1. ’Υποκείσθω δὴ πάλιν ἐπικρατεῖν μὲν τὴν
2. θερμὴν δυσκρασίαν, μίγνυσθαι δ’ αὐτῇ ποτὲ μὲν ὑγρότητα,
3. ποτὲ δὲ ξηρότητα, μετρίαν ἑκατέραν, καὶ προτέραν γε τὴν
4. ὑγρότητα. τὴν τοιαύτην δυσκρασίαν ἀδεέστερον ὕδατι θεραπεύσομεν
5. ψυχρῷ διὰ τὸ μὴ βλάπτεσθαι πρὸς αὐτοῦ τὰ γειτνιῶντα
6. μετρίως διακείμενα. κατὰ γὰρ τὰς ξηρὰς διαθέσεις
7. ἀναγκαῖόν ἐστιν οὐ τὰ πλησιάζοντα μόνον, ἀλλὰ τὸ σύμπαν
8. ἰσχνότερον γενέσθαι τὸ σῶμα· τῆς κοιλίας δ’ αὐτῆς μηδέπω
9. κατεξηρασμένης, ὡς ὑπόκειται νῦν, οὐδὲ τὸ σύμπαν σῶμα
10. λεπτύνεσθαι δυνατόν· ὥστε οὐδὲ βλάπτεσθαι τῇ πόσει τοῦ
11. ψυχροῦ. εἰ δ’ οὕτω ποτὲ ἰσχυρὰ δυσκρασία θερμότητος εἴη
12. κατὰ τὴν κοιλίαν ὡς μέχρι τῆς καρδίας ἐξικνεῖσθαι, πυρέττειν
13. ἀνάγκη τὸν ἄνθρωπον· ὥστε καὶ τὸν κίνδυνον ὀξύτερον εἰκὸς
14. ἕπεσθαι ταῖς τοιαύταις δυσκρασίαις· ἡ δ’ ἴασις ἡ αὐτὴ μὲν
15. κατὰ γένος, εἰρήσεται δὲ αὖθις ἐν ταῖς θεραπείαις τῶν πυρετῶν.
16. ἡ δὲ μετὰ ξηρότητος θερμότης τοῖς αὐτοῖς μὲν ὑπάγεται
17. κατὰ γένος, οὐ μὴν ὁμοίως γε ἀδεὴς τῶν ψυχόντων ἡ
18. χρῆσίς ἐστι, δι’ ἃς εἶπον αἰτίας. ἡ δὲ ὑγρὰ δυσκρασία καὶ
1. μόνη συστᾶσα πασῶν ἐστιν εὐιατοτάτη καὶ μετὰ θερμότητος
2. ἢ ψυχρότητος ἐπιπλεκομένη. καὶ διότι γε συνεχῶς αἱ τρεῖς
3. αὗται δυσκρασίαι καταλαμβάνουσι τὴν γαστέρα καί εἰσιν
4. ἰαθῆναι ῥᾷσται, τὴν θεραπείαν δὲ ἀεὶ τούτων ἔχοντες ἐν
5. μνήμῃ, πάντες οἱ χωρὶς μεθόδου θεραπεύοντες τὰς νόσους
6. ἐπὶ τὰς ἄλλας, ὡς εἴρηται, μεταφέρουσιν ἀγνοοῦντες ὅτι
7. πλείους εἰσίν. ἔστι δὲ δήπου τῆς μὲν ὑγρᾶς δυσκρασίας
8. μόνης συνισταμένης βοηθήματα τὰ ξηραίνοντα τῶν
9. ἐδεσμάτων, ἄνευ τοῦ θερμαίνειν ἢ ψύχειν ἰσχυρῶς· ἔτι τε
10. πρὸς τούτοις ἔνδεια τῶν συνηθῶν ποτῶν· τῶν δὲ μετὰ θερμότητος
11. ἡ στυφόντων ἐδεσμάτων καὶ ποτῶν χρῆσις· ἔστω
12. δὲ καὶ ταῦτα χωρὶς τοῦ θερμαίνειν αὐστηρὰ, καὶ μὲν δὴ καὶ
13. τὸ ψυχρὸν ποτὸν ἐπιτήδειον αὐτοῖς. τῆς δὲ μετὰ ψύξεως
14. ὑγρᾶς δυσκρασίας ἄριστα μὲν ἰάματα τὰ δριμέα σύμπαντα·
15. μιγνύσθω δ’ αὐτοῖς καὶ τὰ στρυφνὰ χωρὶς τοῦ ψύχειν σαφῶς.
16. ἄριστον δ’ ἴαμα καὶ τούτοις ὀλίγιστον πόμα καὶ τοῦτό
17. τις τῶν θερμαινόντων ἰσχυρῶς οἴνων· εὔδηλον δὲ καὶ ὡς
18. ὁ τοιοῦτος οὐδὲ νέος ἐστίν. ἀνάλογον δὲ τοῖς ἐσθιομένοις
1. καὶ πινομένοις καὶ τἄλλα ἔστω σύμπαντα τὰ ἔξωθεν
2. προσαγόμενα.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 7.9, ed. Kühn, 1825, vol. 10, p. 508-510. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:7.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩