5. Ἑτέρα γάρ ἐστιν ἡ ξηρότης τῶν ἐκ τῆς
6. ὑγροπαγοῦς οὐσίας συνεστώτων, ὁποῖόν ἐστι πιμελὴ καὶ σὰρξ,
7. ἐκτακέντων. καὶ τρίτη γε πρὸς ταύταις τῆς οἰκείας ὑγρότητος,
8. ἐξ ἧς τρέφεται τὰ μόρια, τελέως ἀπολλυμένης. περιέχεται
9. δ’ αὐτὴ κατὰ πάντα τοῦ ζώου τὰ μόρια δροσοειδῶς ἐν αὐτοῖς
10. παρεσπαρμένη, καὶ λέλεκται πολλάκις ἤδη περὶ αὐτῆς ἑτέρωθι·
11. ταύτην οὖν ἐνθεῖναι τοῖς μορίοις οὐχ οἷόν τε χωρὶς τροφῆς·
12. καὶ διὰ τοῦτο χαλεπωτάτη τῶν τοιούτων ἐστὶ διαθέσεων ἡ
13. ἴασις· ἄλλη δὲ ξηρότης ἐστὶν ἡ κατὰ τὰς ἀρτηρίας καὶ φλέβας
14. τὰς ἰδίας ἑκάστου τῶν μορίων συνισταμένη. γίγνεται δὲ
15. καὶ αὕτη δηλονότι κατὰ τὴν τοῦ αἵματος ἔνδειαν. ἁπάσας
16. ταύτας ξηρότητας ἐσχάτως βλάπτουσιν αἱ τῶν αὐστηρῶν
17. ἐδεσμάτων καὶ πομάτων καὶ φαρμάκων προσφοραί· ἐκδαπανῶσι
18. γὰρ εἰ καί τι λείποιτο τῆς ἐν αὐτοῖς ὑγρότητος ἐμφύτου,
1. τὸ μὲν ἐκπίνουσαι, τὸ δὲ ἐκθλίβουσαι διὰ τῶν πόρων εἰς
2. τὴν ἐντὸς εὐρύτητα τῆς κοιλίας, τὸ δ’ ἐπὶ τὰ συνεχῆ μόρια
3. διωθούμεναι. θεραπεύειν οὖν αὐτὰς προσήκει, τὸ μὲν
4. συνιζηκὸς τῶν πόρων ἀναπεταννύντα, τὸ δ’ εἰς τὰ παρακείμενα
5. μόρια διωσθὲν ἐπισπώμενον, ὑγραινούσῃ τε
6. τροφῇ πληροῦντα τῆς οἰκείας ὑγρότητος ἕκαστον τῶν ὁμοιομερῶν,
7. ὥσπερ καὶ ἡμεῖς τὸν ἐξηρασμένον ὑπὸ τῶν ἰατρῶν
8. ἐθεραπεύσαμεν ἄνθρωπον. ἐν μὲν γὰρ τῇ κατὰ τὸ θερμὸν
9. καὶ ψυχρὸν ἀντιθέσει μηδεμίαν ἐπικρατοῦσαν ἐναργῶς ἔχοντα
10. δυσκρασίαν μήτε καθ’ ὅλον τὸ σῶμα μήτε κατὰ τὴν γαστέρα,
11. ξηρὸν δὲ καὶ λεπτὸν ἱκανῶς γεγενημένον, ἐκ τοῦ μὴ
12. πέττειν καλῶς ἀτονούσης τῆς κοιλίας ἐπὶ τῇ κατὰ ξηρότητα
13. δυσκρασίᾳ. τούτου γὰρ ὁ μὲν σκοπὸς τῆς θεραπείας ἦν
14. ὑγρᾶναι τήν τε γαστέρα καὶ σύμπαν τὸ σῶμα. τίσι δ’ ἐνεργείαις
15. ἐχρησάμεθα ταῖς κατὰ μέρος, ἐπὶ τίσι τε μάλισθ’ ὕλαις
16. ὑπὲρ τοῦ τυχεῖν τοῦ σκοποῦ διελθεῖν ἄμεινον. οἴκημα μὲν
17. αὐτῷ παρεσκευασάμην ἐγγυτάτω τοῦ βαλανείου· τοιαῦτα δ’
18. ἐστὶν, ὡς οἶσθα, πολλὰ κατὰ τὰς τῶν πλουσίων οἰκίας· ἐξ
1. αὐτοῦ δ’ εὐθέως ἕωθεν εἰς τὸ βαλανεῖον εἰσεφερόμην ἐπὶ
2. σινδόνων, ὅπως μὴ καταξηραίνοιτό τε δι’ ἑαυτοῦ κινούμενος
3. ἐκλύοιτό τε πρὸ τοῦ δέοντος καιροῦ· τούτων γὰρ τὸ μὲν
4. εἰς αὐτὴν τὴν διάθεσιν συντελεῖ, τὸ δὲ συντέμνει τὴν ἐν τῷ
5. βαλανείῳ διατριβήν. ἐπὶ, πλεῖστον γὰρ χρὴ τὸν ἄνθρωπον
6. ἐνδιατρίβειν τῷ ὕδατι· καὶ διὰ τοῦτο καὶ αἱ κολυμβῆθραι
7. βελτίους εἰσὶ τῶν μικρῶν πυέλων καὶ μάλισθ’ ὅσαι πλησίον
8. ὑπάρχουσι τῆς ἔξωθεν θύρας, ὡς μηδὲ διὰ μακροῦ τὴν ἐκ
9. τοῦ ὕδατος αὐτῷ πρὸς τοὐκτὸς εἶναι φοράν· οὐ γὰρ δὴ τοῦ
10. ἀέρος ἐπὶ τῶν οὕτως ἐχόντων χρῄζομεν. ἔστω δ’ ἀκριβῶς
11. εὔκρατον τὸ ὕδωρ· τὸ μὲν ψυχρότερον λεληθυῖαν ψύξιν
12. ἐναπεργάζεται τοῖς ἀσθενοῦσι σώμασι, τὸ δὲ θερμότερον
13. συνάγει καὶ σφίγγει τοὺς πόρους καὶ πυκνοῖ. ἡμεῖς δ’ ἀνεῖναι
14. καὶ χαλάσαι καὶ ἀνευρῦναι δεόμεθα συνιζηκότας αὐτούς· ὅπερ
15. ἡ τῶν εὐκράτων ὑδάτων ἐργάζεται ποιότης· ἡδίστη γὰρ οὖσα
16. προκαλεῖται τὴν φύσιν ἐξαπλοῦσθαι καὶ ἀποτείνεσθαι πανταχόσε
17. πρὸς τὸ τερπνὸν, ἀνάπαλιν τοῖς ἀήδεσιν· ἀποχωρεῖ,
18. γὰρ ἀπὸ τούτων καὶ φεύγει πρὸς τὸ βάθος. οὐδὲν οὖν θαυμαστὸν
1. ἐπὶ μὲν τῇ τῶν ἀνιώντων ὁμιλίᾳ πιλεῖσθαι καὶ
2. σφίγγεσθαι καὶ σκληρύνεσθαι τὰ σώματα καὶ τοὺς πόρους αὐτῶν
3. συνάγεσθαι καὶ πυκνοῦσθαι, τοῖς δ’ ἐναντίοις τοῖς ἥδουσιν
4. ἕπεσθαι τὰ ἐναντία· χεῖσθαι μὲν γὰρ καὶ μαλάττεσθαι
5. τὰ σώματα, τοὺς πόρους δ’ εὐρύνεσθαι. μετὰ δὲ τὸ τοιοῦτον
6. λουτρὸν εὐθέως. ἐδίδομεν ὄνειον γάλα τὴν ὄνον εἰς τὸν
7. οἶκον εἰσάγοντες ἐν ᾧ κατέκειτο. ἐπεπείσμεθα γὰρ ὡς μάλιστα
8. μὲν, εἰ αὐτὸν τὸν ἄνθρωπον οἷόν τε ἦν θηλάζειν τὴν
9. ὄνον, οὕτως ἂν ἐθεραπεύθη τάχιστα τούτου δ’ ἔχοντος·
10. ἀηδίαν ἐλάχιστον χρόνον ὁμιλεῖν αὐτὸ τῷ πέριξ ἀέρι, τάχιστα
11. μεταβάλλεσθαι πεφυκὸς, ὁμοίως τῷ σπέρματι· καὶ γὰρ καὶ
12. τοῦτο χρόνον οὐδένα χρὴ διαμένειν ἔξω τῶν οἰκείων ὀργάνων,
13. εἰ μέλλει τὴν ἑαυτοῦ φυλάξειν δύναμιν· ἀλλ’ ἢ ἐν τοῖς
14. τοῦ ἄῤῥενος εἶναι μορίοις, ἢ τοῖς τῆς θηλείας συνῆφθαι. καὶ
15. δὴ καὶ τὸ γάλα κάλλιστον μὲν εἰ ἐξ αὐτῶν τῶν θηλῶν ἐπισπῷτό
16. τις, ὥσπερ Εὐρυφῶν καὶ Ἡρόδοτος καὶ Πρόδικος
17. ἀξιοῦσιν· οἳ τοσοῦτον ἄρα τεθαῤῥήκεσαν αὐτῷ πρὸς ἀνάθρεψιν
18. σωμάτων ὥστε καὶ τοὺς ὑπὸ φθόης συντετηκότας ἐκέλευον
1. ἐντιθεμένου τοῦ τιτθοῦ τῆς γυναικὸς τὴν θηλὴν βδάλλειν
2. τὸ γάλα. τοῦτο δὲ οὐχ ὑπομενόντων ποιεῖν τῶν πλείστων
3. ἄμεινόν ἐστιν ὅτι τάχιστα θερμὸν μεταφέρειν ἐκ τῶν
4. τιτθῶν εἰς τὴν κοιλίαν τοῦ κάμνοντος αὐτό. τὸ μὲν οὖν
5. ἀνθρώπειον ὡς ἂν ὁμόφυλον ἄριστον. ἐπεὶ δ’ ὑπομένουσιν
6. οἱ πόλλοι γάλα γυναικὸς προσφέρεσθαι δίκην παιδίων, ὡς
7. ὄνοις αὐτοῖς δοτέον ὄνειον γάλα. τοῦτο γάρ ἐστι πάντων
8. τῶν ἄλλων ἄριστον εἰς τὴν ἐνεστῶσαν διάθεσιν· λεπτότατον
9. γὰρ ὑπάρχει, ἥκιστά τε τυροῦται καὶ τάχιστα διαδίδοται
10. πανταχόσε. δεῖται δ’ ἀμφοῖν τούτοιν ὁ πεπονθὼς τὴν
11. γαστέρα· τοῦ μὲν μὴ τυροῦσθαι, διὰ τὴν κοινὴν χρείαν·
12. ἅπαντας γὰρ βλάπτει τοῦτο· τοῦ διαδίδοσθαι δὲ, διά τε τὸ
13. δεῖσθαι ταχείας θρέψεως καὶ ὅτι μεμύκασιν αὐτῆς αἱ διέξοδοι.
14. τοῦτό τε οὖν δοτέον αὐτὸ καθ’ αὑτὸ καὶ μέλι χλιαρὸν ὀλίγον
15. ἐπιμιγνύειν αὐτῷ. μεγίστη δ’ ἔστω φροντὶς ἀμφοῖν τῆς ἀρετῆς
16. ἐν ταῖς τοιαύταις διαθέσεσι. τὸ μὲν οὖν μέλι τὸ ξανθὸν
17. τὴν χροιὰν καὶ ἡδὺ τὴν ὀσμὴν καὶ καθαρὸν οὕτως ὡς ὅλον
1. διαυγεῖσθαι καὶ γευομένοις ἐπ’ ὀλίγον δριμὺ καὶ ἥδιστον· εἰς
2. τοσοῦτό τε συνεστὼς ὡς ἐπαρθὲν τῷ δακτύλῳ καταῤῥεῖν
3. χαμᾶζε, συνεχὲς ἑαυτῷ διαμένον ἁπάντων ἄριστον. εἰ δ’
4. ἀποῤῥηγνύοιτο κατά τι καὶ μὴ μένοι συνεχὲς, ἐπὶ τὴν γῆν
5. κατατεινόμενον ἤτοι παχύτερόν ἐστιν ἢ λεπτότερον ἢ ἀνομοιομερές.
6. ὀνομάζω δὲ ἀνομοιομερὲς, ὥσπερ οὖν καὶ αὐτὰ
7. τοὔνομα ἐνδείκνυται, τὸ συγκείμενον ἐξ ἀνομοίων μερῶν.
8. εὑρήσεις οὖν αὐτὸ διαθεώμενος ἤτοι παχύτητας ἢ ὑγρότητας
9. ἐμφερομένας ἔχον, οὐχ ὁμοίας ἀλλήλαις τε καὶ τῷ παντί.
10. κηρωδέστερον οὖν μέλι τό τε παχὺ καὶ ᾧ τοιαῦταί τινες
11. ἐμφέρονται παχύτητες. περιπτωματικώτερον δὲ καὶ ἀκατεργαστότερον
12. καὶ δυσπεπτότερον τό θ’ ὑγρὸν ὅλον ᾧ τε πολλαὶ
13. κατὰ τὰ μόρια κατεσπαρμέναι φαίνονται σταγόνες ὑγρότητος·
14. ᾧ δ’ ἐμφέρεταί τις ἢ κηροῦ ποιότης, ἢ προπόλεως,
15. ἤ τις ἄλλη τοιαύτη γευομένοις οὐ μόνον οὐκ ἄριστον, ἀλλ’
16. ἤδη καὶ φαῦλον. ὅλως γὰρ οὐδεμίαν ἐξέχουσαν ἑτέρου οὐδενὸς
17. πράγματος ἐν αὐτῷ χρὴ περιέχεσθαι ποιότητα. διόπερ
1. οὐδὲ τὸ τῶν θύμων ὄζον ἐναργῶς ἐπαινῶ· ἀκατεργαστότερον
2. γάρ ἐστι τοῦτο καὶ οὐκ ἀκριβῶς πως μέλι· καίτοι τινας οἶδα
3. τὸ τοιοῦτον ἐπαινοῦντας, ὥστε καὶ τῶν πιπρασκόντων ἔνιοι
4. κόπτοντες τὸν θύμον ἐπιβάλλουσιν, ὅπως αὐτοῦ ὄζοι καὶ
5. δόξειεν εἶναι κάλλιστον. ἀλλ’ ἐγὼ τὸ μὲν οὕτως ἀναιδῶς
6. ὄζον οὐκ ἐπαινῶ· καὶ πολὺ δὴ μᾶλλον, εἰ ἐπεμβληθείη τι
7. θύμου τὸ δ’ ἀμυδράν τινα ποιότητα κατ’ ὀσμὴν ἢ γεῦσιν
8. φέρον οὐ μέμφομαι. κατὰ ταὐτὰ δὲ καὶ τὸ γάλα μηδεμίαν
9. ἔξωθεν ἐπιδεικνύσθω ποιότητα κατ’ ὀσμὴν ἢ γεῦσιν· ἀλλ’
10. ἔστω γλυκὺ μὲν ὡς ἔνι μάλιστα καὶ συνεχὲς ἑαυτῷ καὶ λαμπρὸν,
11. ὡς γάλακτι πρέπει· πρὸ πάντων δ’ ὁμοιομερὲς εἰς ὅσον
12. ἐγχωρεῖ γάλακτι γενέσθαι τοιούτῳ· τελείαν γὰρ οὐκ ἐπιδέχεται
13. τὴν ἀρετὴν, ὥσπερ τὸ μέλι τὸ ἄριστον. ὅπως δ’ εἴη
14. τοιοῦτον, καὶ τροφὰς τῷ ζώῳ παρασκευαστέον ἐπιτηδείους καὶ
15. γυμνάσια γυμναστέον σύμμετρα, καὶ εἴ τινα θηλάζει πῶλον,
16. ἀφαιρετέον. ὅτι δὲ καὶ ἡλικίᾳ τὸ ἀκμαιότατον εἶναι προσήκει
17. παντί που δῆλον. ἐπιμελητέον δὲ καὶ ὅπως εὐπεπτότατον
1. ἔσται, καταφρονοῦντας τῶν γελασόντων, εἰ καὶ τὰς ὄνους
2. διαιτήσειν μέλλομεν. εἰ γὰρ οἱ περὶ Βαίνετον καὶ Πράσινον
3. ἐσπουδακότες ὀσφραίνονται τὰς κόπρους τῶν ἵππων ἕνεκα
4. τοῦ γνῶναι πῶς κατεργάζονται τὰς τροφὰς, ὡς ἐκ τούτου
5. τὴν ὅλην αὐτῶν εὐεξίαν κατανοήσωσι, καὶ ἡμᾶς δήπου χρὴ
6. πολὺ δὴ μᾶλλον εἰς ἀνθρώπου σωτηρίαν ἅπαντα προορᾶσθαι
7. τὰ τοιαῦτα, καὶ πόας τε παρέχειν τῷ ζώῳ μὴ λίαν ὑγρὰς
8. καὶ χόρτου καὶ κριθῆς τὸ σύμμετρον· οὐκ ἀμελεῖν δὲ οὐδὲν
9. ψύχειν καὶ ἀνατρίβειν καὶ ἀποῤῥύπτειν καὶ καθαίρειν τὸ τῆς
10. ὄνου σῶμα. εἰ μὲν οὖν ἀποπατήσειεν ὑγρότερα καὶ δυσωδέστερα
11. καὶ μετὰ φύσης μεστὰ φαίνοιτο, πρόδηλον δήπουθεν
12. ὡς οὐκ ἔπεψε καλῶς· ὥστε ἤ τι τῶν τροφῶν ἀφελεῖν,
13. ἢ προσθεῖναι τοῖς γυμνασίοις, ἢ ὑπαλλάξαι χρὴ τὰς
14. ποιότητας, ἢ τὴν περὶ τὰς τρίψεις τε καὶ ψύξεις ἐπιμέλειαν
15. οὐ τὴν αὐτὴν ποιεῖσθαι, σκληρότερα δ’ ἀποπατήσαντος τοῦ
16. ζώου πρὸς τἀναντία βλέπειν κᾀκείνων τι μετακοσμεῖν. ἐγὼ
17. γὰρ εἰ πάνθ’ ὅσα χρὴ σκοπεῖσθαι περὶ τὸ ζῶον οὗ τῷ γάλακτι
18. χρῆσθαι μέλλοιμεν ἑξῆς ἅπαντα λέγοιμι, τῆς ὑγιεινῆς
1. ὅλης ὑπομνήσομαι πραγματείας, ἣν ἀναγκαῖον μέν ἐστι γινώσκειν
2. τὸν χρηστὸν παρασκευάσοντα τὸ γάλα, λέγειν δ’ οὐ
3. νῦν καιρὸς, ἑτέρωθί γε διειλεγμένον τελεώτατα ὑπὲρ αὐτῆς.
4. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπάνειμι. καί μοι πάλιν ἀναμιμνήσκου
5. τοῦ λελουμένου τε καὶ τὸ γάλα προσενεγκαμένου. τοῦτον
6. οὖν τὸν ἄνθρωπον ἡσυχάζειν ἐάσαντες ἄχρι τοῦ δευτέρου
7. λουτροῦ τρίψομεν τηνικαῦτα μετρίως τε ἅμα καὶ λιπαρῶς,
8. εἰ ἀκριβῶς κατείργασται τὸ δοθὲν γάλα ταῖς ἐρυγαῖς τε
9. καὶ τῷ τῆς γαστρὸς ὄγκῳ τεκμηράμενοι. σύμμετρος δὲ ἀπὸ
10. τοῦ πρώτου λουτροῦ πρὸς τὸ δεύτερον, ὡρῶν ἰσημερινῶν
11. τεττάρων ἢ πέντε χρόνος, εἴ γε τὸ τρίτον ἔτι μέλλοις
12. λούειν αὐτὸν, εἰ δὲ μὴ, πλεόνων. λούσεις δὲ τὸ τρίτον,
13. ἢν εἰθισμένος ᾖ λουτροῖς χρῆσθαι πλείοσιν· οὗτοι γὰρ καὶ
14. χαίρουσι καὶ ὀνίνανται πολλάκις λουόμενοι. καὶ μὲν δὴ καὶ
15. ἐπαλείψομεν αὐτὸν ἐλαίῳ πρὶν ἀμφιέννυσθαι καθ’ ἕκαστον
16. λουτρόν· εἰς ἀνάθρεψιν γὰρ συντελεῖ καὶ τοῦτο, καθάπερ καὶ
17. αἱ τρίψεις. εἴρηται δὲ ὑπὲρ ἁπάντων τῶν τοιούτων τῆς δυνάμεως
18. ὁ λογισμὸς ἐν τοῖς ὑγιεινοῖς· οὐδὲν μὴν χεῖρον ἀναμνῆσαι
1. καὶ νῦν ἐπὶ κεφαλαίων αὐτῶν. εἴτε γὰρ ὕδωρ ἐπιχέοις
2. θερμὸν εὔκρατον ὁτῳδήποτε μορίῳ τοῦ σώματος, εἴτε τρίβοις,
3. εἴτε λούοις, εἴθ’ ὁπωσοῦν ἄλλως θερμαίνοις, ὄψει γιγνόμενον
4. ὅπερ Ἱπποκράτης ἐπὶ τῶν ὕδατι θερμῷ καταντλουμένων
5. εἶπε· τὸ μὲν γὰρ πρῶτον ἀείρεται, ἔπειτα δὲ ἰσχναίνεται.
6. διὰ τοῦτο σαρκῶσαι μὲν ἡμῖν βουλομένοις ὁτιοῦν σῶμα
7. μέχρι τοσούτου θερμαντέον ὡς εἰς ὄγκον ἀρθῆναι. διαφορῆσαι
8. δὲ καὶ κενῶσαι μέχρι τοσούτου χρονιστέον ὡς ἰσχνωθῆναι
9. τὸ πρότερον ὀγκωθέν. ἀκριβῶς δὲ τὸν νοῦν προσέχειν
10. χρὴ τὸν ἐπιστατοῦντα ταῖς τοιαύταις ἐνεργείαις καὶ μάλιστα
11. ἐφ’ ὧν βούλεται σαρκῶσαι· τοῦ μὲν γὰρ διαφορῆσαι πλατὺς
12. ὁ καιρὸς, ὥστε οὐδ’ ἑκὼν ἁμάρτοις ἂν αὐτοῦ· τοῦ σαρκῶσαι
13. δ’ ὀξύς· ὅταν γὰρ πρῶτον ὀγκωθῇ, τότε παύσασθαι χρή·
14. τὸ δ’ ὀγκωθῆναι τοῦτο καθ’ ἕκαστον τῶν σωμάτων ἴδιόν
15. ἐστιν. οὐ γὰρ οἷόν τε τὸν τῷ λόγῳ προκείμενον νῦν τὸν
16. ἰσχνὸν εἰς ὄγκον ἀφικέσθαι τοῖς ὑγιαίνουσιν ἴσον· ἀλλ’ ὅταν
17. ἐπ’ ὀλίγον ἀρθῇ, διαφορεῖται παραυτίκα. χρὴ τοίνυν ἀκριβῶς
1. προσέχειν τὸν νοῦν, ὅπως μὴ λάθῃ σε παρελθὼν ὁ καιρός.
2. ἐὰν γοῦν ἀνατρίβῃς τὸν ἄκρως ἰσχνὸν, ἀρκεῖ τὸ ἐρύθημα
3. μόνον· ἐάν τε λούῃς, τὸ θερμῆναι μετρίως· ἐπέκεινα δὲ
4. τοῦδε χρονίζων καταλύσεις μᾶλλον ἢ θρέψεις αὐτόν. ἐπαλείφειν
5. δὲ ἐλαίῳ μετὰ τὰ λουτρὰ χάριν τοῦ μὴ διαπνεῖσθαι πλέον
6. τοῦ προσήκοντος, ἀλλ’ ἐμπεφράχθαι τοῦ δέρματος τοὺς πόρους.
7. εἴη δ’ ἂν εὐθέως αὐτὸ τοῦτο τῆς μὲν ξηρότητος ἄκος,
8. οἷον πρόβλημα δέ τι πρὸς τὴν ἐκ τοῦ περιέχοντος βλάβην.
9. καὶ εἰ μὲν οὖν ἥδοιτο τῷ γάλακτι, καὶ μετὰ τὸ δεύτερον αὐτῷ
10. δώσομεν λουτρόν· εἰ δὲ μὴ, πτισάνην ἀκριβῶς καθεψημένην,
11. ἢ χόνδρον ὡς πτισάνην κατεσκευασμένον. εἶτ’ αὖθις ἡσυχάσαντα
12. πάλιν πρὸς τὸ τρίτον ἄξομεν λουτρὸν ἢ ἄντικρυς ἐπὶ
13. τὸ δεῖπνον. ἄρτος δ’ ἔστω παρεσκευασμένος αὐτῷ κλιβανίτης
14. καθαρὸς ἐπιμελῶς μὲν ὠπτημένος, ἔχων δὲ ζύμης
15. τε καὶ ἁλῶν αὐτάρκων. ὄψον τε τῶν πετραίων ἰχθύων, ἢ
16. ὀνίσκος ἐκ λευκοῦ ζωμοῦ. καὶ μὴν καὶ τὰ πτερὰ καὶ οἱ ὄρχεις
17. τῶν ἐν γάλακτι τρεφομένων ἀλεκτρυόνων ἐπιτήδειοι, μὴ
1. παρόντων δὲ τούτων ἄλλοις χρηστέον. οὕτω δὲ καὶ πέρδιξι
2. καὶ στρουθοῖς χρῆσθαι τοῖς ὀρείοις τε καὶ μαλακοσάρκοις,
3. φυλάττεσθαι δὲ τά θ’ ἕλεια καὶ σκληρόσαρκα· συνελόντι δὲ
4. φάναι, τὸ κεφάλαιον τῆς τροφῆς, εὔπεπτος ἔστω καὶ τρόφιμος,
5. ἥκιστα δὲ καὶ γλίσχρος καὶ περιττωματική. τροφιμώτατον
6. οὖν ἐστιν ἁπάντων ὧν ἴσμεν ἐδεσμάτων χοίρειον κρέας,
7. ἀλλ’ οὐχ ὁμοίως τοῖς εἰρημένοις εὔπεπτον καὶ χυμοῦ γλίσχρου
8. καὶ παχέος γεννητικόν. οὐδὲ γὰρ οὐδ’ ἄλλως οἷόν τε διακεῖσθαι
9. τὸ ἄκρως τρόφιμον. ἴσχεσθαι γὰρ αὐτὸ χρὴ καὶ προσπλάττεσθαι
10. δυσαπολύτως, οὐ διαῤῥεῖν ὑπὸ λεπτότητος.
11. οὐ μὴν εἴς γε τὰ παρόντα χρηστόν. εἰ μὲν γὰρ ἡ τροφὴ ἑαυτὴν
12. πέττουσα καὶ ἀναδιδοῦσα καὶ τοῖς τρεφομένοις ὁμοιοῦσα,
13. προσεφύετο τοῖς πλείστης ἀναθρέψεως δεομένοις, τροφιμωτάτων
14. ἂν ἔδει σιτίων. ἐπεὶ δ’ οὐκ ἄλλο μέν ἐστι τὸ τρέφεσθαι
15. δεόμενον, ἄλλο δὲ τὸ ταῦτα κατεργαζόμενον, ἀλλ’
16. ἑαυτῷ τε τὴν τροφὴν ἐπισπᾶται τὸ τρέφεσθαι μέλλον, ἑαυτῷ
17. τε μεταβάλλει καὶ πέττει καὶ προσφύει καὶ ἐξομοιοῖ, διττὸν
1. ἕξει σκοπὸν τῆς τῶν σιτίων ἐπιτηδειότητος· ἕνα μὲν οὖν
2. αὐτοῦ τοῦ σιτίου τὴν φύσιν, ἕτερον δὲ τὴν οἰκείαν τε αὐτῷ
3. καὶ σύμφυτον δύναμιν. ἐξ οὖν τῶν εἰρημένων εὔδηλον ὡς
4. οὔτε τὸ τροφιμώτατον σιτίον ἄριστον εἰς τὰ δεόμενα σώματα
5. πλείονος ἀναθρέψεως· οὐ γὰρ ὑπάρχει τῷ τοιούτῳ τὸ
6. πέττεσθαι ῥᾳδίως· οὔτε τὸ εὐπεπτότατον, ὅτι γε μηδὲ τοῦτο
7. δυνατὸν εἶναι τροφιμώτατον. ἐναντιουμένων οὖν ἀλλήλοις
8. τῶν σκοπῶν οὐ χρὴ τοῦ ἑτέρου τῆς ἀκρότητος ὀριγνώμενον
9. ἐπιλαθέσθαι θατέρου παντάπασιν, ἀλλ’ ἀμφοῖν ἀεὶ μεμνημένον,
10. εἰς ὅσον οἷόν τέ ἐστι μιγνύειν αὐτούς. τούτου μὲν
11. δή μοι διαπαντὸς μέμνησο τοῦ παραγγέλματος. οἴνου δ’
12. ἐφεξῆς ποιότητός τε καὶ ποσότητος μνημονεύσωμεν, μεγίστην
13. ἔχοντος εἰς τὰ τοιαῦτα δύναμιν, ἐπειδὴ καὶ μόνῳ τούτῳ
14. ποτῷ χρηστέον εἶναί φημι πᾶσι τοῖς ἀναθρέψεως δεομένοις
15. σώμασιν ἄνευ τοῦ πυρέττειν. ἔστω τοίνυν ὡς ἐν παραδείγματι
16. μὲν εἰπεῖν, οἷος ὁ Σαβῖνος μὲν ἐπὶ τῆς Ἰταλίας, Ἀρσύνιος
17. δὲ κατὰ τὴν Ἀσίαν, ὡς δὲ τύπῳ τε καὶ ὅλῳ τῷ γένει
18. περιλαβεῖν, ὁ ὑδατώδης μὲν τἄλλα, βραχεῖαν δ’ ἔχων τὴν
1. στύψιν. ὑδατώδη δ’ οἶνον ὀνομάζω τὸν λεπτὸν καὶ λαμπρὸν
2. τὸν λευκὸν, ὃς καὶ καθαρὸν καὶ ὀλιγοφόρον, ὡς Ἱπποκράτης
3. ἐκάλεσεν. ὀλιγοφόρος δ’ ἐστὶν, ὡς ἂν ἐν τῷ κεράννυσθαι,
4. τὴν τοῦ ὕδατος μίξιν ὀλιγίστην φέρει. τουτέστιν ὁ
5. ἀσθενέστατός τε καὶ ὑδατωδέστατος ὡς ἐν οἴνοις· ὁ γὰρ
6. ἀνεχόμενος ὕδατος πλείστου μίξιν ἐν τῷ κεράννυσθαι σφοδρότατός
7. ἐστι καὶ ἰσχυρότατος. ὠνόμαζε τὸν τοιοῦτον ὁ
8. Ἱπποκράτης οἰνώδη. ἀλλὰ τοῦτον μὲν φυλάττεσθαι, πλήττοντα
9. τὰς ἀσθενεῖς δυνάμεις. ὁ δ’ ὑδατώδης μὲν, αὐστηρὸς
10. δὲ, ἐπιτήδειος, ὡς ἂν τὴν τοῦ ὕδατος ἐκπεφευγὼς ἀσθένειαν
11. καὶ μηδέπω τὴν οἴνου βλάβην ἔχων. ἐκ τούτων οὖν τῶν σκοπῶν
12. εὑρήσεις αὐτοῦ καὶ τὴν ἡλικίαν καὶ τὴν κρᾶσιν. ὁ μὲν
13. γὰρ νέος ὑδατωδέστερός τε καὶ ἀσθενέστερός πως ἢ ὡς οἴνῳ
14. πρέπει, μετὰ καὶ τοῦ δυσπεπτότερος εἶναι καὶ περιττωματικώτερος.
15. ὁ δὲ πρεσβύτερος οἰνωδέστερός τε καὶ ἰσχυρότερος
16. ἢ ὡς τοῖς παροῦσιν ἁρμόττει. διὸ καὶ θᾶττον ἐτῶν
17. ἓξ ὁ εὐγενὴς Σαβῖνος οὐκ ἐπιτήδειος, ἐμπλέων ἐπὶ πλεῖστον
18. ἔν τε τῷ στομάχῳ καὶ τῇ γαστρὶ καὶ κλύδωνας ἐργαζόμενος.
1. εὐγενῆ δ’ ὀνομάζω τὸν αὐστηρὸν, ὁμοίως μὲν Σαβῖνον,
2. ὁμοίως δὲ Ἀδριανόν τε καὶ Ἀλβανὸν, ὁμοίως δὲ
3. Ἀρσύνιόν τε καὶ Τιτακαζηνὸν, ὅσοι τε ἄλλοι τοιοῦτοι· λέλεκται
4. γὰρ ἐπὶ πλέον ὑπὲρ ἁπάντων οἴνων ἰδίᾳ. πρὸς τούτους
5. οὖν ἀναφέρων τοὺς σκοποὺς καὶ τὴν πρὸς τὸ ὕδωρ
6. αὐτοῦ ποιεῖσθαι κρᾶσιν· ἔτι δ’ ἂν μᾶλλον ἀκριβῶς στοχάζοιο
7. τῶν εἰρημένων, εἰ τῆς τοῦ ὕδατος κακίας τὰ κεφάλαια διὰ
8. μνήμης ἔχοις· ἤρτηται δὲ ἐκ τῆς ψυχρότητος αὐτοῦ πάντα,
9. δι’ ἣν ἐν τοῖς ὑποχονδρίοις τε μέχρι πλείστου παραμένει καὶ
10. κλύδωνας ἐργάζεται καὶ πνευματοῦται καὶ διαφθείρεται καὶ
11. τῆς γαστρὸς ἐκλύει τὸν τόνον, ὡς καὶ τὰς πέψεις διὰ τοῦτο
12. χείρους γίγνεσθαι· συμπράττει δ’ οὐδὲ ταῖς ἀναδόσεσι τῆς
13. τροφῆς οὐδὲν ὅ τι καὶ ἄξιον λόγου. καὶ μέν γε καὶ αἱ τῶν
14. προειρημένων οἴνων ἀρεταὶ ταῖς νῦν εἰρημέναις κακίαις ἐξ
15. ὑπεναντίου τὴν φύσιν ἔχουσιν· οὔτε γὰρ ἐμφυσῶσι τὸ ὑποχόνδριον,
16. ἀλλ’ εἰ καὶ φυσωδέστερόν πως εἴη προστέλλουσιν,
17. οὔτε χρονίζουσιν αὐτόθι τῷ τῆς θερμασίας συμμέτρῳ, τάς θ’
18. ὁδοὺς τῆς ἀναδόσεως ἀνοιγνύντες, αὐτοί τε συνεπωθοῦντες
1. ἅμα καὶ συναναφέροντες τὴν τροφὴν εἰς τάχος τῇ κατὰ τὴν
2. ἀνάδοσιν ἐνεργείᾳ συντελοῦσιν, εὔχυμοι τ’ εἰσὶ καὶ κατακεραστικοὶ
3. καὶ πεπτικοὶ τῶν κατὰ γαστέρα τε καὶ φλέβας. αὐξάνουσι
4. δὲ καὶ τὴν δύναμιν τῶν ὀργάνων καὶ τὰ περιττώματα
5. πρὸς τὰς ἐκκρίσεις ποδηγοῦσι. ταῦτ’ ἄρα καὶ οὐρητικοὶ τῶν
6. ἄλλων οἴνων οἱ τοιοῦτοι μᾶλλόν εἰσιν, ὡς ἂν αὐτοί τε ταχέως
7. διερχόμενοι τὸ σύμπαν σῶμα καὶ τὰ περιττώματα τῇ ῥύμῃ τῆς
8. φορᾶς ἑαυτοῖς συνεκκρίνοντες. εἴρηται μὲν οὖν ἑτέρωθι τελεώτερον
9. ὑπὲρ τῆς τῶν οἴνων δυνάμεως, ὥσπέρ γε καὶ περὶ
10. τῆς τῶν σιτίων· καὶ χρὴ τὸν μεθόδῳ τὴν τέχνην ἐργάζεσθαι
11. βουλόμενον ἰδίας τῶν ὑλῶν ἁπασῶν ἐκμαθόντα τὰς δυνάμεις
12. μηκέτι καθ’ ἕκαστον πάθος ἀκούειν ἀξιοῦν, ἀλλ’ αὐτὸ
13. μόνον ἐπιγνόντα τὸ τῆς θεραπείας εἶδος εὑρετικὸν εἶναι τῆς
14. ἁρμοζούσης διαίτης. ἐγὼ δ’ οὐκ ὀκνήσω, κηδόμενος τῶν
15. τἀληθῆ σπευδόντων ἐκμανθάνειν, ἐφάψασθαι καὶ τῆς τοιαύτης
16. διδασκαλίας, ἕνεκα τοῦ τοὺς ἀγυμναστοτέρους τὸν λογισμὸν
17. ἀπὸ τῶν καθόλου μεταβαίνειν ἐπὶ τὰ κατὰ μέρος ὑπὸ
18. τῶν παραδειγμάτων ποδηγουμένους. ὅσον οὖν ὑπόλοιπόν
1. ἐστι προσθετέον αὖθις. ὁ σκοπὸς τῆς ποσότητος ἐπὶ μὲν
2. τοῦ πόματος, ὡς μηδέ ποτ’ ἐμπλεῦσαι τῇ γαστρὶ καὶ κλύδωνος
3. ἐργάζεσθαί τινα αἴσθησιν, ἐπὶ δὲ τῶν σιτίων, μάλιστα
4. μὲν εἰ οἷόν τε, μηδὲ βαρῦναί ποτε αὐτήν· χαλεπὸν δὲ τὸ
5. τοιοῦτον ἢ ἴσως ἀδύνατον, ἐν ἀτόνῳ γαστρὶ φυλάξασθαι
6. παντάπασιν, δεύτερον δ’ ὅτι τάχιστα παύσασθαι τὸ βάρος·
7. ἐφεξῆς δὲ διάτασίν τε καὶ πνευμάτωσιν ὑποχονδρίων φυλάττεσθαι.
8. εἰ μὲν δὴ συμπέσοι τοιοῦτό τι κατὰ τὴν πρώτην
9. ἡμέραν, ἀνάλογον τῷ μεγέθει τοῦ συμπτώματος ἀφελεῖν χρὴ
10. τῶν σιτίων ἐπὶ τῆς ὑστεραίας· εἰ δ’ ἀμέμπτως ἅπαντα γίγνοιτο,
11. προσθεῖναι βραχύ τι. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐπὶ
12. τῆς τρίτης ἡμέρας ἢ ἀφαιρεῖν ἢ προσθεῖναι, τῇ προηγουμένῃ
13. παραβάλλοντας. καὶ οὕτως ἄχρι παντὸς ἀναθρεπτικῶς τε
14. καὶ ἀναληπτικῶς ἅπαντα διαπράττεσθαι κινήσεσιν, αἰωρήσεσι
15. καὶ περιπάτοις ἀνάλογον τῇ τοῦ σώματος ἐπιδόσει, προστιθέντα
16. καὶ τἄλλα πάντα κατὰ τὸν ἀναληπτικὸν ὀνομαζόμενον
17. τρόπον, ὃς οὐ τῷ γένει διενήνοχε τοῦ νῦν ἡμῖν ἐνεστῶτος,
18. ἀλλὰ τῷ σύμπαν ὡσαύτως ἔχειν ἐπ’ ἐκείνου τὸ σῶμα, καθάπερ
1. ἡ γαστὴρ ἐπὶ τοῦδε. συμβαίνει δὲ μάλιστα κατὰ
2. τὰ χρόνια τῶν ἀῤῥωστημάτων, ὅταν ἡ σύμφυτος ὑγρότης
3. ἑκάστου μέρους, ἐξ ἧς πρώτης τρέφεται, κινδυνεύει μηκέτι
4. εἶναι· τὴν μὲν γὰρ αὐτῶν τῶν στερεῶν σωμάτων ξηρότητα
5. τῶν ἀδυνάτων ἐστὶν ἐπανορθώσασθαι, καθάπερ καὶ τὸ γῆρας,
6. ὡς κᾀν τῷ περὶ μαρασμοῦ δέδεικται λόγῳ· τὴν ὑγρότητα
7. δὲ κᾂν ἀπόληται τελέως, οἷόν τε γεννῆσαι κατὰ τὴν
8. εἰρημένην ἀρτίως δίαιταν. ἐν μὲν οὖν ταῖς ἄλλαις ἀναλήψεσιν
9. οὐδὲν ἐξαίρετον ἡ γαστὴρ πέπονθεν· ἐν δὲ τῇ νῦν προκειμένῃ
10. διαθέσει τὸ νόσημα μέν ἐστι τῆς γαστρὸς, λεπτύνεται
11. δὲ τῷ χρόνῳ τὸ σύμπαν σῶμα μὴ καλῶς τρεφόμενον· εὔλογον
12. οὖν ἀκριβεστέρας δεῖσθαι διαίτης τούσδε, διὰ τὸ περὶ τὰς
13. πέψεις ἄῤῥωστον, ἀλλ’ ὅταν γε βελτίους γένωνται, κατὰ
14. βραχὺ μετάγειν αὐτοὺς ἐπὶ τὴν ἀναθρεπτικὴν καὶ ἀναληπτικὴν
15. ὀνομαζομένην ἀγωγήν. γίγνοιτο δ’ ἂν τοῦτο τρίψεσί
16. τε πλείοσιν ἢ πρόσθεν αἰωρήσεσί τε χρωμένων. ὑπαλλάττειν
17. δ’ ἐν τούτῳ χρὴ καὶ τῶν τροφῶν τό τε ποσὸν καὶ τὸ ποιὸν,
18. ὡς καὶ πλείω καὶ ἰσχυρότερα σιτία τῶν ἔμπροσθεν διδόναι.
1. καὶ τοῦ χρόνου δὲ προϊόντος, ὅταν ἤδη πλησίον ἥκωσι τῆς
2. ὑγιεινῆς καταστάσεως, ἀποχωρῆσαι πτισάνης καὶ γάλακτος·
3. ἔτι δὲ τῶν ἐκ χόνδρου ῥοφημάτων ἐπὶ τὰ συνήθη προσάγοντας
4. σιτία· εἶτα καὶ τοὺς ἰχθύας ἀφελεῖν, εἰ μὴ δι’ ἔθους εἶεν,
5. ἐπὶ τοῖς πτηνοῖς διαιτωμένους· ἐδωδῆς τε χοιρείων κρεῶν,
6. ἄρξασθαι μὲν ἀπὸ ποδὸς ἐν πτισάνῃ καθεψημένου· μετὰ
7. ταῦτα δὲ καὶ ὁ κωλὴν ἂν ληφθείη καλῶς, ἔπειτα ἤδη καὶ
8. τἄλλα μόρια· τὸ μὲν πρῶτον ἱερείου νέου καὶ, εἰ χειμὼν εἴη,
9. πρὸ μιᾶς ἡμέρας ἐσφαγμένου· τὸ γὰρ ἕωλον εὐπεπτότερόν
10. ἐστι τοῦ προσφάτου. θέρους δ’ ἀρκεῖ τεθύσθαι μὲν ἕωθεν
11. τὸ ἱερεῖον, ἐσθίεσθαι δὲ περὶ δυσμὰς ἡλίου· πειρατέον γὰρ
12. ἄχρι παντὸς μὲν διαφυλάττειν ὃ παρῃνέσαμεν ἐν τοῖς ἔμπροσθεν,
13. ἡνίκ’ εἰς ἑσπέραν ἠξιοῦμεν, δίδοσθαι τὴν ἰσχυροτέραν
14. τροφὴν, οὐ μικρῶν ἀγαθῶν ἀπολαβόντων τῶν οὕτω διαιτωμένων·
15. γνώσῃ δ’ ἐπισκεψάμενος ἀκριβέστερον· ἄμεινον γὰρ
16. ἐπ’ ἀρχὴν ἀναγαγεῖν τὸν λόγον. ἐπειδὴ δέονται μὲν οἱ οὕτως
17. ἔχοντες ὅτι πλείστου τοῦ θρέψαντος, οὐ δύνανται δὲ πέττειν
18. οὐδὲ τὰ μέτρια, κατὰ βραχὺ καὶ πολλάκις ἄμεινον αὐτοῖς
1. διδόναι. διὰ τοῦτο οὖν οὐ μόνον ἅπαξ οὐχ οἷόν τ’ ἐστὶ τρέφειν
2. αὐτοὺς ἱκανῶς, ἀλλ’ οὐδὲ δὶς, ἕως ἂν ὦσιν ἰσχνότατοι·
3. καὶ διὰ ταύτην τὴν αἰτίαν εἴωθα τρὶς αὐτοὺς τρέφειν. ὅταν
4. μέντοι βελτίους ἑαυτῶν ἐναργῶς ἤδη φαίνονται γεγονότες,
5. ἀρκεῖ καὶ δὶς αὐτοὺς τρέφειν. τοσαύτην οὖν εὔλογον εἶναι
6. αὐτοῦ τὴν πρώτην τροφὴν, ὡς ἀκριβῶς ἅπασαν πεπέφθαι
7. πρὶν ἢ τὴν δευτέραν λαμβάνεσθαι. τοῦτο δὲ οὐχ οἷόν τε ταῖς
8. ἰσχυροτέραις ὑπάρξαι. ληπτέον οὖν ἀσθενῆ τὴν πρώτην, ὡς
9. πεφθῆναί τε τάχιστα καὶ ὑπελθεῖν αὐτῆς τὸ περίττωμα καὶ
10. κενῇ καὶ καθαρᾷ τῇ γαστρὶ τὴν δευτέραν δοθῆναι τροφήν.
11. ἀλλ’ ἐπεὶ μὴ μόνον ἡσυχία καὶ ὕπνος, ἀλλὰ καὶ χρόνος μακρότερος
12. ἐκδέχεται τὴν ταύτης οἰκονομίαν, εὔλογον ὅσα τῶν
13. σιτίων ἰσχυρότερα κατὰ τοῦτον μάλιστα δίδοσθαι τὸν καιρόν.
14. ἀμέλει καὶ οἱ ἀθλοῦντες οὕτω πράττουσιν ἅπαντες, οὐ
15. λόγου μόνον ἐξευρόντος αὐτοῖς τινος, ἀλλὰ καὶ τῆς πολυχρονίου
16. πείρας μαρτυρούσης. καὶ μέντοι καὶ ὅπερ ἐκεῖνοι πράττουσιν,
17. οὐδὲν χεῖρόν ἐστι καὶ τοὺς ἀναληπτικῶς ἀγομένους
18. ποιεῖν καὶ μὴ πίνειν ἐπὶ τῷ δείπνῳ παραυτίκα, πρὶν πεφθῆναι
1. τὴν τροφήν· ἐμπλέει γὰρ τὰ σιτία πινόντων, ὡς μὴ
2. ψαύειν αὐτῶν τὸ τῆς γαστρὸς σῶμα, μέσης ἱσταμένης τῆς
3. ὑγρότητος. εἰ δὲ διψώδεις εἶεν, ἀπέχειν μὲν αὐτοὺς τὸ πάμπαν
4. ἀνιαρόν τε ἅμα καὶ ἀλυσιτελές· ὀλίγον δὲ δοτέον
5. ὡς παραμυθήσασθαι τὴν ἀνίαν καὶ πραῧναι τὸ δίψος. ἐπειδὰν
6. δὲ πέψωσι τὴν τροφὴν, ἐπιτρέπειν αὐτάρκως
7. πιεῖν· ἀναδίδοται γὰρ οὕτω πραξάντων τάχιστα. μετὰ δὲ
8. τὸν ὕπνον, ἕωθεν μὲν ἀποπατήσαντα καὶ βραχύ τι περιπατήσαντα
9. τρῖψαι συμμέτρως. ἡ δὲ σύμμετρος ἐπὶ τούτων
10. τρίψις ἐστὶν, ὡς θερμῆναι τὸ σῶμα· κᾄπειτα αἰώραις χρηστέον·
11. εἶτ’ αὖθις λουτέον τε καὶ τριπτέον ἐντὸς τοῦ μέσου
12. τῆς ἡμέρας, ἢ πάντως γε περὶ τὸ μέσον ὡς ἱκανὸν γίγνεσθαι
13. τὸ πρὸς τὴν ἑσπέραν διάστημα. τὸ δ’ ὅτι καὶ τῶν οἴκων ἐν
14. οἷς ὁ ἀναλαμβανόμενος διαιτᾶται φροντιστέον ἐστὶν ἐν τοῖς
15. μάλιστα, ὅπως μὴ ψυχρότεροι τοῦ προσήκοντος ἢ θερμότεροι
16. γενηθῶσιν, οὐδὲν δέομαι λέγειν· ὅσα τ’ ἄλλα τοιαῦτα
17. δυνατὸν ἑαυτῷ τινα χωρὶς ἡμῶν εὑρίσκειν, οὐ μόνον ἐκ τῶν
18. ἐνταῦθα λελεγμένων ὁρμώμενον, ἀλλὰ καὶ ἐκ τῆς ὑγιεινῆς
1. πραγματείας. ἔστι γὰρ ἡ ἀναληπτικὴ δίαιτα μέση τῆς ὑγιεινῆς
2. τε καὶ θεραπευτικῆς. ὥστε ἐκ τῶν καθ’ ἑκατέραν λεγομένων
3. οὐδὲν ἔτι χαλεπὸν ἑαυτῷ τινα τὸ μέσον ἐξευρίσκειν. τά τε
4. γὰρ ἄλλα καὶ οὐχ ἓν εἶδος ἅπασι διαίτης ἐν ἔθει· τοῖς μὲν
5. γὰρ ἅπαξ, τοῖς δὲ δὶς σιτεῖσθαι, καὶ τοῖς μὲν θᾶττον, τοῖς δ’
6. εἰς ἑσπέραν ἄρχεσθαι τῆς προσφορᾶς ἔθος ἐστί. καὶ δὴ καὶ
7. τὰ ἐσθιόμενα τοῖς μὲν ἰχθύες εἰσὶ τὸ πλεῖστον ἢ ὅλως τὰ ἐκ
8. τῆς θαλάττης, τοῖς δὲ λάχανα μᾶλλον ἢ ὅλως τὰ ἐκ κήπων
9. τοῖς δὲ ὀπῶραι, τοῖς δὲ ὄσπρια, τοῖς δὲ ἀκρόδρυα, τοῖς δὲ
10. κρέα τετραπόδων ζώων, ἄλλοις ἄλλα, τοῖς δὲ ὀρνίθων, ἄλλων
11. ἄλλοις καὶ ταῦτα. καὶ δὴ καὶ τυρῷ καὶ γάλακτι χρῶνταί
12. τινες, οἱ πλεῖστοι μὲν αἰγῶν τοὐπίπαν ἢ βοῶν, ἔνιοι δὲ καὶ
13. ἑτέρων τινῶν. καὶ πίνουσιν οἱ μὲν θερμὸν, οἱ δὲ ψυχρόν·
14. καὶ οἶνον ἢ πολὺν, ἢ ὀλίγον, ἢ οὐδόλως, ἢ τοῖον, ἢ τοῖον.
15. εἰς ταῦτ’ οὖν ἐπανάγειν ἕκαστον εἰς ἅπερ εἴθισται. γέγραπται
16. δὲ καὶ περὶ ἔθους ἀκριβέστερον ἰδίᾳ· καὶ νῦν ἀρκεῖ τό
1. γε τοσοῦτον εἰπεῖν, ὡς οὐ μόνον ἐπὶ τῆς ἀναληπτικῆς διαίτης,
2. ἀλλὰ καὶ κατὰ τὰς νόσους παμπόλλην μοῖραν εἰς ὕλης
3. τροφῆς καὶ φαρμάκου ἔκλεξιν ἐκ τῶν ἐθῶν ἐστι λαβεῖν. ὁ
4. μὲν γὰρ λόγος ὅλου τοῦ γένους ὑπαγορευτικώτερός ἐστι·
5. τὰς δὲ ὕλας ἔκ τε τῶν ἄλλων ὧν εἶπον, ἀτὰρ οὐχ ἥκιστα καὶ
6. ἐκ τῶν ἐθῶν ληπτέον. ἐπιβλέπειν δὲ καὶ τὰς τῶν φύσεων
7. ἰδιότητας. οἶδα γοῦν τινας, εἰ διὰ τῆς νυκτὸς ὁτιοῦν ἀναγκασθεῖεν
8. ἐγρηγορικὸν διαπράξασθαι, μηκέτι κοιμηθῆναι δυναμένους.
9. ἐκείνοις οὖν οὐ χρὴ συμβουλεύειν ἐν τῇ νυκτὶ πίνειν,
10. μή πως δι’ αὐτὸ τοῦτο περιπεσόντες ἀγρυπνίᾳ βλαβῶσι τὰ
11. μέγιστα· ξηραίνει γὰρ ὅλου τοῦ σώματος τὴν ἕξιν ἡ ἀγρυπνία
12. καὶ διὰ τοῦτό ἐστι βλαβερωτάτη τοῖς κατὰ ξηρότητα
13. νοσοῦσιν. ἔνιοι δὲ εἰ γεύσαιντο πτισάνης, αὐτίκα ναυτιῶσιν·
14. ἐνίοις δ’ ὀξύνεται ῥᾳδίως. ὅτι δὲ καὶ τὰ βόεια κρέα
15. πέπτουσί τινες ῥᾳδίως, ἕν τι τῶν τεθρυλημένων ἐστί· καὶ
16. ὡς ἄλλοι πρὸς ἄλλα βρώματά τε καὶ πόματα διάκεινται εὖ
17. τε καὶ κακῶς. οὐ μόνον δ’ ἐκ τούτων, ἀλλὰ κᾀκ τῶν ὡρῶν
18. τε καὶ χωρῶν εὐπορία τῆς ὕλης τῶν διαιτημάτων γίγνεται.
19. καὶ ἤδη πολλοῖς τῶν πρὸ ἐμοῦ πρεσβυτέρων γέγραπται
1. ταῦτα· διὸ κᾀγὼ παρατρέχω μὲν τὰ τοιαῦτα, μόνον ἀναμιμνήσκων
2. αὐτῶν, ὑπὲρ τοῦ μηδὲν παραλείπεσθαι. τὸ παραλελειμμένον
3. δὲ τοῖς νεωτέροις ἰατροῖς ἅπασιν ἐπέξειμι, τὸ τὰς
4. διαθέσεις τῶν σωμάτων θεραπεύειν μεθόδῳ τῶν παλαιῶν,
5. ὡς εἶπον καὶ πρόσθεν, ἀρξαμένων μὲν καλῶς, οὐ συντελεσάντων
6. δὲ τὴν μέθοδον. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἰτέον αὖθις.
7. αἱ ξηραὶ δυσκρασίαι τῶν σωμάτων αὐτῶν ἁψάμεναι τῶν στερεῶν,
8. εἰ μὲν περί τι μόριον συσταῖεν, ὥσπερ ὑπόκειται
9. νῦν κατὰ τὴν γαστέρα, τελέως οὐκ ἄν ποτε θεραπευθεῖεν,
10. οὐδ’ ἐπανέλθοιεν εἰς τὴν πρὸ τοῦ νοσῆσαι διάθεσιν. ἀλλ’
11. ὅπερ εἴωθε λέγεσθαι συνήθως ὑπ’ αὐτοῦ τοῦ πράγματος
12. διδαχθεῖσι τοῖς πολλοῖς, ὡς ἡ νόσος ἐκάκωσε τὴν γαστέρα
13. καὶ ἀσθενῆ παρεσκεύασεν εἰς τὸν ἔπειτα βίον, ἐπὶ ταῖς τοιαύταις
14. μάλιστα συμπίπτει δυσκρασίαις. γέροντος γὰρ οὗτοι
15. ἴσχουσι γαστέρα πρὶν γηρᾶσαι· διὸ καὶ βλάπτονται ῥᾳδίως
16. ὑπὸ σμικρῶν αἰτιῶν, ὥσπερ οἱ γέροντες, καὶ πέττειν οὐ δύνανται
17. καλῶς· ἐξ οὗ συμβαίνει καὶ τὸ σύμπαν αὐτοῖς σῶμα
1. χεῖρον ἴσχειν· οὕτως δὲ κᾂν ἄλλο τι πάθωσι μόριον, ἂν δὲ
2. καὶ τὴν καρδίαν αὐτὴν, ἐν τάχει μαραίνονται· καὶ καλεῖ τὸν
3. τοιοῦτον μαρασμὸν ὁ Φίλιππος ἐκ νόσου γῆρας. οὗτος μὲν
4. οὖν ὁ μαρασμὸς ἐπὶ θάνατον ἄγει συντόμως· ἐφεξῆς δὲ καὶ
5. ὁ ἀπὸ τοῦ ἥπατος ἀρξάμενος· εἶθ’ ὁ ἀπὸ τῆς γαστρός· οἱ
6. δ’ ἐπ’ ἄλλοις μορίοις εἰς τοσοῦτον χρονιώτεροι εἰς ὅσον
7. ἕκαστον αὐτῶν ἀκυρώτερόν ἐστι τῶν εἰρημένων. εἰ δὲ βραχύ
8. τι τὸ τῆς καρδίας σῶμα ξηρανθείη, ταχύγηροι μὲν γίγνονται,
9. διαρκοῦσι δ’ εἰς ἔτη πλείω τῶν ἰσχυρῶς βλαβέντων. μετὰ
10. ταῦτα δ’ ἐφ’ ἥπατι καὶ γαστρὶ, καθάπερ εἴρηται, κᾀπὶ τοῖς
11. ἄλλοις ἅπασιν ἀνάλογον. ἀλλ’ ἥ γε δίαιτα κατὰ γένος ἡ αὐτὴ
12. καὶ ταύτῃ τῇ ξηρότητι καὶ τῇ τὴν ὑγρότητα μόνην ἐκδαπανώσῃ,
13. τὴν τρέφουσαν τὰ στερεά· καὶ πρὸς ταύταις γέ τοι
14. τῇ τρίτῃ ῥηθείσῃ ξηρότητι κατὰ τὸν ἔμπροσθεν λόγον. εὐιατοτάτη
15. δὲ πασῶν ἐστιν ἡ τετάρτη, καθ’ ἣν αἱ φλέβες ἐκκενοῦνται
16. τῶν χυμῶν. καὶ μᾶλλον ὡς ψυχρότης ἕξεως ἡ
17. τοιαύτη θεραπεύεται διάθεσις ἤπερ ὡς ξηρότης· καὶ ἵνα
18. σαφέστερον εἴπω, τὸ μὲν τῆς ψύξεως ἐπικρατεῖ καὶ ὁ κίνδυνος
1. κατὰ τοῦτο. δευτέρα δ’ ἐστὶν ἡ ξηρότης, ὅθεν καὶ ἡ
2. ἴασις ἑτοίμη τε καὶ ταχίστη. δύο γὰρ ἡμέραις εἴ τις αὐτοὺς
3. διαιτήσειε πεφυλαγμένως θερμαίνων τε ἅμα τὰ μέτρια καὶ
4. ἀνατρέφων ἀσφαλῶς, εὐθέως τῇ τρίτῃ προσίενται δίαιταν
5. ἁδροτέραν ἀβλαβῶς· καὶ πολὺ δὴ μᾶλλον τῇ τετάρτῃ καὶ τῇ
6. πέμπτῃ. καὶ τοῦτο ἄρα ἦν τὸ ὑφ’ Ἱπποκράτους λεγόμενον,
7. τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα νωθρῶς ἐπανατρέφειν, τὰ
8. ἐν ὀλίγῳ ὀλίγως.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 7.6, ed. Kühn, 1825, vol. 10, p. 471-496. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:7.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩