὰ νάπυος, ἤ τινος τῶν τοιούτων·
1. εἶτ’ ἀποπέμψαι πρὸς ὑδάτων χρῆσιν αὐτοφυῶν. οὐδὲν γὰρ
2. τούτων οἶδε πλέον ὁ ἐμπειρικὸς, ὡς καὶ τὰ συγγράμματα
3. αὐτῶν δηλοῦσι. Κόϊντος μέν γε τοῖς ἀπεπτεῖν ἢ ἀνορεκτεῖν.
4. φάσκουσι πρῶτον μὲν γυμνάζεσθαι συνεβούλευε καὶ ἐσθίειν
5. ὡς εὐπεπτότατά τε καὶ μὴ πολλὰ, μηδὲν δὲ ὠφελουμένων
6. ἠναγκάζετο καὶ αὐτὸς εἰς τὰ τῶν ἐμπειρικῶν μετιέναι. τίς
7. γὰρ οὐκ οἶδεν ὡς τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ ξηρὸν καὶ
8. ὑγρὸν εἰώθει σκώπτειν, βαλανείων ὀνόματα προσαγορεύων,
9. ὧν χωρὶς ἀδύνατόν ἐστι θεραπεῦσαι μεθόδῳ τὰς ἀτονίας
10. τῶν μορίων ; ὥσθ’ ὅσον μὲν ἐπὶ τούτοις τὴν αὐτὴν ὁδὸν
11. ἐβάδιζον ἂν κᾀγὼ κατὰ τὴν τῶν τοιούτων διαθέσεων ἴασιν,
12. ἀλλ’ ὁ λόγος ἐδίδαξέ με τὰς ὀκτὼ διαφορὰς τῆς θεραπείας
13. ἀτόνου γαστρός. ἐθεάσω γοῦν καὶ σύ τινας μὲν ἡμέρᾳ μιᾷ,
14. μᾶλλον δὲ ὥρᾳ, ψυχροῦ πόσει θεραπευθέντας· ὧν ἐνίοις μὲν
15. οὐ μόνον τὸ πρόσφατον ἔδωκα πηγαῖον, ἀλλὰ καὶ τὸ διὰ
16. χιόνος ἐψυγμένον, ὡς ἐν Ῥώμῃ σκευάζειν ἔθος ἔχουσι, προθερμαίνοντες
17. τὴν κατασκευὴν ἣν αὐτοὶ προσαγορεύουσι δηκόκταν·
1. ἐδέσματά τε τὰ οὕτως ἐψυγμένα πολλάκις ἐθεάσω
2. συγχωροῦντά με λαμβάνειν αὐτοῖς· ἐν οἷς ἐστι καὶ ἡ μέλκα,
3. τῶν ἐν Ῥώμῃ καὶ τοῦτο ἓν εὐδοκιμούντων ἐδεσμάτων, ὥσπερ
4. καὶ τὸ ἀφρόγαλα· τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰς ψυχρὰς
5. κατὰ δύναμιν ὀπώρας ὁμοίως ἀποψύχων ἐδίδουν· καὶ πτισάνην
6. καλῶς ὡσαύτως ἐψυγμένην, ἕτερά τε τοιαῦτα μυρία,
7. σκοπὸν ἕνα ποιούμενος ἐπ’ αὐτῶν τὴν ψύξιν· ἐκώλυον δ’
8. ἀψινθίου καὶ τῶν στυφόντων ἅψασθαι· καθάπερ γε καὶ
9. ἄλλους ὁμοίως μὲν ἀπῆγον τῶν ψυχόντων, ἐθέρμαινον δὲ
10. παντοίως οἶνον παλαιὸν τῶν ἱκανῶς θερμῶν τῇ δυνάμει
11. διδοὺς, οἷοι μάλιστά εἰσι Φαλερῖνός τε καὶ Σουῤῥεντῖνος,
12. καὶ τροφὰς θερμαινούσας μετὰ πεπέρεως συχνοῦ. ἐπί τινων
13. δ’, ὡς οἶσθα, τὸν σκοπὸν τῆς θεραπείας ἐποιησάμην ἐν τῷ
14. ξηραίνειν· καὶ ἦν αὐτοῖς ἐδέσματά τε τὰ φύσει ξηρὰ, καλᾶς
15. ὠπτημένα καὶ τὸ σύμπαν ὀλίγιστον ποτόν ἥ τε τῶν στυφόντων
16. ἁπάντων χρῆσις, ἣν μόνην γινώσκουσιν οἱ χωρὶς
17. λόγου θεραπεύοντες αὐτούς. ἄλλον δ’ οὐ πρὸ πολλοῦ ξηρότατον
18. ἤδη γεγεννημένων, ὡς ὁμοιότατον εἶναι τὴν ἰδέαν
1. τοῖς μαρασμώδεσιν, ἰασάμην, εἰς τὰ ἐναντία πάντα μεταγαγὼν
2. ἢ ὡς οἱ θαυμασιώτατοι ἰατροὶ συνεβούλευον. οὐδὲ
3. γὰρ οὐδὲ ἐξ ἄλλου τινὸς εἰς τοῦτο ἧκε κινδύνου, βραχεῖαν
4. τότε κατ’ ἀρχὰς ἔχων δυσκρασίαν ἐπὶ ξηρότητι δεομένην
5. ὑγράνσεως· ἀλλ’ οἱ παραλαβόντες αὐτὸν, ἀψίνθιόν τε ποτίζοντες
6. καὶ πικροὺς ἀσπαράγους καὶ βολβοὺς ἐσθίειν διδόντες,
7. ἔτι τε μῆλα κυδώνια καὶ κεστιανὰ καὶ ῥοιὰς, ὕστερόν τε, ὡς
8. οὐδενὸς τούτων ἡ γαστὴρ ἐκράτει καὶ ῥοῦ χυλὸν ἀναγκάζοντες
9. πιεῖν, ὅσα τε ὀλίγον ἔμπροσθεν εἶπον ἐπιτιθέντες ἔξωθεν
10. ὀλίγου δεῖν ἀπεφήναντο ἀλίβαντα, τοῦτον ἡμεῖς ἰασάμεθα,
11. παντοίως ὑγραίνοντες αὐτοὶ τὴν ὕλην ἐξευρίσκοντες,
12. ἐκ τῆς γεγραμμένης ἡμῶν μεθόδου κατὰ τὴν περὶ τῶν φαρμάκων
13. πραγματείαν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 7.4, ed. Kühn, 1825, vol. 10, p. 465-469. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:7.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩