10. Ὥσπερ δὲ εὔρουν τε καὶ ἔμπνουν
11. εἶναι τὸ σῶμα πάντῃ κοινὸς ἐπὶ τῶν εἰρημένων μάλιστα
12. φύσεων ὑγιαινόντων τε καὶ δυσαρεστουμένων σκοπὸς, οὕτω
13. καὶ τὸ φεύγειν ἀγρυπνίας καὶ θυμοὺς καὶ λύπας καὶ φροντίδας,
14. ἐγκαύσεις τε καὶ ψύξεις καὶ κόπους· ἑτοιμότατα γὰρ
15. ἐφ’ ἑκάστῳ τῶν εἰρημένων αἱ τοιαῦται κράσεις ἀναλίσκονται
16. πυρετοῖς. ἰᾶσθαι δὲ αὐτὰς, ὅταν ἐπί τινι τῶν λελεγμένων
17. προφάσεων πυρέξωσιν, ἔστιν οὖν ᾗ μὲν ὁμοίως τοῖς
18. ἐπὶ στεγνώσει ῥηθεῖσιν, ᾗ δὲ καὶ διαφερόντως. ἄγειν μὲν
1. γὰρ ἐπὶ τὰ λουτρὰ χρὴ πάντας ἐν τῇ παρακμῇ τοῦ πρώτου
2. παροξυσμοῦ· τρίβειν τε λιπαρῶς τε ἅμα καὶ μαλακῶς
3. τοὺς μὲν ἐπί τινι τῶν στυψάντων τὸ δέρμα, καθάπερ
4. εἴρηται, τοὺς δ’ ἐπὶ ξηρότητι τρίβειν μὲν, ἀλλ’ ἐλάττω
5. τούτοις, λούειν δὲ πλείω. στοχάζεσθαι δ’ ἀεὶ τοῦ μέτρου
6. τῆς δυνάμεως ἐν ἅπαντι τῷ τοιούτῳ βοηθήματι. θυμοὶ
7. μὲν οὖν καὶ λῦπαι καὶ ἀγρυπνίαι καὶ φροντίδες οὔτε τρίψεων
8. οὔτε λουτρῶν δέονται πολλῶν, ἀλλὰ πολὺ μὲν ἐξ
9. ἁπάντων ἐκ τοιᾶσδε πυρεξάντων αἰτίας, ἔλαιον περιχεῖν
10. χλιαρὸν ἥκιστα μετέχον στύψεως· ἀνατρίψαντες δὲ βραχέα,
11. λούειν ὡς ἔθος. αἱ δ’ ἐγκαύσεις εὐθέως μὲν ἐξ ἀρχῆς τῶν
12. ψυχόντων δέονται καὶ πλειόνων λουτρῶν, ἥκιστα δὲ ἐλαίου
13. δαψιλοῦς, ἢ συχνῆς τρίψεως. ἔστω δὲ τὰ ψύχοντα ῥόδινόν
14. τε καὶ τὸ καλούμενον ὀμφάκινον ἔλαιον, ὅπερ, οἶμαι,
15. καὶ ὠμοτριβὲς ὀνομάζουσιν. ἀμείνω δ’ ἔξ αὐτῶν ὅσα μηδ’
16. ὅλως ἐν ἑαυτοῖς ἔχει τῶν ἁλῶν. ἐργάζεσθαι δὲ ψυχρὸν τὸ
17. ἀγγεῖον, ἐν ᾧ μᾶλλον περιέχεται, κρεμῶντας ἐν φρέατι,
1. ψαῦον τοῦ ὕδατος. ἔτι δὲ μᾶλλον εἰ κρουνὸς ὕδατος
2. ψυχροῦ καταράττει τοῦ ἀγγείου, ψύχει τὸ ὑγρόν. εἰ
3. δ’ ἐπὶ πλέον ἐψῦχθαι βούλοιο, χιόνι περιπλάττειν αὐτό.
4. καταχεῖν δὲ τοῦ βρέγματος μετέωρον ἐξαίροντα τὴν χεῖρα
5. δι’ ἐρίου συμμέτρου τῷ μεγέθει. ταῦτα ποιήσαντα μέχρι
6. τῆς παρακμῆς ἄγειν ἐπὶ τὸ λουτρόν. εἰ δὲ καὶ ψυχθεὶς
7. πυρέξειεν ὁ τὴν προειρημένην ἔχων κρᾶσιν, ὑπὲρ οὗ ταῦτα
8. πάντα λέγεται, καὶ τοῦτον ἐπὶ τὸ βαλανεῖον ἀκτέον ἐν
9. ταῖς παρακμαῖς. εἰ δὲ σὺν κορύζῃ καὶ κατάῤῥῳ πυρέττοι,
10. πρὶν πεφθῆναι ταῦτα, λούειν οὐ χρή. τοὺς δ’ ἐπ’ ἐγκαύσει
11. καὶ τούτων παρόντων λουστέον, ὡς ἐν τοῖς ὑγιεινοῖς
12. ἐπεδείκνυμεν. ἐπὶ δὲ τῷ λουτρῷ τὴν κεφαλὴν τοῖς αὐτοῖς
13. ἑκατέρων βρέχειν οἷς πρὸ τοῦ, ψύχουσι μὲν τῶν ἐπ’ ἐγκαύσει
14. πυρεξάντων, θερμαίνουσι δὲ τῶν ἐπὶ ψύξει. μέτρια δ’
15. ἔστω καὶ ταῦτα μετὰ τὸ λουτρὸν, οἷον τό τε καλούμενον
16. ἴρινόν ἐστι καὶ τὸ νάρδινον μύρον. ἀλλ’ οὐ χρὴ μηκύνειν
17. ἔτι περὶ τῶνδε λελεγμένων ἐν τοῖς ὑγιεινοῖς. ἀρκέσει δ’
18. εἰπεῖν ὡς τὰ μὲν ἄλλα πρακτέον ὁμοίως ἐπὶ τῶν πυρεξάντων,
1. ἅπερ ἐπὶ τῶν ἐγκαυθέντων τε καὶ ψυχθέντων ἐλέγομεν
2. χρῆναι πράττειν, ἄνευ τοῦ πυρέξαι· οὐ μὴν ἅπαντί γε
3. καιρῷ τοὺς πυρέξαντας λουστέον, ἀλλ’ ἐν τῇ παρακμῇ τοῦ
4. παροξυσμοῦ. καὶ μέντοι καὶ ὡς ἐπιτείνειν μὲν χρὴ τῶν
5. πυρεξάντων ἐπ’ ἐγκαύσει τὴν ἐμψυκτικὴν ὀνομαζομένην ἀγωγὴν,
6. ἐκλύειν δὲ τῶν ψυχθέντων τὴν θερμαντικήν.
7. ὑπόλοιπον δ’ ἂν εἴη τὴν ἐν τῇ διαίτῃ κοινότητά τε καὶ διαφορὰν
8. ἐπελθεῖν ἁπάντων τῶν εἰρημένων ἐπὶ τῆς ὑποκειμένης
9. κράσεως, ἁλούσης ἐφημέρῳ πυρετῷ. κοινὸν μὲν δὴ πάντων
10. εἶδος ἔστω σοι διαίτης, εὔχυμον, εὔπεπτον, οὐδαμόθι
11. κατὰ τοὺς πόρους ἰσχόμενον· ἀλλὰ τοῖς μὲν ἐγκαυθεῖσι μετὰ
12. τοῦ ψύχειν καὶ ὑγραίνειν. οὕτως δὲ καὶ τοῖς θυμωθεῖσι. τοῖς
13. δὲ ψυχθεῖσι, μετὰ τοῦ θερμαίνειν μετρίως. τοῖς δ’ ἀγρυπνήσασι
14. καὶ λυπηθεῖσι καὶ πλεῖον φροντίσασιν, ὑγρὸν καὶ ὑπνῶδες.
15. οὕτως δὲ καὶ τοῖς μὲν κοπωθεῖσι τροφιμώτερον, τοῖς
16. δὲ ψυχθεῖσιν ἀτροφώτερον, τοῖς δ’ ἄλλοις τὸ μέσον ἀμφοῖν.
17. οἶνον δὲ πίνειν γινώσκεις δή που καὶ σὺ διδόντα με τοῖς
1. τοιούτοις ἅπασι, τὸν ὑδατώδη καὶ ὄψει καὶ δυνάμει· βελτίων
2. γὰρ ὕδατος αὐτὸς τὰ πάντα, τῇ πέψει συναιρόμενος καὶ οὖρα
3. καὶ ἱδρῶτας προτρέπων. δῆλος δ’ ἐστὶ καὶ ὁ Ἱπποκράτης
4. οὐ μόνον ἐν τοῖς ἐφημέροις πυρετοῖς, ἀλλὰ κᾀν τοῖς ὀξέσι
5. διδοὺς οἶνον, ἐξ ὧν ἐν τῷ περὶ διαίτης ὀξέων γράφει. κατὰ
6. δὲ τὸ ἕκτον τῶν ἐπιδημιῶν εἴτε οὖν αὐτὸς εἴτε καὶ Θεσσαλὸς
7. ὁ υἱὸς αὐτοῦ παραιτεῖται τὸν οἶνον οὐ μόνον εἰ πυρέξειαν
8. οἱ θερμοὶ ταῖς κράσεσιν, ἀλλὰ κᾀν τῷ τῆς ὑγείας
9. χρόνῳ· ἐν θερμῇ γοῦν φύσει παραινεῖ ψύξιν τε καὶ ποτὸν
10. ὕδωρ καὶ ἐλιννύειν· εἰ μὴ ἄρα τὸ πλείονι χρῆσθαι τῷ ὕδατι
11. τοῦ οἴνου κατὰ τὰς τοιαύτας φύσεις, ᾗπερ ἀρέσκει τισὶ,
12. φαίημεν ὑπ’ αὐτοῦ παραινεῖσθαι. τοῦτο μὲν οὖν αὐτὸ καθ’
13. αὑτὸ ζητείσθω, περὶ δὲ ποτοῦ ψυχροῦ διοριστέον. ἐγὼ μὲν
14. δή φημι τὰς τοιαύτας φύσεις ὑγιαινούσας τε μᾶλλον πρὸς
15. τοῦ τοιούτου πόματος ὀνίνασθαι μεγάλα καὶ κατὰ τὸν ἐφήμερον
16. πυρετὸν οὐκ ἀφαιροῦμαι τοὺς εἰθικότας· ἀήθει δὲ
17. οὐκ ἀρξαίμην τηνικαῦτα διδόναι, ἀλλὰ πρότερον ἀκριβῶς
18. ἀποδοὺς αὐτῷ τὴν ἀρχαίαν ὑγείαν. εἰ δὲ διὰ δειλίαν, ἢ
1. ἔθος ἐκ παίδων, ἢ ὑπόληψιν ψευδῆ φοβοῖτο τὸ ψυχρὸν,
2. ἔργῳ τε πείσαιμ’ ἂν αὐτὸν, ἐπιτηρήσας ποτὲ αὐτὸν καυσούμενον
3. ἐν θέρει καὶ λόγῳ μετὰ τὸ ἔργον. ὅταν γὰρ ἐπὶ
4. τῇ χρήσει τοῦ τοιούτου πόματος ἀπαλλαχθῇ μὲν αὐτίκα
5. τοῦ καυσοῦσθαί τε καὶ ἀλύειν, ἑαυτοῦ δὲ εὐτονώτερον ἐπὶ
6. τῷδε τὸν στόμαχον ἔχειν φαίνηται, καὶ ἡ γαστὴρ καταῤῥήξῃ
7. χολῶδες καὶ πέψῃ καλῶς, αὖθίς τε καὶ αὖθις χρησαμένῳ
8. ἀνατρέφηται τὸ σῶμα, τότε ἂν ἤδη καὶ τοὺς ἄλλους
9. αὐτῷ δείξας οὓς ὁμοίως ὤνησα, διέλθοιμι πρῶτον μὲν ὡς
10. παντὸς μᾶλλον ἀληθές ἐστι τὸ τὰ ἐναντία τῶν ἐναντίων
11. ὑπάρχειν ἰάματα· γέγραπται δέ μοι περὶ τούτου πρόσθεν.
12. εἶθ’ ὡς ἡ κρᾶσις αὐτῷ τὴν ὑγιεινὴν ἐκβεβηκυῖα συμμετρίαν
13. πλησίον ἥκει νόσου, καὶ ὡς τοῖς τοιούτοις σώμασιν ἡ ὑγίεια
14. σφαλερὰ καὶ κατὰ σχέσιν μᾶλλον ἢ καθ’ ἕξιν ὑπάρχει, καὶ
15. ὡς εἰ μὲν ἀγαθῆς ὢν ἔτυχε κράσεως, ἐφύλαττον ἂν ἐκείνην
16. αὐτῷ τρόπῳ παντὶ, μοχθηρᾶς δ’ ὑπάρχοντι φύσεως
17. ἐπὶ τὸ κρεῖττον ἐξαλλάττω. λέλεκται δὲ καὶ περὶ τούτων
18. ἐπὶ πλέον ἐν τοῖς ὑγιεινοῖς· ὅθεν οὐ χρὴ μηκύνειν ἐνταῦθα
1. μιμούμενον ἐκείνους τῶν ξυγγραφέων, ὅσοι παντάπασιν
2. ὀλίγα γινώσκοντες, ἐν ἅπασι τοῖς βιβλίοις αὐτὰ διέρχονται.
3. τουτὶ γὰρ οὐχὶ πολλὰ διδάσκειν, ἀλλὰ γράφειν ἐστὶ πολλὰ
4. καὶ πολλοὺς χάρτας ἀναλίσκειν, ἐνὸν ὀλίγους, καὶ πολὺν
5. κατατρίβειν χρόνον, ἐνὸν μή. οὐκοῦν μηδὲ τὰς διαγνώσεις
6. τῶν ἐφημέρων πυρετῶν ἐνταυθοῖ γράφω, προειρηκὼς μὲν
7. ἐν τῷ δευτέρῳ περὶ κρίσεων ὀλίγου δεῖν ἁπάσας, εἰρηκὼς
8. δὲ τὰ λείποντα κᾀν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν.
9. οὐδὲν δ’ ἧττον κᾀν τοῖς περὶ σφυγμῶν ὅσον
10. ἐξ αὐτῶν χρηστὸν ἑρμηνεύσας, ὡς οἶσθα, μόνος ἁπάντων
11. τῶν ἔμπροσθεν οὕτω σαφῶς ὡς μηδ’ ἂν παῖδα λαθεῖν τὸ
12. δηλούμενον, Ἀρχιγένους ὡς ἐπεδείξαμεν, οὐ διδάξαντος, ἀλλὰ
13. περιλαλήσαντος τὰ πλεῖστα κατά τε τὸ περὶ σφυγμῶν σύγγραμμα
14. καὶ τὴν πραγματείαν ἣν αὐτὸς ἐπιγράφει περὶ τῆς
15. τοῦ πυρετοῦ σημειώσεως. ὥσπερ δὲ τὸν ἐν τῷ στυπτηριώδει
16. λουσάμενον ὕδατι τὴν τρίτην ἡμέραν ἀσιτεῖν ἐκέλευον οἱ
17. ἰατροὶ, κατὰ τὸν αὐτὸν τρόπον οἶσθα καὶ τῶν ἐγκαυθέντων
18. τε καὶ κοπωθέντων ἐπί τε τοῖς ἄλλοις τοῖς εἰρημένοις αἰτίοις
1. πυρεξάντων, οὐδένα λούοντας, οὐδὲ τρέφοντας αὐτοὺς πρὶν
2. ὑπερβαλεῖν τὴν διάτριτον. ἀνάγκη δήπου κᾀμὲ λέγειν διάτριτον,
3. ὅπως μὴ καὶ περὶ τοῦδε τῆς φλυαρίας αὐτῶν ἐνέχωμαι,
4. φασκόντων ἕτερον μὲν εἶναι τὸν διὰ τρίτης παροξυσμὸν, ἑτέραν
5. δὲ τὴν πρώτην διάτριτον· ἤκουσας γάρ ποτε καὶ σὺ μέχρι
6. τοσούτου τῆς ἀδολεσχίας αὐτῶν ἐκταθείσης. ἀλλ’ εἴτε πρώτην
7. διάτριτον, εἴτ’ ἄλλο τι καλεῖν ἐθέλουσιν, οὐχ ἅπαξ ἢ δὶς
8. ἢ τρὶς, ἀλλ’ ὁσάκις οὐδὲ μεμνῆσθαι δυνατὸν ἔν τε τῇ πρώτῃ
9. τῶν ἡμερῶν, εὐθέως εἰς ἑσπέραν ἐλούσαμεν τοὺς τὸν ἐφήμερον
10. πυρέξαντας, ἔν τε τῇ δευτέρᾳ πολὺ μᾶλλον, ἀλλὰ καὶ
11. κατ’ αὐτὴν τρίτην, ὡς ὀλίγον ἔμπροσθεν ἔφαμεν ἐπὶ τοῦ
12. στεγνωθέντος τὸ δέρμα. τουτὶ μὲν οὖν τὸ αἴτιον ὀλιγάκις
13. ἐθεασάμην ἀνάψαν πυρετὸν, ὅθεν αὐτὸ μάλιστα προὐχειρισάμην,
14. ἔγκαυσιν δὲ καὶ κόπον ἕκαστόν τε τῶν ἄλλων πάνυ
15. πολλάκις. ἐθεάσω δὲ καὶ σὺ πάντας αὐτοὺς τῇ τετάρτῃ τῶν
16. ἡμερῶν ἕωθέν τε προσελθόντας ἐπὶ τὰς συνήθεις πράξεις,
17. ἀπαντῶντάς τε τοῖς ἰατροῖς ὅσοι καὶ τὴν τρίτην ἡμέραν
18. ᾤοντο τελέως αὐτοὺς ἠσιτηκέναι. καὶ τοίνυν θαυμάζοντί σοι
19. καὶ ζητοῦντι, τί ποτ’ ἐστὶ τὸ αἴτιον τοῦ μὴ κᾂν νῦν γοῦν
1. ἀποστῆναι τοὺς τοιούτους ἰατροὺς τῶν κακῶς αὐτοῖς ὑπειλημμένων,
2. ὡς νομίζω, προσηκόντως εἶπον ὅτι μήτε
3. γινώσκουσι τὴν ἀληθῆ θεωρίαν, αἰδοῦνταί τε νῦν ἄρξασθαι
4. μανθάνειν αὐτήν. ἔνιοι δ’, ὡς ἤκουσάς ποτέ τινος ἐξ αὐτῶν
5. ὁμολογήσαντος ἡμῖν ἰδίᾳ τἀληθῆ μετὰ τοῦ δακρύειν, οὐδὲ
6. τῶν ἐπιτηδείων εὐπορῆσαί φασιν, ἐὰν οἱ νομίζοντες αὐτοὺς
7. ἐπίστασθαί τι θεάσωνται μανθάνοντας. ἀλλὰ σὺ μὲν ἅπαξ
8. ἤκουσας τοῦτο, θεοὺς δ’ ἐγὼ σύμπαντας ἐπόμνυμι πολλοὺς
9. ἐμοὶ πολλάκις ὡμολογηκέναι μόνῳ ταῦτα μετὰ τοῦ δακρύειν
10. τε καὶ τὴν ἑαυτῶν ὀδύρεσθαι δυστυχίαν ἐπὶ τῷ τὸν χρόνον
11. ἀπολέσαι μοχθηροῖς διδασκάλοις χρησαμένους. ἐπόμνυμι δ’
12. αὖθίς σοι τοὺς θεοὺς καὶ τοῦτό μοι λεχθῆναι πάνυ πολλάκις
13. ὑπὸ τῶν συμφοιτησάντων ἔτι μειρακίῳ τὴν ἡλικίαν ὄντι.
14. ἐπειδὴ γὰρ εἴωθα, ὁπότε τις ἔροιτο περί τινος δόγματος εἰ
15. ἀληθὲς εἴη, μηδὲν ἀποκρίνασθαι δύνασθαι φάσκειν, εἰ μὴ καὶ
16. τὰ τῶν ἄλλων ἁπάντων μάθοιμι καί τινα μέθοδον κτησαίμην
17. ᾗ διαγινώσκοιμι τὸ βέλτιον, οὐκ ὀλίγοι τῶν ταῦτα ἀκουόντων
18. συμφοιτητῶν ἔφασάν μοι, σὺ μὲν καὶ φύσει διαφερούσῃ
1. κέχρησαι καὶ παιδείᾳ θαυμαστῇ διὰ τὴν τοῦ πατρός σου φιλοτιμίαν,
2. καὶ ἡλικίαν δυναμένην μανθάνειν ἔχεις ὅθεν τε δαπανᾷν
3. χρὴ σχολάζοντα μαθήμασι κέκτησαι· τὸ δ’ ἡμέτερον οὐχ
4. ὧδ’ ἔχει· καὶ γὰρ ἀπαίδευτοι τὴν πρώτην παιδείαν ἐσμὲν καὶ
5. οὐκ ὀξεῖς τὴν διάνοιαν ὥσπερ σὺ καὶ ἀναλίσκειν οὐκ ἔχομεν·
6. ἀγαπητέον οὖν ἡμῖν ἐστιν ὁποῖά ποτ’ ἂν εἴη ταῦτα τὰ νῦν
7. γινωσκόμενα. μὴ τοίνυν ἔτι θαύμαζε διὰ τί πολλοὶ τῶν
8. ἰατρῶν οὐκ αἰσχύνονται φθεγγόμενοι τὴν διάτριτον, καίτοι
9. μυριάκις ἡμᾶς ἑωρακότες ἐπὶ τῶν νοσούντων προγινώσκοντας
10. εἴτ’ ἐφήμερός ἐστιν ὁ πυρετὸς εἴτε καὶ κατὰ τὴν τρίτην ἢ
11. τετάρτην ἡμέραν οἴσει τινὰ παροξυσμόν. ἀλλ’ ἐκεῖνο σκόπει
12. τὸ ὑφ’ Ἱπποκράτους εἰρημένον, ἀνθρώπου φιλοσοφωτάτου
13. τὸ ἦθος. ὅκου μὲν οὖν κάτοξυ τὸ νόσημα, αὐτίκα καὶ
14. τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτῇ διαίτῃ ἀναγκαῖον
15. χρέεσθαι. ὅκου δὲ μὴ, ἀλλ’ ἐνδέχεται ἁδροτέρως διαιτᾷν,
16. τοσοῦτον ὑποκαταβαίνειν, ὁκόσον ἂν ἡ νοῦσος μαλθακωτέρα
17. τῶν ἐσχάτων εἴη. πόνους μὲν γὰρ λέγει πάντα τὰ
18. λυποῦντα τὸν ἄνθρωπον, ἐσχάτους δὲ ὀνομάζει τοὺς μεγίστους,
1. οἵπερ ἐν ταῖς ἀκμαῖς γίνονται. κελεύει δ’ εἰς τοῦτον
2. τὸν χρόνον ἀποτίθεσθαι τῆς διαίτης τὸ λεπτότατον, οὐδέν τι
3. διδάσκων ἀλλοιότερον ἢ ὁπότ’ ἔφασκεν· ὁκόταν ἀκμάζῃ τὸ
4. νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.
5. καὶ μὴν οὐχ οἷόν τε τὸ λεπτότατον τῆς διαίτης εἰς τὴν ἀκμὴν
6. ἀναβάλλεσθαι, χωρὶς τοῦ κατὰ τὴν ἀρχὴν ἐστοχάσθαι περὶ
7. πόσην ἡμέραν ἀκμάσει τὸ νόσημα. ἀλλὰ καὶ Ἱπποκράτη φασὶ
8. ληρεῖν ταῦτα γράψαντα καὶ ἡμῶν ἔργῳ διαδεικνυμένων αὐτὰ,
9. πάντα μᾶλλον νομίζουσιν ἢ δυνατὸν ἀνθρώπῳ κατὰ τὸν
10. πρῶτόν ποτε παροξυσμὸν, ἀκριβῆ γνῶσιν ἔχειν τῆς τοῦ κάμνοντος
11. διαθέσεως. ἐγὼ δ’ οὔτ’ ἐφ’ ἁπάντων τῶν νοσούντων
12. ἀκριβῶς φημι γινώσκειν τὴν διάθεσιν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν
13. οὔτε τῶν ἐφημέρων τινὰ πυρετὸν λαθεῖν ἄν με· τοῦτο
14. δ’ ἀρκεῖ κατά γε τὰς πρώτας ἡμέρας εἰς τὸ μηδὲν ἁμαρτεῖν
15. ἐν τῇ διαίτῃ, τὸ διακρῖναι τὸν ἐφήμερον πυρετὸν τῶν ἄλλων.
16. διὰ τοῦτό γέ τοι τῇ τετάρτῃ τῶν ἡμερῶν, ἐν ᾗ πρῶτον ἐκεῖνοι
17. προταριχεύσαντες τὸν ἄνθρωπον ἄρχονται τρέφειν, ἡμεῖς ἤδη
18. τὰ συνήθη τῶν ἔργων παρεχόμεθα πράττειν, κωλύομεν δὲ
1. κᾀκ τῶν ἐφημέρων πυρετῶν τὴν μετάστασιν εἰς τοὺς ὀξεῖς
2. γενέσθαι, τῷ τρόπῳ τούτῳ τῆς διαίτης· ὡς εἴ γέ τις ἑτέρως
3. διαιτήσειεν, ἐξ ἀνάγκης ἀκολουθήσουσι κατά γε τὰς προειρημένας
4. κράσεις ὅσοι διακαέστατοι τῶν πυρετῶν. ἕτεραι γάρ
5. εἰσι φύσεις ἐφ’ ὧν ἢ οὐδὲν ἢ οὐκ ἀξιόλογόν γέ τι τοσούτων
6. ἡμερῶν βλάπτει λιμός· ὥσπερ ἕτεραί γε πάλιν ἐφ’ ὧν οὐ
7. μόνον ἀβλαβὴς, ἀλλὰ καὶ πρὸς ὠφέλειάν ἐστιν ἡ ἀσιτία τῶν
8. τριῶν ἡμερῶν. ἀλλὰ περὶ μὲν τῶν ἄλλων φύσεων ἑξῆς διορίσω.
9. τὴν ὑποκειμένην δ’ ἐξ ἀρχῆς κρᾶσιν εἰς τοὔσχατον ἄγουσι
10. κίνδυνον αἱ ἀσιτίαι κατὰ πάντας τοὺς πυρετοὺς, οὐ μόνους
11. ὧν νῦν ἐμνημόνευσα, τοὺς ἐφημέρους ὀνομαζομένους.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 8.3, ed. Kühn, 1825, vol. 10, p. 552-563. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:8.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩