Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 8.1, ed. Kühn, 1825, vol. 10, p. 530-535. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:8.1

ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ

ΒΙΒΛΙΟΝ Θ.

1. Ὡς δ’ ἄν τις καὶ τοὺς πυρετοὺς ἰῷτο μεθόδῳ,
2. τοῖς ἄλλοις ὡσαύτως νοσήμασι τοῖς κατὰ δυσκρασίαν
3. συνισταμένοις ἐν ἡμῖν, ἃ διῆλθον ἐν τῷ πρὸ τοῦδε γράμματι,
4. καιρὸς ἂν εἴη λέγειν. ὅτι μὲν οὖν, ὦ Εὐγενιανὲ, ἐκ
5. θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ κεραννυμένων
6. ἀλλήλοις ἡ τῶν ἁπλῶν καὶ πρώτων μορίων συνέστηκε φύσις,
7. ἅπερ Ἀριστοτέλης προσαγορεύει ὁμοιομερῆ δι’ ἑνὸς
8. ἀποδέδεικται γράμματος, ἐν ᾧ περὶ τῶν καθ’ Ἱπποκράτην
9. στοιχείων ἐσκοπούμεθα. ὅτι δ’ ἐν τῷ τὸ μὲν θερμότερον
1. εἶναι, τὸ δὲ ψυχρότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον, ἢ κατὰ
2. συζυγίαν τι τούτων πεπονθέναι, τῶν ἁπλῶν καὶ πρώτων
3. μορίων ἐστὶν ἡ πρὸς ἄλληλα διαφορὰ, διὰ τῆς περὶ κράσεων
4. ἐδείχθη πραγματείας. ἐν δέ γε τῷ περὶ τῆς τῶν νοσημάτων
5. διαφορᾶς βιβλίῳ τῶν μὲν ἁπλῶν τοῦ ζώου μορίων δύο τὰ
6. πάντ’ εἶναι γένη νοσημάτων ἐδείκνυτο· κοινὸν μὲν τὸ ἕτερον
7. αὐτοῖς, πρὸς τὰ σύνθετά τε καὶ δεύτερα καὶ ὀργανικὰ μόρια,
8. καλοῦμεν δὲ αὐτὸ λύσιν ἑνώσεως· ἕτερον δ’ ἐξαίρετον ἴδιον
9. ἐν δυσκρασίᾳ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συνιστάμενον.
10. εἷναι δὲ τῶν δυσκρασιῶν τὰς μὲν κατὰ μίαν
11. ἀντίθεσιν ἁπλᾶς, τὰς δὲ κατ’ ἄμφω συνθέτους. ἐν μὲν οὖν
12. τῇ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν ἀντιθέσει δύο συνίστασθαι
13. δυσκρασίας ἁπλᾶς· ἑτέραν μὲν, ὅταν ἑαυτοῦ γένηταί τι θερμότερον
14. εἰς τοσοῦτον ὡς ἤδη βλάπτεσθαι τὴν ἐνέργειαν
15. αὐτοῦ· δευτέραν δὲ, ὅταν ὁμοίως ἐπικρατήσῃ τὸ ψυχρόν. ἐν
16. δὲ τῇ κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν ἑτέρας αὖ δύο καὶ κατὰ
17. τάσδε δυσκρασίας, ὑγρὰν καὶ ξηράν. ἐπιπλεκομένων δ’ ἀλλήλαις
1. τῶν ἁπλῶν ἄλλας συνίστασθαι τέτταρας, ὑγρὰν καὶ
2. ψυχρὰν, ὑγράν τε καὶ θερμὴν, καὶ ξηρὰν καὶ θερμὴν, ξηράν
3. τε καὶ ψυχράν. εἴρηται δὲ καὶ γεννῶντα τὰς δυσκρασίας αἴτια
4. δι’ ἑτέρου γράμματος, ἐν ᾧ τὰς τῶν νοσημάτων αἰτίας ἐδηλοῦμεν.
5. ἓν δέ τι τῶν κατὰ δυσκρασίαν νοσημάτων ἐστὶ καὶ
6. ὁ πυρετὸς, εἰς τοσαύτην ἀμετρίαν αἰρομένης τῆς θερμασίας
7. ὡς ἀνιᾷν τε τὸν ἄνθρωπον ἐνέργειάν τε βλάπτειν, ὡς εἴ γε
8. μήπω μηδέτερον ἔχει, κᾂν ὅτι μάλιστα θερμότερος ἑαυτοῦ
9. τύχῃ γεγονὼς, οὐδέπω πυρέττειν αὐτὸν ἐδείκνυμεν. ἐπεὶ δ’
10. ἕκαστον τῶν παρὰ φύσιν ἐν ἡμῖν συνισταμένων, εἴτε εἰδικωτέρας
11. τυγχάνῃ προσηγορίας, εἴτε γενικωτέρας, οὐκ ἔστιν ἐκτὸς
12. τοῦ σώματος, ἀλλὰ καὶ ἡ φλεγμονὴ καὶ ἡ πλευρῖτις καὶ ἡ
13. νόσος ἅμα τὰ τρία καθ’ ἓν γίνεται σῶμα τὸ Δίωνος, εἰ οὕτως
14. ἔτυχεν, ἐνδείκνυται δὲ καὶ τούτων μὲν ἕκαστον ἰδίαν ἔνδειξιν,
15. οὐδὲν δ’ ἧττον αἱ διαφοραὶ τοῦ πάντων εἰδικωτάτου, διὰ
16. τοῦτ’ οὖν ἄμεινον ἔνδοξεν ἰδίᾳ πραγματεύεσθαι περὶ τῆς διαφορᾶς
17. τῶν πυρετῶν, ἵν’ ἐφ’ ἑτοίμοις ἅπασιν ὁ λόγος ἡμῖν
18. ἐνθάδε περαίνοιτο, χωρὶς τῆς πρὸς τοὺς κακῶς ὑπὲρ αὐτῶν
1. γράψαντας ἀντιλογίας. ἀναμνησθῶμεν οὖν τὰ κεφάλαια τῆς
2. διαφορᾶς αὐτῶν, ἵν’ ἐξ ἑκάστου τὴν οἰκείαν ἔνδειξιν ἀναλάβωμεν.
3. ἔστιν οὖν μία μὲν αὐτῶν διαφορὰ καθ’ ἣν ἤτοι
4. πάρεστιν ἔτι τὸ ποιοῦν αἴτιον τὸν πυρετὸν, ἢ πέπαυται
5. ποιῆσαν· ἑτέρα δὲ καθ’ ἣν ἤτοι γ’ ἑκτικός ἐστιν ὁ γεγονὼς
6. πυρετὸς, ἢ ὡς ἂν εἴποι τις σχετικός. ἐπειδὴ γὰρ ὀνομάζουσι
7. τὰς μὲν εὐλύτους διαθέσεις ἐν σχέσει, τὰς δὲ μὴ τοιαύτας,
8. ἐν ἕξει, συγχωρητέον ἐστὶν ἕνεκα σαφοῦς διδασκαλίας καὶ
9. αὐτῶν τῶν πυρετῶν τοὺς μὲν δυσλύτους ἑκτικοὺς, τοὺς δ’
10. εὐλύτους σχετικοὺς ὀνομάζεσθαι. καὶ λεκτέον ἐνίους μὲν
11. τῶν πυρετῶν εὔλυτον ἔχειν τὴν διάθεσιν οὕτως ὡς τὸ θερμανθὲν
12. ἐν ἡλίῳ ξύλον, ἐνίους δὲ δύσλυτον, ὡς τὸ μέχρι τοῦ
13. τύφεσθαί τε καὶ καπνὸν ἀποβάλλειν ὑπὸ πυρὸς θαλφθέν.
14. αὗται μὲν αἱ πρῶται διαφοραὶ τῶν πυρετῶν, ἃς συνάψαντες
15. πρότερον ταῖς γενικωτέραις ἐνδείξεσιν, αὖθις ἐπὶ τὰς αὐτῶν
16. τῶν εἰρημένων εἰδικωτέρας ἀφιξόμεθα. πρώτη μὲν
17. γὰρ ἔνδειξις ὡς ἀπὸ νοσήματός ἐστιν, ἅπαντος πυρετοῦ τὴν
18. ἀναίρεσιν ἐνδεικνυμένη· δευτέρα δὲ ὡς τοιοῦδε νοσήματος,
1. οὐκέθ’ ἁπλῶς ἀναίρεσιν, ἀλλὰ τοιάνδε τινά. κατὰ γάρ τοι
2. δυσκρασίαν νοσούντων τῶν πυρεττόντων ἀναγκαῖον καὶ τὴν
3. ἴασιν αὐτῶν ἀναίρεσιν εἶναι τῆς δυσκρασίας. ἅπασα δ’
4. ἀμετρία διὰ τῆς ἐναντίας ἀμετρίας ἰᾶται, καὶ γὰρ καὶ τοῦτ’
5. ἔμπροσθεν ἐδείχθη. καὶ τοίνυν καὶ ἡ τῆς τοῦ πυρετοῦ δυσκρασίας
6. ἀμετρία διὰ τῆς ἐναντίας ἀμετρίας ἰαθήσεται. ἔστι
7. δ’ ἡ ἀμετρία τῆς τῶν πυρεττόντων δυσκρασίας ἐν πλεονεξίᾳ
8. θερμότητος· ἡ τοίνυν εἰς εὐκρασίαν ὁδὸς αὐτοῖς διὰ ψύξεως
9. ἔσται. εἰ μὲν οὖν ἤδη γεγονότες εἶεν οἱ πυρετοὶ, τὸ δὲ ποιῆσαν
10. αὐτοὺς αἴτιον οἴχοιτο, μόνος ἂν οὗτος εἴη τῆς θεραπείας
11. αὐτῶν ὁ σκοπὸς ἡ ψύξις. ὥστε ζητητέον ἡμῖν τὰς ὕλας
12. ὅσαι ψύξιν ἰσόῤῥοπον ἔχουσι τῇ πλεονεκτούσῃ θερμότητι.
13. γιγνομένων δ’ ἔτι τῶν πυρετῶν τὴν ποιοῦσαν αὐτοὺς αἰτίαν
14. ἀναιρετέον· εἰ δὲ τὸ μὲν ἤδη γεγονὸς αὐτῶν εἴη, τὸ δ’ ἔτι
15. γίγνοιτο, τοῦ συναμφοτέρου στοχαστέον, ἀναιρούντων πρότερον
16. μὲν τὴν ἀνάπτουσαν αἰτίαν αὐτοὺς, ἐφεξῆς δὲ σβεννύντων,
17. τὸ φθάσαν ἀπ’ αὐτῆς ἀνῆφθαι. τίνες οὖν αἰτίαι
18. πυρετοὺς γεννῶσαι καὶ κατὰ τίνα σώματος ἑκάστου διάθεσιν, 
1. εἰ μή τις εἴη μεμνημένος ἀκριβῶς, οὐκ ἄν ποτε μεθόδῳ προνοήσαιτο
2. πυρετῶν.

Cliquer un n° de page pour en afficher l’image