Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 8.2, ed. Kühn, 1825, vol. 10, p. 535-552. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:8.2

3. Ἐλέχθη γοῦν ἐν ἐκείνοις τοῖς σώμασιν ἡ
4. στέγνωσις ἐργαζομένη πυρετὸν, ἐν οἷς ἐστι τὸ διαπνεόμενον
5. οὐκ ἀτμῶδες οἷόν περ ἐν τοῖς εὐχύμοις, ἀλλὰ δακνῶδες καὶ
6. δριμὺ καὶ καπνῷ παραπλήσιον ἢ λιγνύϊ. τούτοις οὖν τοῖς
7. σώμασιν ὑγιεινότατα μὲν λουτρὰ γλυκέων ὑδάτων εὐκράτων
8. καὶ τρίψις ἀραιωτικὴ καὶ γυμνάσια σύμμετρα καὶ δίαιτα γλυκύχυμος,
9. ἐναντιώτατα δὲ λουτρὰ ψυχρὰ καὶ στυπτηριώδη
10. καὶ ἀλουσία καὶ γυμνάσιον ὀξὺ καὶ τρίψις ἤτοι μηδ’ ὅλως ἢ
11. σκληρὰ γινομένη καὶ δίαιτα κακόχυμος, ἀγρυπνία τε καὶ
12. θυμὸς καὶ λύπη καὶ φροντὶς, ἔγκαυσίς τε καὶ κόπος. ἀλλὰ
13. περὶ μὲν τῶν ἄλλων αὖθις ἐπάνειμι· περὶ δὲ τῆς στεγνώσεως
14. νῦν ὅθεν ὁ λόγος ὡρμήθη γινώσκειν χρὴ σαφῶς ὅτι
15. καὶ μόνη χωρὶς τῶν ἄλλων ἁπάντων ἱκανὴ γεννῆσαι
16. πυρετούς. ἐὰν οὖν εἴρξῃς τὰς τοιαύτας φύσεις τῶν οἰκείων
17. λουτρῶν, αὐτίκα πυρέττουσιν. ἐθεάσω δὲ δήπου καθ’ ὃν ἐν
1. Ῥώμῃ σὺν ἡμῖν διέτριψας χρόνον ἐνίους οὕτω νοσήσαντας·
2. ἐφ’ ὧν οἱ τὴν θαυμαστὴν διάτριτον ἀσίτους ὑπερβάλλειν
3. ἀξιοῦντος, αὐτοὶ κακοηθεστάτους πυρετοὺς κατασκευάζουσι,
4. δέον αὐτίκα τοῦ πρώτου παροξυσμοῦ παρακμάζοντος ἀπάγειν
5. εἰς τὸ βαλανεῖον, ἐπιτρέπειν τε λούεσθαι πολλάκις εἰ
6. βούλοιντο, μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ δίς. ἐγὼ γοῦν ἐάσας
7. ἅπαντας τοὺς ἄλλους ἀναμνήσω σε τοῦ λουσαμένου μὲν
8. ἐν τοῖς στυπτηριώδεσιν ὕδασιν, ἃ καλοῦσιν Ἄλβουλα, πυκνωθέντος
9. δ’ ἐκ τούτου τὸ δέρμα, κᾀντεῦθεν ἀρξαμένου
10. πυρέττειν, ἀρκέσει γὰρ ἕνεκα σαφηνείας οὗτος οἷον παράδειγμά
11. τι τοῦ λόγου γενέσθαι. παρῆσαν μὲν ἐπισκοπούμενοι
12. τῶν οὐκ ἀφανῶν τινες ἰατρῶν ὁ μὲν Ἐρασιστράτειος, ὁ δὲ
13. μεθοδικός· ἔδοξε δ’ ἀμφοτέροις ἀσιτῆσαι τὸν ἄνθρωπον.
14. οὐ μὴν εἰάσαμέν γε ἡμεῖς, χωρισθέντων αὐτῶν ἐλθόντες,
15. ἀλλ’ εἰς βαλανεῖον εἰσαγαγόντες εὐθέως καὶ χλιαρὸν
16. ἔλαιον ἐπὶ πλεῖστον αὐτῷ περιχέαντες, ἀνατρίψαντές τε
17. πρᾳότατα, τὸ πλεῖστον τοῦ χρόνου μέρος ἐν τῷ τῆς θερμῆς
18. δεξαμένης ὕδατι διατρίβειν ἐκελεύσαμεν. εἶτα ἐξελθόντα καὶ
1. χρησάμενον ὕδατι ψυχρῷ, κατὰ τὰ εἰωθότα σκεπάσαντες σινδόνι
2. καὶ βραχὺ καθίσαι κελεύσαντες, ὡς ἀνακτήσασθαι τὴν
3. δύναμιν, αὖθις εἰσαγαγόντες εἰς τὸ βαλανεῖον ὁμοίως τε πάλιν
4. ἀλείψαντές τε καὶ τρίψαντες καὶ κατὰ τὸ θερμὸν ὕδωρ χρονίσαι
5. κελεύσαντες· εἶτ’ αὖθις ἐξαγαγόντες καὶ τῷ ψυχρῷ
6. βάψαντες, ἀπομάξαντές τε τροφὴν ἐδώκαμεν αὐτίκα μὲν
7. ἐξελθόντι μετὰ τὸ πιεῖν ὕδατος πτισάνης χυλὸν, εἶτα βραχὺ
8. διαλιπόντες θριδακίνην, καὶ μετ’ αὐτὴν ἐξ ἁπλοῦ λευκοῦ
9. ζωμοῦ τῶν ἁπαλοσάρκων ἰχθύων, οἷοί περ οἱ πετραῖοι πάντες
10. εἰσὶ καὶ οἱ ὀνίσκοι καλούμενοι. κάλλιον δ’ ἕνεκα τοῦ
11. παραλελεῖφθαι μηδὲν ἅπαντα προσθεῖναι τῇ διηγήσει. τοῦ
12. μὲν ἔτους ἦν ὁ καιρὸς ἐκεῖνος ἐν ᾧ ταῦτ’ ἐπράττετο βραχύ
13. τι μετὰ τὰς ὑπὸ κύνα προσαγορευομένας ἡμέρας, ὁ δὲ ἄνθρωπος
14. ὡς πέντε καὶ τριάκοντα ἐτῶν, μελάντερος τὴν χροιὰν
15. καὶ λεπτὸς τὴν ἕξιν καὶ δασὺς, ἁπτομένοις τε σαφῶς δακνώδη
16. τὴν θερμασίαν ἔχων, ὁπόθ’ ὑγίαινεν, οὖρα κατακορῆ ξανθὰ
17. καὶ εἰ ἐπὶ πλέον ἀσιτήσειε δάκνοντα, γαστὴρ ἐξηραίνετο συνεχῶς
18. καὶ ἦν τὰ διαχωρήματα βραχέα καὶ δριμέα καὶ ξηρά· τὸ
1. δὲ τῆς ψυχῆς ἦθος ὀξύθυμόν τε καὶ φροντιστικὸν ὑπῆρχεν,
2. ὀλιγόϋπνός τε τὰ πάντα καὶ συνεχῶς ἀγρυπνίαν μεμφόμενος.
3. οὗτος ἐν χωρίῳ τινὶ πράξεων ἕνεκα γενόμενος ἐχρῆτο τοῖς
4. Ἀλβούλοις πλησίον οὖσιν ὥρας, τε ἑβδόμης, ὡς ἔφασκε, καὶ
5. τρίς γε καὶ τετράκις ἐλούετο, χρηστόν τι δὴ τοῦτο νομίζων
6. ἐργάζεσθαι. ἐκεῖθέν τε πάλιν εἰς τὸν ἀγρὸν ἀφικόμενος καὶ
7. τροφὴν προσαράμενος, εἶθ’ ὑπνώσας βραχέα παρεγένετο μὲν
8. εἰς τὴν πόλιν ἑσπέρας βαθείας, ἀπορήσας δ’ ἐπιτηδείου λουτροῦ
9. διὰ τῆς νυκτὸς ἐπύρεξε. θεασάμενοι δὲ αὐτὸν οἱ ἰατροὶ
10. σχεδὸν ὥρας τρίτης τῆς ἡμέρας ἐκέλευσαν οὐ μόνον ἐκείνην,
11. ἀλλὰ καὶ τὴν ἑξῆς ἀσιτεῖν ὅλην, ἵνα τὴν διὰ τρίτης νύκτα
12. φυλάξαιντο, καὶ ταῦτ’ εἰπόντες ἀπηλλάττοντο. λούσαντες
13. οὖν ἡμεῖς αὐτὸν καὶ διαιτήσαντες, ὡς εἴρηται, τοῖς οἰκέταις
14. ἐκελεύσαμεν, ἐὰν εἰς ἑσπέραν οἱ ἰατροὶ παραγενηθῶσιν ἡσυχάζειν
15. τε φάναι τὸν ἄνθρωπον, ἀποπέμπειν τ’ ἐκείνους παραχρῆμα,
16. τῆς ἐπιούσης ἡμέρας ἥκειν ἀξιώσαντας. ὡς δ’ ἐχωρίσθησαν,
17. αὖθις ὁμοίως λούσαντές τε καὶ διαιτήσαντες αὐτὸν,
18. ἐξ αὐτῶν τούτων ὧν ἐπράξαμεν ὑπνῶσαι καλῶς ἐποιήσαμεν.
1. παραγενόμενοι δὲ οἱ ἰατροὶ κατὰ τὴν ὑστεραίαν ἕωθεν,
2. ἠξίουν αὐτὸν ἔτι κᾀκείνην ἀσιτῆσαι τὴν ἡμέραν, εἰ καὶ ὅτι
3. μάλιστα τελέως ἀπύρετος εἴη. τοῦ δ’ ὑποσχομένου πράξειν ὡς
4. κελεύουσιν, οἶσθα μὲν δή που τὸν γέλωτα τὸν γενόμενον
5. ἀπελθόντων αὐτῶν, ὃν ἡμεῖς ὀλίγον ὕστερον ἀφικόμενοι
6. κατελάβομεν. ἐπίστασαι δὲ καὶ ὅπως ἐπράχθη τὰ κατὰ τὸν
7. ἄῤῥωστον. ἐπειδὴ γὰρ, ἔφην, ὑγιαίνων ἐλούου δὶς, οἱ δ’ ἰατροὶ
8. τελέως ἀσιτῆσαί σε κελεύουσιν, οὔτ’ ἐκείνοις τὸ σύμπαν πεισθῆναι
9. δίκαιον, διαλλάξαι τέ τι τῶν ἐπὶ τῆς ὑγείας προσήκει.
10. τοῦ δ’ οἰομένου με συμβουλεύειν αὐτῷ λούσασθαι μὲν, ἀλλ’
11. οὐ δὶς, ἑτοίμου τε πράττειν εἶναι φάσκοντος ὅ τί περ ἂν
12. ἐγὼ κελεύσαιμι· μὴ τοίνυν, ἔφην, μήτ’ ἀσιτήσῃς μήτε λούσῃς
13. δὶς, καὶ γὰρ καὶ καμεῖν μοι δοκεῖς τρίτην ἡμέραν καί που καὶ
14. θερμανθῆναι σφοδρότερον ὑπὸ τοῦ ἡλίου· διά τε οὖν τὸν
15. κάματον, ἔφην, καὶ τὴν ἔγκαυσιν ἕν σε χρὴ προσθεῖναι λουτρὸν
16. τοῖς δύο καὶ τρὶς λούσασθαι πειθόμενον ἐμοὶ, τοῦτο
17. γὰρ ὑπέσχου ποιήσειν. ὁ δὲ μειδιάσας χαλεπὰ μὲν, ἔφη, προστάττεις, 
1. ἀλλ’ ἐπεὶ συνθήκας φυλάττειν δίκαιον, ἃ κελεύεις
2. ποιήσω. τὰ δὲ πραχθέντα μετὰ ταῦτα τοῖς ἰατροῖς οἶσθα
3. δήπου σαφῶς ὁπόσου καταγέλωτος ἦν ἄξια. δὶς μὲν ἐλέλουτο
4. καὶ ἠριστηκὼς ἐκεκοίμητο, περὶ δὲ δυσμὰς ἡλίου τῶν οἰκετῶν
5. τις ἀγγέλλει παρεῖναι τοὺς ἰατρούς. ὁ δὲ προσποιεῖται πυρέττειν
6. καὶ περιβαλλόμενος ἱμάτιον, εἴσω τε στραφεὶς, ὅπως μὴ
7. καταφανὴς αὐτοῖς γένοιτο πεπωκὼς οἶνον, τῶν φίλων τινὶ
8. κελεύει τοῖς ἰατροῖς ἀνθ’ αὑτοῦ ποιεῖσθαι τὰς ἀποκρίσεις,
9. ἤν τι πυνθάνωνται. ἔμελλον δὲ δήπου τὸ συνηθέστατον αὐτοῖς
10. πρῶτον ἐρήσεσθαι, θεώμενοι περιβεβλημένον ἐπιμελῶς
11. ἅμα τῇ κεφαλῇ τὸν ἄνθρωπον, ἥτις ἦν ὥρα καθ’ ἣν ὁ παροξυσμὸς
12. εἰσέβαλεν. ἀποκρινομένου δὲ τοῦ φίλου σχεδὸν οὐδεμίαν
13. ὁλόκληρον ὥραν γεγονέναι μεταξὺ, πότερον μετὰ φρίκης,
14. ἢ μετὰ περιψύξεως ὑπήρξατο πυνθάνονται. τοῦ δὲ μετὰ
15. φρίκης εἰπόντος ἅπτονται τοῦ ἀνθρώπου, διά τε τὸ γελᾷν
16. καὶ περικεκαλύφθαι νοτιζομένου. ἐπαινέσαντες οὖν αὐτὸν ἐπὶ
17. τῷ πεισθῆναί σφισι καὶ μηδὲν ἁμαρτεῖν, πρὸ τοῦ διὰ τρίτης
18. παροξυσμοῦ, τοιγάρ τοι διὰ τοῦτο ἔφασαν ἤδη μέν σοι πέπαυται
1. τὰ τῆς φρίκης, ἱδρῶτος δ’ ἐστὶν ὑπόφασις καὶ νοτὶς
2. πολλὴ περὶ τὸ δέρμα, καὶ ταῦτ’ οὐκ ἂν ἐγένετο, μὴ ἀσιτήσαντός
3. σου καὶ τὴν διάτριτον ὑπερβάλλοντος. κελεύσαντες οὖν
4. τοῖς οἰκείοις, ἐὰν γένωνταί τινες αὐτῷ νοτίδες, ἀπομάττειν
5. ἐπιμελῶς, ὅπως μὴ ψυχθείη, παραγενήσεσθαί τε φάντες ἕωθεν
6. ἀπαλλάττονται, μηδὲ τότε κελεύοντες ἐπὶ τοῖς ἱδρῶσι τραφῆναι
7. τὸν ἄνθρωπον· ἐδόκουν γὰρ αὐτοῖς αἱ κατ’ ἐκεῖνον τὸν
8. καιρὸν νύκτες εἶναι μικραὶ καὶ κάλλιον ἐφαίνετο κατὰ τὴν
9. ὑστεραίαν ἕωθεν τρέφειν. ἀπαλλαγέντων οὖν αὐτῶν ἐν
10. ἱδρῶτι ῥεόμενος ὁ νεανίσκος, ὡς ἐνετετύλικτο τοῖς ἱματίοις,
11. καταδραμὼν εἰς τὸ βαλανεῖον, ἐλούσατο τὸ τρίτον, ὁμοίως
12. τε διῃτήθη. κᾄπειτα κατὰ τὴν ὑστεραίαν, πρὶν ἀφικέσθαι
13. τοὺς ἰατροὺς, προῆλθε τῆς οἰκίας ἐπίτηδες, ὅπως μὴ καταλάβοιεν
14. αὐτόν. οἳ δ’ ἄρα μικρὸν ὕστερον ἥκοντες καὶ
15. μαθόντες αὐτὸν προεληλυθέναι καθ’ ἑαυτοὺς ἐθαύμαζον, ὅ
16. τι ποτ’ εἴη τὸ προελθεῖν ἀναγκάσαν ἠσιτηκότα δυοῖν ἡμέραιν
17. τὸν ἄνθρωπον. εἰ μὲν οὖν ἓν τοῦτο μόνον ὑπὸ τῶν τοιούτων
18. ἰατρῶν οἱ κάμνοντες ἠδικοῦντο, τὸ μέχρι πλειόνων ἡμερῶν
19. ἐπὶ τῆς κλίνης κατέχεσθαι, δυνάμενοι καὶ χωρὶς ἀσιτίας ἀκαίρου
1. πολὺ θᾶττον ἐπὶ τὰς συνήθεις ἀφικνεῖσθαι πράξεις,
2. ἦν μὲν ἂν δήπου καὶ οὕτω δεινὸν τὸ γιγνόμενον, ἀλλ’ ἧττον
3. μακρῷ τῶν καταλαμβανόντων αὐτούς. ἐπειδὴ δὲ χαλεπωτάτοις
4. ἁλίσκονται πυρετοῖς αἱ εἰρημέναι φύσεις, ὅταν οὕτω
5. διαιτηθῶσιν, οὐδὲν ἀποδεῖν μοι δοκοῦσι δημίων οἱ τὰ τοιαῦτα
6. διαπραττόμενοι τῶν ἰατρῶν. οὐ γὰρ ὥσπερ οἱ ὑγροὶ
7. καὶ εὔχυμοι κατὰ τοὺς ἐφημέρους πυρετοὺς ἀναγκασθέντες
8. ὑπερβάλλειν τὴν δαιμονίαν διάτριτον ἓν τοῦτο ἀδικοῦνται
9. μόνον, τὸ κατατρίβεσθαι μάτην, οὕτω καὶ αἱ προειρημέναι
10. φύσεις, ἀλλ’ ἐπὶ ταῖς μακροτέραις ἀσιτίαις ἁλίσκονται πυρετοῖς
11. δριμυτάτοις τε καὶ ὀξυτάτοις, ἐξ ὧν ἡ μετάπτωσις εἰς
12. τοὺς ἑκτικοὺς γίνεται ῥᾳδίως, κᾀξ ἐκείνων αὖθις εἰς τὸν
13. περιφρυγῆ μαρασμὸν, ἢ ἐὰν εὐαδίκητον εἴη τὸ στόμα τῆς γαστρὸς,
14. εἰς τὸν συγκοπώδη. πολλάκις γοῦν ἤκουσας ἡμῶν
15. λεγόντων ἐνίοις τῶν τοιούτων ἰατρῶν ὡς ἔξεστιν αὐτοῖς
16. ἐναργέστατα μαθεῖν ἡλίκον ἐργάζονται κακὸν ἐν ἀσιτίᾳ φυλάττοντες
17. τὰς προειρημένας φύσεις, ἢν ἐθελήσωσιν ὑγιαίνοντας
18. ἀμέμπτως αὐτοὺς ἀσιτῆσαι κελεῦσαι δυοῖν ἡμέραιν·
1. ὄψονται γὰρ αὐτίκα πυρέττοντας δι’ οὐδὲν ἄλλο δήπουθεν, ἢ
2. τὸν λιμόν. ᾧ γὰρ οὔτ’ ἦν ἔμπροσθεν οὐδὲν ἄλλο περὶ τὸ
3. σῶμα μέμψεως ἄξιον, οὔτ’ ἐν τῷ μεταξὺ προσεγένετό
4. τι νεώτερον ἔξωθεν, οὗτος ἐναργῶς ὑπὸ τῆς ἀσιτίας ἐπύρεξεν.
5. ὅταν δ’, ὡς εἴρηται, μὴ μόνον εἷς ἢ δύο τῶν οὕτω δυσκράτων,
6. ἀλλ’ ἐφεξῆς ἅπαντες ἀσιτήσαντές τε καὶ ἀλουτήσαντες
7. ἁλίσκωνται πυρετοῖς, οὐδ’ ἀμυδρὰν ὑπόνοιαν ἔτι δυνατὸν
8. ἡμῖν γίγνεσθαι τοῦ δι’ ἄλλο τι καὶ μὴ διὰ τὴν ἀσιτίαν πυρέττειν
9. αὐτούς. οἷς γὰρ ἐν τῇ κράσει τοῦ μὲν ὑγροῦ τὸ ξηρὸν,
10. τοῦ δὲ ψυχροῦ τὸ θερμὸν πλεονεκτεῖ, τούτοις ἡ μὲν ἕξις τοῦ
11. σώματος ἰσχνὴ καὶ δασεῖα καὶ μελαντέρα, καὶ εἰ ἅψαιο, θερμοτέρα
12. τῶν ἄλλων τριῶν τῶν δυσκράτων, τῶν ἧττον θερμῶν,
13. ἐντεύξῃ· παμπόλλη δ’ ἡ ξανθὴ χολὴ καὶ οὖρα καὶ διαχωρήματα
14. κατακορῆ καὶ οἱ σφυγμοὶ μεγάλοι καὶ ὕπνοι λεπτοὶ καὶ
15. ὀλίγοι καὶ ὁ θυμὸς σφοδρός. εἴρηται τοιγαροῦν ἐπ’ αὐτῶν
16. ὀρθῶς Ἱπποκράτει τό τε καθόλου τῆς διαίτης εἶδος ὁποῖόν τι
17. χρὴ ποιεῖσθαι καὶ ὅσα καὶ οἷα καταλαμβάνει συμπτώματα
18. τοὺς τοιούτους ἀνθρώπους, οὐ μόνον ἐπειδὰν δι’ ὅλης ἡμέρας
1. ἀσιτήσωσιν, ἀλλὰ κᾂν τῆς ἑτέρας τροφῆς ἀπόσχωνται τῆς
2. κατὰ τὸ ἄριστον. ἐν μὲν γὰρ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν φησὶν,
3. ἐν θερμῷ φύσει ψύξις, ποτὸν ὕδωρ, ἐλιννύειν. ἐν δὲ τῷ περὶ
4. διαίτης ὀξέων, ὅ τινες ἐπιγράφουσι πρὸς τὰς Κνιδείας γνώμας,
5. ὑπὲρ τῶν ἐκλειπόντων τὸ εἰθισμένον ἄριστον διαλεγόμενος,
6. ἐμνημόνευσε καὶ τούτων τῶν φύσεων ὀνομάζων αὐτὰς
7. πικροχόλους ἀπὸ τοῦ κρατοῦντος χυμοῦ. ἔχει δ’ ἡ ῥῆσις ὧδε·
8. Ἀλλὰ μὴν καὶ οἱ μεμαθηκότες δὶς σιτέεσθαι τῆς ἡμέρης, ἢν
9. μὴ ἀριστήσωσιν, ἀσθενέες καὶ ἄῤῥωστοί εἰσι καὶ δειλοὶ εἰς
10. πᾶν ἔργον καὶ καρδιαλγέες, ἐκκρεμᾶσθαι γὰρ δοκέει αὐτοῖς
11. τὰ σπλάγχνα καὶ οὐρέουσι θερμὸν καὶ χλωρὸν καὶ ἡ ἄφοδος
12. συγκαίεται· ἔστι δ’ οἷσι καὶ πικραίνεται τὸ στόμα καὶ οἱ
13. ὀφθαλμοὶ κοιλαίνονται καὶ οἱ κρόταφοι πάλλονται καὶ τὰ
14. ἄκρα διαψύχονται. ταῦτα προειπὼν, εἶθ’ ἑξῆς ἕτερά τινα
15. περί τε τοῦ δείπνου καὶ τῆς νυκτὸς, ἐπὶ τελευτῇ τοῦ λόγου
16. φησὶ τοὺς πικροχόλους χαλεπώτερόν τε φέρειν τήν τε μονοσιτίαν
17. καὶ τὴν ἀσιτίαν τῶν ἄλλων ἀνθρώπων, ἕν τι μέρος
18. ἐξηγούμενος ἐπ’ αὐτῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ, τὸ κατὰ τὴν 
1. δίαιταν, ὧν ἐν τῷ καθόλου παρῄνεσεν ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν.
2. ἡ γάρ τοι ψύξις ἥν ἐν ταῖς θερμαῖς φύσεσι συνεβούλευε,
3. γίγνεται μὲν καὶ ἐξ ἄλλων τινῶν, οὐχ ἥκιστα δὲ καὶ διὰ
4. τῆς τῶν σιτίων προσφορᾶς. ὅσοις γὰρ αὐχμῶδές τέ ἐστι καὶ
5. δριμὺ τὸ ἔμφυτον θερμὸν ἀμετρότερον ἐξ ἀρχῆς κρατηθεῖσι,
6. τούτοις αἱ τροφαὶ πραότερον αὐτὸ καὶ ἧττον ἀποφαίνουσι
7. δακνῶδες. εὔδηλον δὲ δήπουθεν ὡς εὐχύμους τε καὶ ἀκριβεῖς
8. εἶναι χρὴ τροφὰς τὰς διδομένας αὐτοῖς, οὐ τῷ μετέχειν τῆς
9. τοιαύτης ὀλίγης οὐσίας ὀνομαζομένας τε καὶ τρέφειν μὴ δυναμένας,
10. ἀλλὰ τῷ τὸ πλεῖστον ἐν ἑαυταῖς ἔχειν χρηστόν. εἰσὶ
11. μὲν γάρ πως καὶ αἱ μαλάχαι καὶ αἱ κράμβαι καὶ τὰ τεῦτλα
12. καὶ αἱ θριδακίναι καὶ ἁπλῶς εἰπεῖν τὰ λάχανα σύμπαντα καὶ
13. αἱ ὀπῶραι τροφαὶ, περιέχεται γάρ τις ἐν αὐταῖς οὐσία τρόφιμος.
14. ἀλλ’ ὥσπερ τούτων ὀλίγον μέν ἐστι τὸ τρέφον, οὐκ
15. ὀλίγον δὲ τὸ ἄχρηστον, οὕτως ἐπ’ ἄρτου καθαροῦ καὶ ὠῶν
16. καὶ κρεῶν καὶ χόνδρου πλεῖστον μὲν τὸ τρέφον, ἐλάχιστον δὲ
17. τὸ μὴ τοιοῦτον. ἐὰν δὲ δὴ πρὸς τῷ μὴ τρέφειν τὸ μεμιγμένον
18. ἄχρηστον τῷ χρησίμῳ συμβαίνῃ δριμεῖαν, ἢ ὀξεῖαν, ἢ
1. στρυφνὴν, ἢ πικρὰν, ἢ ὅλως μοχθηράν τινα δύναμιν ἔχειν,
2. οὐ μόνον ἐκπέπτωκε τὰ τοιαῦτα τοῦ μὴ κυρίως ὑπάρχειν τροφαὶ,
3. ἀλλὰ καὶ τῆς τῶν φαρμάκων δυνάμεως οὐ σμικρόν τι
4. μετείληφε. τρέφειν οὖν χρὴ τοὺς τοιούτους ἀνθρώπους ἐκείναις
5. ταῖς τροφαῖς ὅσαι μήτε τινὰ φαρμακώδη δύναμιν ἔχουσιν
6. αἰσθητὴν, ἀλλὰ μηδ’ αὐτὸ τὸ τρόφιμον πάμπολυ·
7. πρόσεστι γάρ τις καὶ τούτῳ κακία πλεονασθέντι. πρῶτον μὲν
8. γὰρ οὐδ’ ἡ κατὰ τὴν γαστέρα πέψις ἐπ’ αὐτῶν ἀκριβοῦται·
9. εἰ δ’ ἄρα καὶ κρατήσειεν αὐτῶν ἡ γαστὴρ, ἀλλ’ ἥ γε κατὰ
10. τὰς φλέβας οὐκ ἀκριβὴς γίγνεται. εἰ δὲ κᾀν ταύτῃ μηδέν τι
11. μέγα πλημμεληθείη, τὴν γοῦν τρίτην πέψιν, ἥτις ἐστὶν ἑκάστου
12. τῶν μορίων οἰκεία, χαλεπὸν ἐν ἅπασιν αὐτοῖς κατορθωθῆναι.
13. πρόσεστι δὲ δήπου τῷδε καὶ τὸ χρῆναι τὰς τροφὰς,
14. ἐπειδὰν θερμότερόν τε καὶ ξηρότερον ἑαυτοῦ γένηται τὸ σῶμα,
15. ψυχούσας πως εἶναι καὶ ὑγραινούσας. ὅθεν ἄριστος μὲν ὁ
16. τῆς πτισάνης χυλὸς ἀκριβῶς καθεψημένης, οὐδὲν ἐχούσης ἐν
17. ἑαυτῇ περιέργον ἥδυσμα. καὶ γὰρ ἐμψῦξαι καὶ ὑγρᾶναι καὶ
18. ἄδιψον φυλάξαι τὸν ἄνθρωπον ἱκανὴ πρὸς τῷ μήτ’ ἀτμῶδές
1. τι μήθ’ ὑγρὸν μήτε ξηρὸν ἐπέχειν περίττωμα. καλῶ δ’
2. ἀτμώδη μὲν ὅσα διὰ τοῦ δέρματος εἰς τοὐκτὸς ἀποῤῥεῖν πέφυκεν,
3. ὑγρὰ δ’ ὅσα διὰ τῆς κύστεως, ξηρὰ δ’ ὅσα διὰ τῆς
4. κάτω γαστρός· ἀπὸ γὰρ τῆς ἐπικρατούσης ἐν ἑκάστῳ τῶν
5. εἰρημένων οὐσίας ἐθέμην αὐτοῖς τὰς προσηγορίας. ὅτι δ’
6. οὐδέν τι τούτων ἐφέξει πτισάνης χυλὸς εὔδηλον. αἱ μὲν γὰρ
7. διὰ τῆς κάτω γαστρὸς ὑποχωρήσεις τῶν περιττῶν ὑπὸ τῶν
8. στυφόντων ἴσχεσθαι πεφύκασιν, αἱ δὲ δι’ οὔρων τε καὶ σύμπαντος
9. τοῦ δέρματος, ὑπό τε τῶν ἐμπλαττομένων τοῖς πόροις
10. καὶ σφοδρῶς στυφόντων, ἅπερ ὀνομάζουσι στρυφνά·
11. πτισάνη δ’ οὔτε ἐμπλαστικῆς οὔτε στυπτικῆς μετέχει δυνάμεως.
12. ὅτι μὲν οὖν οὐ στύφει δηλοῖ καὶ ἡ γεῦσις, ἧς μόνης
13. ἴδιόν ἐστιν αἰσθητὸν τὸ στῦφον. ὅτι δ’ οὐδ’ ἐμπλάττει λογίσασθαι
14. πάρεστιν ἐκ τῶν ἄλλων αὐτῆς ἔργων. εἴτε
15. γὰρ ἔξωθεν ἀνατρίβοις τῇ πτισάνῃ ῥυπαρὸν σῶμα, ῥύπτει
16. τοῖς ἀφρονίτροις τε καὶ τῷ μέλιτι παραπλησίως, εἴτ’ ἐν τῇ
17. γαστρὶ περιεχόμενον μέτριον φλέγμα δι’ ἐμέτων ἐκκενῶσαι
18. βουληθείης, οὐδὲν ἧττον μελικράτου πτισάνης χυλὸς χρήσιμος.
1. πρόσκειται δ’ ἐν τῷ λόγῳ τὸ μέτριον, ὅτι, εἰ πολὺ καὶ
2. γλίσχρον ἰσχυρῶς καὶ παχὺ, ῥαφανῖδες δι’ ὀξυμέλιτος, οὐ μελίκρατον
3. καὶ πτισάνη πεφύκασιν ἀποῤῥύπτειν. ἔστι μὲν δὴ
4. καὶ μελίκρατον εἰς ἁπάσας τὰς εἰρημένας ἐκκρίσεις ἐπιτήδειον,
5. ἀλλ’ οὔτε ἄδιψον ὥσπερ ἡ πτισάνη κᾀν ταῖς πικροχόλοις
6. φύσεσιν ἐκχολοῦται ῥᾳδίως. ἄριστον μὲν οὖν, ὡς εἴρηται,
7. σιτίον ἐπὶ τῶν τοιούτων κράσεων ἡ πτισάνη. δεύτερον δ’
8. ἐπ’ αὐτῇ χόνδρος ὄξος χάριν ἀναδόσεως ὀλίγον εἰληφώς.
9. τρίτον δ’ ὁ χωρὶς ὄξους ὑγρὸς, οὐ παχὺς, ὁποῖον ἔνιοι σκευάζουσιν
10. ἔτνει παραπλήσιον· ἐμβαλεῖν δὲ καὶ τῷδε βέλτιον ἑψημένῳ
11. πράσου· δῆλον δ’ ὅτι καὶ ἀνήθου καὶ ἁλῶν ἐξ ἀνάγκης
12. μετέχειν. καὶ μὲν δὴ καὶ οἱ κριβανῖται τῶν ἄρτων ἀγαθὸν
13. ἔδεσμα καὶ τῶν ἰχθύων οἱ πετραῖοι πάντες. οὐδὲν δ’ ἧττον
14. αὐτῶν οἱ ὀνίσκοι, πλὴν εἴ που λίμνης ἢ ποταμῶν μεγάλων
15. ἐμβαλλόντων εἰς θάλατταν νεμόμενοι πλησίον ὑγροτέραν τε
16. καὶ γλισχροτέραν ἔχοιεν τὴν σάρκα. ἐφεξῆς δὲ τῶν ὀνίσκων
17. τά τε βούγλωσσά ἐστι καὶ αἱ νάρκαι καὶ τῶν ἰχθύων ὁ λάβραξ
1. καὶ ἡ τρίγλα κᾄπειτα πελάγιος κέφαλος. ἅπαντες δὲ
2. χείρους ἰχθύες ὅσοι λίμνης θαλάττῃ συναπτούσης ἢ στόματος
3. ποταμοῦ μεγάλου νέμονται πλησίον. ἐκ δὲ τῶν πτηνῶν ἄριστοι
4. μὲν οἱ πέρδικες ἅμα τοῖς ὀρείοις ἅπασι στρουθοῖς, ἐφεξῆς
5. δὲ ἀλεκτορίδες καὶ φασιανοὶ καὶ νέαι περιστεραί· μὴ
6. καθείρχθω δ’ ἔνδον μηδὲ ταῦτα, περιττωματικὰ γὰρ ἅπαντα
7. τὰ ἀγύμναστα, περιττωματικὰ δὲ καὶ τὰ λιμναῖα σύμπαντα
8. καὶ ἑλώδη· διὸ καὶ τῶν χοιρείων αὐτῶν ἀμείνω τὰ ἐκ τῶν
9. ὀρῶν· ἐφεξῆς δὲ αὐτῶν οἱ ἔριφοι. πάντων δὲ τῶν
10. εἰρημένων φευκτέα τά τε παλαιὰ ζῶα καὶ τὰ νεωστὶ γεγενημένα·
11. τὰ μὲν γὰρ σκληρότερά ἐστι καὶ δυσπεπτότερα, τὰ
12. δὲ πέρα τοῦ δέοντος ὑγρὰ καὶ περιττωματικὰ, καὶ μάλισθ’
13. ὅσα φύσει τῶν ζώων ἐστὶν ὑγρὰ, καθάπερ ὄϊές τε καὶ σύες.
14. ἀλλὰ περὶ μὲν τῆς ἐν ἅπασι τοῖς ἐδέσμασι δυνάμεως ἑτέρωθι
15. διῄρηται· νυνὶ δ’ ἕνεκα παραδείγματος ὥσπερ τἄλλα τὰ
16. κατὰ τήνδε τὴν πραγματείαν, οὕτω λελέχθω καὶ ταῦτα·
17. πρόκειται γὰρ οὐ τὰς ὕλας ἡμᾶς ἐξευρεῖν ἐν αὐτῇ, καθάπερ
18. ἔν τε τοῖς τῶν ἐδεσμάτων καὶ φαρμάκων; ἀλλὰ μόνας 
1. τὰς καθόλου δυνάμεις· οὐδὲν δὲ δήπου διοίσει δυνάμεις γενικὰς
2. ἢ καθόλου προσαγορεύειν αὐτάς. ἐπανέλθωμεν οὖν
3. αὖθις ἐπὶ τὸ προκείμενον. οἷς δ’ ἀποῤῥεῖ τι δριμὺ καθ’ ἑκάστην
4. ἡμέραν, ἕτοιμον τούτοις ἁλῶναι πυρετῷ στεγνωθεῖσι τὸ
5. δέρμα. στεγνοῖ δ’ αὐτὸ τά τε στύφοντα πάντα, καθάπερ
6. ὀλίγον ἔμπροσθεν ἐμνημονεύσαμεν τῶν Ἀλβούλων ὑδάτων,
7. ὅσα τ’ ἐμπλάττεται τοῖς πόροις. ἔστι δ’ ὅτε καὶ ἡ ξηρότης
8. αὐτοῦ τοῦ δέρματος ἀμετροτέρα γινομένη πυκνοῖ τοὺς πόρους
9. αὐτοῦ. διὰ τοῦτο οὖν ἡμᾶς ἐθεάσω καὶ τὸν οἰνάνθῃ
10. χρώμενον ἐν τῷ βαλανείῳ κωλύσαντας χρῆσθαι, καθ’ ὃν
11. ἔφησε χρόνον, ἀνωμαλίας αἰσθάνεσθαι, καὶ τὸν ὡσαύτως
12. ἐκείνῳ μετ’ ἐλαίου βραχέος οἴνῳ πολλῷ, καὶ τὸν τῷ σχινίνῳ
13. δὲ χρώμενον, ἡνίκα πυκνώσεως ᾔσθετο, καὶ τοῦτον, ὡς
14. οἶσθα, τοῦ λοιποῦ χρῆσθαι διεκωλύσαμεν. εἴρξαμεν δὲ καὶ τὸν
15. εἰληθεροῦντα καθ’ ἑκάστην ἡμέραν καὶ τὸν τῇ κόνει χρώμενον.
16. ἑτέρῳ δ’ εἰς ἀνωμαλίαν ἀφικομένῳ πυρετώδη τὸ σφοδρὸν
17. τῆς τρίψεως ἐπανεῖναι προσετάξαμεν. ἄλλον δ’, ὡς
18. οἶσθα, ἐθεράπευσα θαυμάσαντα πῶς ἑνὶ λουτρῷ μετὰ τρίψεως
1. τῆς προσηκούσης ἡμερῶν παμπόλλων ἀνωμαλίαν
2. αὐτοῦ φρικώδη διελύσαμεν. ἐχρῆτο δὲ κᾀκεῖνος ἐλαίῳ στύφοντι
3. τούτῳ, τῷ δικαίως ἐνδόξῳ διὰ τὴν εἰς τἄλλα χρείαν,
4. ὃ καλοῦσιν σπάνον. ἀφελόντες οὖν τοῦτο καὶ τῷ Σαβίνῳ
5. λιπαρῶς τε καὶ μαλακῶς ἐπὶ πλέον ἀνατρίψαντες καὶ λούσαντες
6. δὶς, εὐθέως ἀπεφήναμεν ὑγιῆ. ταῦτά τε οὖν ἅπαντα
7. φυλακτέα τοῖς τὰ καπνώδη τε καὶ λιγνυώδη διαπνεομένοις,
8. ὅσα τε γλίσχρα καὶ παχύχυμα· καὶ γὰρ καὶ ταῦτ’ ἐμπλάττοντα
9. τοὺς πόρους ἐπέχει τὰς διαπνοάς. ἐπέχει δ’, ὡς εἴρηται, καὶ
10. τὰ ξηραίνοντα τὸ δέρμα πέρα τοῦ μετρίου. πολλοὺς γοῦν
11. ἐν ἡλίῳ χρωμένους τοῖς τοιούτοις, ἄλλους δὲ νίτρῳ πλέονι,
12. τινὰς δ’ ἁλσὶν, ἢ γυμνασίοις πολλοῖς, ἢ τρίψει σκληρᾷ,
13. ξηροτριβίᾳ τε καὶ κόνει νοσοῦντας ἐκ τούτων καθ’ ἕκαστον
14. ἐνιαυτὸν, οἶσθ’ ὡς ἐπισχόντες αὐτῶν ἀνόσους ἤδη παμπόλλων
15. ἐτῶν ἐφυλάξαμεν. ἔστι δ’ εἰκότως τὰ τοιαῦτα παραγγέλματα
16. κοινὰ τῶν θ’ ὑγιαινόντων ἔτι καὶ τῶν ἤδη δυσαρεστουμένων.
17. οὐ γὰρ τῶν γεγονότων, ἀλλὰ τῶν γιγνομένων
1. ἔτι πυρετῶν ἐστι προφυλακτικὰ κατὰ τὴν τῶν ποιούντων
2. αὐτοὺς αἰτιῶν ἄρσιν· ὁ γὰρ ἔτι γιγνόμενος πυρετὸς ἀρθέντος
3. τοῦ αἰτίου συναναιρεῖται καὶ αὐτός. ὥσθ’ ὅσαπερ ἐν
4. τῇ τῶν ὑγιεινῶν πραγματείᾳ περὶ τῶν τοιούτων κράσεων
5. εἴρηται, μεταφέρειν ἅπαντα προσῆκεν ἐπὶ τὴν τῶν ἀρχομένων
6. πυρέττειν, εἴτε ἴασιν χρὴ λέγειν, εἴτε προφυλακήν.
7. ἰώμεθα γὰρ τὸ ἤδη γεγονὸς αὐτῶν, κᾂν ὀλίγον ᾖ,
8. προφυλαττόμεθα δὲ μὴ γενηθῆναί τι πλέον ἀναιροῦντες
9. τὸ αἴτιον.

Cliquer un n° de page pour en afficher l’image