8. Μιγνύσθω δ’ ἐφεξῆς δαψιλεῖ ξηρότητι,
9. καθάπερ ὑπόκειται, μὴ πάνυ πολλὴ θερμότης. ἐπὶ μὲν τῆς
10. τοιαύτης ὑπαλλάξεως τὴν πρώτην ἀγωγὴν φυλάξομεν, οὐχ
11. ὅπως αὐξάνοντες ἢ τὴν τοῦ οἴνου δύναμιν, ἢ τὸ πλῆθος τοῦ
12. μέλιτος, ἀλλὰ καὶ καθαιροῦντες ὡς μέλιτος μὲν μηδόλως
13. γεύεσθαι, τὸν δ’ οἶνον ἥκιστα παλαιὸν προσφέρεσθαι. χλιαρὰ
14. δὲ τὰ ἐδέσματα προσοίσομεν, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς
15. γαλακτώδη· θέρους δ’ ὄντος ἃ καλοῦσι κρηναῖα· καὶ
16. τὴν κοιλίαν ἐπαλείψομεν ὀμφακίνῳ τε καὶ μηλίνῳ· πολὺ δὲ
17. δὴ μᾶλλον ἐὰν πλείων ἡ θερμότης ᾖ, τὸν οἶνον ὑδαρέστερόν
18. τε δώσομεν καὶ οὕτως ἔχοντα ψύξεως ὡς τὸ κρηναῖον ὕδωρ
1. ἐν ἦρι μέσῳ, γινώσκοντες ὡς ἡ τοιαύτη διάθεσις ἀνάλογός
2. ἐστι πυρετῷ· ὅπερ γὰρ ἐκεῖνος ἢ κατὰ σύμπαν τὸ ζῶον, ἢ
3. κατὰ τὴν καρδίαν ἐστὶ, τοῦθ’ ἡ νῦν προκειμένη διάθεσις ἐν
4. τῇ γαστρί. καὶ ἐγὼ πρῶτον μὲν ἁπάντων οἶδά τινα θεασάμενος
5. ἅμα τοῖς διδασκάλοις ἄνδρα τῆς καθεστώσης ἡλικίας,
6. ἐνοχλούμενον ἤδη μηνῶν οὐκ ὀλίγων· ἀλλ’ οὔτ’ ἐκείνων τις
7. ἐγίνωσκε τὴν διάθεσιν οὔτ’ ἐγώ· μετὰ ταῦτα δ’ ἀνεμνήσθην
8. εὑρηκὼς ἤδη τὴν θεραπευτικὴν μέθοδον, ὡς τοῦτ’ ἄρ’ ἦν
9. ἐκεῖνο τὸ θεωρηθέν μοι πάλαι. κάλλιον δ’ αὐτὸ καὶ διηγήσασθαι,
10. πάντως γὰρ δή που καὶ τοὺς ἀκούσαντας ὀνήσει,
11. καθάπερ κᾀμέ. τετταρακοντούτης μὲν ἦν ὁ ἄνθρωπος,
12. ἕξεως δὲ συμμέτρου κατὰ πάχος καὶ λεπτότητα κατὰ τὸν τῆς
13. ὑγείας χρόνον. ἐδίψα δὲ σφόδρα καὶ μισεῖν ἔφασκε τὸ θερμὸν,
14. ἐδίδου δ’ αὐτῷ οὐδεὶς ψυχρὸν ἱκανῶς λιπαροῦντι· πυρέττειν
15. μέντοι τοῖς ἰατροῖς οὐκ ἐδόκει· καὶ ἡ γαστὴρ ἐξέκρινε τὰ
16. ληφθέντα τριῶν ἢ τεττάρων ὡρῶν ὕστερον ἅμα τῷ ποτῷ.
17. ταῦτ’ ἄρα καὶ ἰσχνὸς ἦν ἤδη καὶ πλησίον ἀφῖκτο κινδύνου,
1. μηδὲν ὀνινάμενος ὑπὸ τῶν αὐστηρῶν καὶ στρυφνῶν ἐδεσμάτων
2. τε καὶ φαρμάκων. ἐλάμβανε δὲ καὶ οἶνον αὐστηρὸν ἐπὶ
3. τῇ τροφῇ οὗτος ὁ ἄνθρωπος, ἅμα μὲν οὐκέτι φέρων τὸ δίψος,
4. ἅμα δὲ καὶ, ὡς ἔφασκεν, ἑλόμενος ἀποθανεῖν μᾶλλον ἢ ζῇν
5. ἀνιώμενος. ὕδατος ψυχροῦ δαψιλὲς ἀθρόως ἐπὶ τῇ τροφῇ
6. προσενεγκάμενος αὐτίκα μὲν ἐπαύσατο διψῶν, ἐξήμεσε δ’
7. ὀλίγον ὕστερον τὸ πλεῖστον. φρικῶδες δὲ τοὐντεῦθεν γίνεται
8. τὸ σύμπαν σῶμα καὶ δεῖται σκεπασμάτων πλειόνων ἀποῤῥίπτων
9. ἔμπροσθεν ἅπαντα· τό τε οὖν λοιπὸν ἅπαν τῆς ἡμέρας
10. ἐφεξῆς τοῦτο ἔπραξε καὶ δι’ ὅλης νυκτὸς ἐφ’ ἡσυχίας ἔμεινεν,
11. ἐνθάλπων ἑαυτὸν ἐπιβλήμασιν. ἐξέκρινε δ’ ἅπαξ ἡ
12. γαστὴρ αὐτῷ μετρίως συνεστῶτα διὰ μέσης νυκτός· ὥστε
13. οὐδὲ διψώδης ἦν ἔτι κατὰ τὴν ὑστεραίαν, εὐχρούστερός τε
14. μακρῷ καὶ ἰσχυρότερος ἀπείργαστο. καὶ σκέψις μὲν ἐγένετο
15. τοῖς ἰατροῖς εἰ λουστέον αὐτὸν, ἐνίων μὲν κελευόντων, ἐνίων
16. δ’ ἀπαγορευόντων· ἐκράτει δὲ ἡ τοῦ λούειν δόξα. καὶ τοίνυν
17. λουσάμενος εὐφόρως, μετρίως τε διῃτήθη καὶ κρεῖττον ἢ
18. κατὰ τὴν προτεραίαν ἔπεψεν ἡ γαστήρ. ἐμέμψατο δὲ τὴν
1. κατάποσιν ὡς δυσχερῆ καὶ πᾶσιν ἐδόκει διὰ τὸν ἔμετον
2. ἀήθως γενόμενον ἐσπαράχθαι τε καὶ κάμνειν τὸν στόμαχον,
3. ὡς δὲ καὶ τῶν ἑξῆς ἡμερῶν ἔμενε τὸ σύμπτωμα, δῆλον ἐγίγνετο
4. πᾶσιν ἡμῖν ὡς ἡ μὲν γαστὴρ ἐθεραπεύθη τὴν ἀτονίαν,
5. ὁ στόμαχος δὲ ἐψύχθη. καὶ οὐδὲν ἄρα θαυμαστὸν ἦν εἰς
6. συμμετρίαν μὲν ἐπανελθεῖν τῇ πόσει τὸ ὑπερτεθερμασμένον,
7. ψυχθῆναι δὲ τὸ μετρίως θερμόν. οὐ μὴν οὐδὲ ἠδυνήθη
8. τις αὐτοῦ θεραπεῦσαι τὸν στόμαχον, ἀλλ’ ἕτερον ἀνθ’ ἑτέρου
9. κακὸν ἀνταλλαξάμενος ἐτελεύτα τῷ χρόνῳ. ἄλλον δὲ τοιοῦτον
10. ἔτεσιν ὕστερον οὐκ ὀλίγοις ἐθεασάμην, ἤδη διαγινώσκειν
11. εἰδὼς ἁπάσας τῆς γαστρὸς τὰς δυσκρασίας, ἐδόκει μοι δὴ
12. ψύχειν ἀγωνιστικώτερον εὐθέως πρὶν ἐπὶ πλέον λεπτυνθέντα
13. παραπλήσιόν τι τῷ πρόσθεν ἐπὶ τῇ ψύξει παθεῖν. ἀσφαλέστερον
14. οὖν ἐφαίνετό μοι τὴν πρώτην ἀποπειραθῆναι τῶν
15. κατὰ τὸ ὑποχόνδριον ἐπιτιθεμένων ψυκτηρίων φαρμάκων.
16. καὶ οὕτω πράξαντος ἠλαττώθη μὲν τὸ καῦμα τῆς κοιλίας,
17. ἀνέπνει δὲ τοῖς στενάζουσιν ὁμοίως ὁ ἄνθρωπος, ὡς μόλις
18. κινῶν ὅλον τὸν θώρακα. καὶ μέντοι καὶ αὐτὸς ἀνερωτώμενος
1. ὡμολόγει τοιούτου τινὸς αἰσθάνεσθαι παθήματος. ἔγνων
2. οὖν ἐψῦχθαι τὰς φρένας αὐτῷ· καὶ διὰ τοῦτο ἀποῤῥίψας
3. τὰ ψυκτήρια, κατήντλουν ἐλαίῳ θερμῷ. τάχιστα δὲ τῆς
4. ἀναπνοῆς ἀπολαβούσης τὸν κατὰ φύσιν ῥυθμὸν, ἐπαυσάμην
5. μὲν τῆς αἰονήσεως, ἔγνων δὲ μετρίως αὐτὸν ψύχειν ἐν χρόνῳ
6. πλείονι. τά τε οὖν ἔξωθεν ἐπιτιθέμενα κάτω μᾶλλον ἐπετίθην
7. ἀποχωρῶν τοῦ διαφράγματος, ὡς ἐπὶ τὸν ὀμφαλόν·
8. ἅπαντά τε τὰ ἐσθιόμενα καὶ τὰ πινόμενα πλὴν τοῦ γάλακτος
9. ἐδίδων ψυχρὰ, παραπλησίως ὕδατι κρηναίῳ. καὶ οὕτως
10. ἐν χρόνῳ πλείονι κατέστη, μηδὲν τῶν ἄλλων βλαβείς. ἰστέον
11. δέ σοι καὶ τοῦτο πρὸ πάντων, ὡς ἐπειδὰν μὲν ἰσχυρῶς ἀλλοιωθῇ
12. κατ’ ἀμφοτέρας τὰς ποιότητας ὁτιοῦν μόριον, ἀπόλλυται
13. τὸ ἔργον αὐτοῦ σύμπαν. οὐ ῥᾴδιον δὲ οὐδὲ τὸ οὕτω
14. διατεθὲν ἐπανελθεῖν εἰς τὸ κατὰ φύσιν. ἐπειδὰν δὲ ἡ ἑτέρα
15. μόνη ποιότης ἐπὶ πλέον ὑπαλλαχθῇ, καθάπερ νῦν ὑπεθέμεθα
16. τὴν ξηρότητα, τῶν δ’ ἄλλων τις ᾖ μετρία, δυνατὸν ἰάσασθαι
17. τὸν οὕτω διακείμενον ἄνθρωπον.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 7.8, ed. Kühn, 1825, vol. 10, p. 503-507. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:7.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩