9. Ἰστέον δ’ ὅτι ταῖς ξηρότησι τῶν στερεῶν σωμάτων
10. ψύξις ἐξ ἀνάγκης ἀκολουθεῖ χρονιζούσαις. διαμένειν γὰρ
11. αὐτὴ καθ’ ἑαυτὴν ἡ ξηρότης, ἀμέμπτου τῆς κατὰ τὸ θερμὸν
12. καὶ ψυχρὸν ἀντιθέσεως ὑπαρχούσης, οὐ δύναται. τάχιστα γὰρ
13. ἐπὶ ταῖς ἀτροφίαις ἀποψύχεται τὰ μόρια, διότι καὶ ἡ θρέψις
14. αὐτοῖς ἐστιν ἐκ θερμοῦ χυμοῦ τοῦ αἵματος. ἀλλ’ ὅπερ ἐν
15. ἀρχῇ λέλεκται, ξηρότητος ἴασιν ἐποιησάμεθα νῦν ἐξ ἀρχῆς τε
16. συστάσης μόνης ἄχρι πλείστου τε μηδεμίαν ἀξιόλογον ἀκολουθοῦσαν
17. ἐχούσης ψύξιν. ἑξῆς ἂν οὖν εἴη μιγνύειν αὐτῇ
18. ψύξιν ἐναργῆ μὲν ἔχουσαν τὰ γνωρίσματα, μὴ μέντοι μεγάλα.
1. ἔσται τοίνυν ὁ σκοπὸς τῆς θεραπείας οὐκέθ’ ἁπλοῦς,
2. ὡς ὁ καὶ πρόσθεν· οὐ γὰρ ὑγραίνειν μόνον, ἀλλὰ καὶ θερμαίνειν
3. δεήσει. προσέχειν οὖν ἀκριβῶς ταῖς ὕλαις τῶν βοηθημάτων
4. μή τι λάθωμεν ἡμᾶς αὐτοὺς, ἐπιπλέκοντές τι τῶν
5. ἄγαν θερμαινόντων τοῖς ὑγραίνουσιν· ὑπάρχει γὰρ τούτοις
6. τὸ ξηραῖνον ἰσχυρῶς. ἀλλὰ καὶ τὸ ποσὸν τῆς βλάβης ἐν ἑκατέρᾳ
7. δυσκρασίᾳ πρὸς τὴν τῆς ὕλης εὕρεσιν ἱκανὸν ἔσται
8. ποδηγεῖν· οἷον αὐτίκα μεγίστης μὲν ξηρότητος ἴασιν ἄρτι
9. πέπαυμαι γράφων· αἱ μέτριαι δὲ τῆς οὕτως ἀκριβοῦς οὐ
10. δέονται διαίτης, ὅτι μηδὲ τὰ τῆς δυνάμεως ἐπ’ αὐτῶν
11. ἐσχάτως καταπέπτωκεν. οὐδὲ γὰρ οὐδὲ δι’ ἄλλο τι χαλεπὸν
12. γίγνεται θεραπεῦσαι καλῶς ἰσχυρὰν ξηρότητα σώματος ἢ
13. ὅτι χρῄζει μὲν ἀναθρέψεως, ἡ τροφὴ δ’ οὐ πέφυκεν ἑαυτὴν
14. προσφύειν, ἀλλ’ αὐτοῦ δεῖται τοῦ τρεφομένου δημιουργοῦντος
15. αὐτὴν, ὅπερ ἐστὶν ἄτονον. ὅταν οὖν ᾖ μετρίως τοῦτο
16. ξηρὸν, ἅτε μηδὲ τῆς δυνάμεως ἐσχάτως καταπεπτωκυίας,
17. ἁδρότερόν τε διαιτᾷν ἐγχωρεῖ καὶ κίνδυνος οὐδεὶς ἁμαρτεῖν
18. τοῦ μέτρου. διὰ τοῦτο καὶ ἡμεῖς ἐπὶ τὴν χαλεπωτάτην δυσκρασίαν
1. τὸν λόγον ἀγαγόντες ἐγυμνάσαμεν τοὺς φιλομαθεῖς
2. ἐπ’ αὐτῆς ὡς ἐπὶ παραδείγματος· ἐντεῦθεν γὰρ ὁρμηθέντες
3. αὐτοὶ ἐξευρήσουσιν ὕλας ἐπιτηδείας εἰς ἐπανόρθωσιν ξηροτήτων
4. μετρίων. ὑποκείσθω δὲ καὶ νῦν ἔτι παραπλησία μὲν ἡ
5. ξηρότης τῇ πρόσθεν, ἐζεύχθω δ’ αὐτῇ ψυχρότης. εἰς τοσοῦτον
6. οὖν ἐπιμίξομεν τοῖς ἔμπροσθεν εἰρημένοις τὴν τῶν θερμαινόντων
7. ὕλην εἰς ὅσον ἔψυκται τὸ μόριον. ὑποκείσθω
8. δὴ πρῶτον ἐψῦχθαι μετρίως αὐτό· προσθήσομεν οὖν τοῖς
9. εἰρημένοις ὀλίγον ἔμπροσθεν, ἐν μὲν τῇ τοῦ γάλακτος χρήσει
10. τὸ μέλι πλέον, ἐν δὲ τῇ τοῦ οἴνου τὸν αὐτὸν μὲν τῷ γένει
11. δώσομεν, ἧττον δ’ ὑδαρῆ τοῦ πρόσθεν, ἐτῶν δὲ πλειόνων.
12. ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέσματα σύμπαντα θερμότερα δοτέον οὐ
13. ταῖς φυσικαῖς κράσεσι μόνον, ἀλλὰ καὶ ταῖς προσφάτοις
14. ποιότησι. καὶ ναρδίνῳ μύρῳ συνεχῶς ἐπαλειπτέον τὴν κοιλίαν
15. ὡς μηδέποτε γενέσθαι ξηράν. εἰ δὲ τοῦτο μὴ παρείη, τὸ
16. μαστίχινον ἱκανόν· ἀλλὰ καὶ ὀποβαλσάμῳ χρίσομεν αὐτὴν,
17. αὐτῷ τε καθ’ ἑαυτὸ καὶ μιγνύντες τοῖς προειρημένοις. καὶ εἰ
18. μᾶλλον ἐθέλοιμεν ἔχεσθαι τοῦ χρωτὸς αὐτὰ, καὶ κηροῦ τι
1. προσμίξομεν. εἰ δὲ καὶ τὸ περιέχον εἴη ψυχρὸν, ἔριον βρέξαντες
2. ἐπιθήσομεν. ἀλλὰ καὶ τὴν Χίαν μαστίχην ἐν ὀποβαλσάμῳ
3. λειώσαντες, ἢ μύρῳ ναρδίνῳ, κᾄπειτα ἔριον δεύσαντες ἐπιθήσομεν
4. τῇ γαστρί. κάλλιον δὲ τὸ δευόμενον ἀρίστην εἶναι
5. πορφύραν οἵα πέρ ἐστιν ἡ Τυρία· στύφειν τε γὰρ χρὴ μετρίως
6. αὐτὴν, ἐμπλάττειν τε τοῦ δέρματος τοὺς πόρους. τὰ
7. μὲν γὰρ ἀραιοῦντα καὶ χαλῶντα διαφορεῖ τε ἅμα καὶ τοῖς
8. ἔξωθεν προσπίπτουσι ψυχροῖς εὐάλωτα παρασκευάζει τὰ
9. μόρια· τὰ δ’ ἐπὶ πλέον στύφοντα ξηραίνει. ὅθεν οὔτε διαφορητικῆς
10. εἶναι προσήκει δυνάμεως τὸ θερμαῖνον φάρμακον
11. τὰ οὕτως διακείμενα σώματα καὶ μὴ πολλὴν ἔχειν ἐπιμεμιγμένην
12. στύψιν. ἀναμνήσθητι γὰρ ὧν ἐπί τε τῶν ἀῤῥώστων
13. ἐθεάσω κᾀν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις ἐδιδάχθης,
14. ὡς κατὰ μὲν τὴν ἑαυτῆς δύναμιν ἡ στρυφνὴ ποιότης
15. ψύχει τε καὶ ξηραίνει· ξυμμιγνυμένη δέ τινι τῶν ἰσχυρῶς θερμαινόντων
16. τὸ συγκείμενον ἐξ ἀμφοῖν ἧττον μὲν ἐργάζεται
17. θατέρου θερμαῖνον, οὐχ ἧττον δ’ ἑκατέρου ξηραῖνον. ἐναντιώτατα
1. δὲ τούτων οἱ νῦν ἰατροὶ διαπράττονται, ξηρῷ καὶ
2. ἀτρόφῳ μορίῳ πολλάκις ἐπιτιθέντες ἐκ θερμῆς καὶ στρυφνῆς
3. ὕλης σύνθετον φάρμακον. ἔστι δὲ οὐδὲν τῶν στρυφνῶν μετρίως
4. στῦφον, ὅθεν οὐδὲ ξηραίνει μετρίως· ἀφεκτέον οὖν
5. ἐστιν αὐτῶν ἐπὶ τῶν προκειμένων διαθέσεων. εἰ δὲ καὶ ἡ
6. ψύξις εἴη πολλὴ μετὰ τῆς κατὰ ξηρότητα δυσκρασίας, ὡς
7. ἀναγκάζειν ἐπὶ πλέον θερμαίνειν, πρῶτον μὲν ἀναμιμνήσκου
8. τοῦ τῆς δυσκρασίας εἴδους· ἐδείχθη γὰρ ἁπάντων χαλεπώτατον·
9. ὥστε δυσεπανόρθωτον αὐτὸ γίνωσκε καὶ πολλῆς ἀκριβείας
10. δεόμενον. ἀπέχεσθαι δὲ ὁμοίως τῶν ἰσχυρῶς θερμῶν
11. καὶ στρυφνῶν πειρῶ, ἐλπίζων ἐν χρόνῳ πλείονι διὰ
12. τῶν ἀσφαλεστέρων ἰᾶσθαι τὴν διάθεσιν. ἀσφαλέστεραι δέ
13. εἰσιν αὗται, αὖθις γὰρ εἰπεῖν ὑπὲρ τῶν ὄντως ἀναγκαίων
14. ἄμεινον, ἐν ναρδίνῳ μύρῳ λειώσας μαστίχην Χίαν ὡς λιπαρωτάτην,
15. ἀναλαμβάνων πορφύρᾳ χρῶ. μιγνύναι δ’ ἄμεινον
16. εἰ παρείη καὶ τὸν ὀπὸν τοῦ βαλσάμου. διδόναι δὲ καὶ τὸ
17. μέλι πλέον ἅμα τῷ γάλακτι προαπηφιρσμένον, ὅπως ἧττόν
1. τε εἴη περιττωματικὸν καὶ μᾶλλον τρόφιμον. ἀλλὰ καὶ
2. αὐτὸ καθ’ ἑαυτὸ ἀφηψημένον τὸ μέλι τροφὴ καλλίστη ψυχρᾷ
3. γαστρὶ, πολεμιώτατον δὲ τῇ θερμῇ. καὶ χρὴ μεμνῆσθαι
4. τούτων ἀμφοτέρων ἐν τοῖς μάλιστα, μὴ γινωσκομένων τοῖς
5. πλείστοις ἰατροῖς, καὶ μήθ’ αἱρεῖσθαί τι μέλιτος μᾶλλον ἐν
6. ψυχροῖς σώμασι μήτε φεύγειν ἐν θερμοῖς. ἡ μὲν δὴ πλείστη
7. τροφὴ τῆς τοιαύτης διαθέσεως ἔστω μὲν μέλι τὸ κάλλιστον
8. ἀφηψημένον ἐπ’ ἀνθράκων δρυΐνων, ἢ ἀμπελίνων εἰς τέλος
9. διακαῶν, ἀφῃρημένου παντὸς τοῦ ἀφροῦ. τὸν δ’ οἶνον ἀεὶ
10. καὶ μᾶλλον αἱρεῖσθαι παλαιότερον ὅσῳ περ ἂν ἡ ψύξις ἐπὶ
11. μᾶλλον κρατῇ. καὶ εἰ δεήσειεν ὅλον τὸ γένος ὑπαλλάττειν,
12. Ἀδριανὸν μὲν τὸ πρῶτον, εἶτ’ αὖθις Τιβουρτῖνον, ἤ τινα
13. τῶν ὁμοίων αἱρούμενον ἅπαντας παλαιοὺς μὲν, ἀλλ’ οὐχ
14. οὕτως ὥστε πικροὺς ὑπάρχειν ἤδη· ξηραίνουσι γὰρ οἱ πικροὶ,
15. περαιτέρω τοῦ δέοντος. ἄριστον δὲ φάρμακον ἐπὶ τῶν τοιούτων
16. ἁπάντων ᾧ καθ’ ἑκάστην ἡμέραν οἱ πιττωταὶ χρῶνται.
17. καταχρίειν οὖν αὐτῷ προσήκει τὴν γαστέρα σύμπασαν·
18. εἶτ’ ἀποσπᾷν πρὶν ψυχθῆναι· καὶ τοῦτο ἀρκεῖ ποιῆσαι δὶς
1. ἐφεξῆς ἐν ἡμέρᾳ μιᾷ· πλεονάκις δ’ οὐ χρή· διαφορήσεις γὰρ
2. οὕτως, οὐ πληρώσεις αἵματος χρηστοῦ τὸ μόριον· ἡμεῖς δὲ
3. οὐ διαφορεῖν τὸ περιεχόμενον, ἀλλ’ ἐκ τῶν πλησίον ἐπισπᾶσθαι
4. βουλόμεθα. τοῦτο καὶ ἐπὶ τῶν ἠτροφηκότων πάντων
5. μορίων θαυμαστὸν φάρμακον, ἤν τις ἐπίστηται μετρίως
6. χρῆσθαι. καὶ μέντοι καὶ τὸ θερμαίνειν τὴν γαστέρα, μὴ
7. ποιότητι παραύξοντα τὸ θερμὸν, ἀλλ’ ὅτι μάλιστα φυλάττοντα
8. μὲν αὐτοῦ τὴν κατὰ φύσιν εὐκρασίαν, αὐξάνοντα δὲ
9. τὴν οὐσίαν, οὐχ ὁ φαυλότατός ἐστι τῶν ἐν ταῖς τοιαύταις
10. διαθέσεσι σκοπῶν. ἐργάζεται δὲ τοῦτο κατὰ μὲν τὴν δίαιταν
11. ἅμα τοῖς εἰρημένοις ἔμπροσθεν οἶνος μάλιστα· τῶν δ’ ἔξωθεν
12. τῇ γαστρὶ προσφερομένων εὔσαρκον παιδίον συγκοιμώμενον,
13. ὡς ψαύειν ἀεὶ τῶν κατ’ ἐπιγάστριον. ἔνιοι δὲ καὶ
14. κυνίδια λιπαρὰ τῆς αὐτῆς ἕνεκα χρείας ἔχουσιν, οὐκ ἐν τῷ
15. νοσηλεύεσθαι μόνον, ἀλλὰ καὶ ὑγιαίνοντες. τὰ μὲν οὖν τοιαῦτα
16. καὶ τοῖς διὰ ξηρότητα μόνην ἀτονοῦσι τὴν κοιλίαν
17. ἐπιτήδεια. καὶ χρὴ περὶ παντὸς ποιεῖσθαι τὸ παιδίον ἄνικμον
18. ἔχειν τὸν χρῶτα· τὰ γὰρ ἐφιδροῦντα διὰ νυκτὸς ψύχει μᾶλλον
1. ἢ θερμαίνει. βλάπτουσι δὲ καὶ αἱ θερμαὶ πυρίαι τὰς τοιαύτας
2. διαθέσεις, αἱ μὲν οὖν ἅμα ξηρότητι συνιστάμεναι,
3. διότι τῶν ὁμοιομερῶν σωμάτων ἐκβόσκονται τὰς νοτίδας· αἱ
4. δὲ σὺν ὑγρότητι τῷ διαφορεῖν τε ταύτας, καὶ μάλισθ’ ὅταν
5. ἐπὶ πλέον χρησώμεθα, καὶ τῷ σφόδρα μανὸν ἐργάζεσθαι καὶ
6. τὸ σῶμα καὶ εὔψυκτον. περὶ μὲν οὖν ταύτης τῆς συζυγίας
7. τῶν δυσκρασιῶν ἱκανὰ καὶ ταῦτα.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 7.7, ed. Kühn, 1825, vol. 10, p. 496-503. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:7.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩