12. Εἰ γὰρ καὶ δι’ ἔμφραξιν, ὡς ἐλέχθη, στεγνωθείη
13. ποθ’ ἡ διαπνοὴ, μικρὰν μὲν ὑπάρχουσαν αὐτὴν, εἴ
14. τις ὀρθῶς διαῤῥύψειε, κωλύσει γενέσθαι δεύτερον παροξυσμόν·
15. ἀξιολόγου δὲ γενομένης, οὐκ ἔθ’ ὁμοίως ἐπαγγείλασθαι δυνατόν.
16. εἰ δὲ καὶ πολλοὶ καὶ παχεῖς καὶ γλίσχροι σφηνωθεῖεν
17. χυμοὶ, τὸν ἐπὶ τούτοις πυρετὸν ἀδύνατόν ἐστιν ἐν τοῖς ὅροις
18. διαμεῖναι τῶν ἐφημέρων. ἐξ ἀνάγκης γὰρ αὐτὸν ὁ ἐπὶ σήψει
1. χυμῶν διαδέξεται κατὰ τὰς κακοχύμους φύσεις. ὡς ἐπ’ ἄλλων
2. γε κράσεων ἃς ἐν τοῖς ἑξῆς ἑρμηνεύσω γένοιτ’ ἄν τις ἰδέα
3. πυρετοῦ συνόχου διὰ τὴν τοιαύτην αἰτίαν ἄνευ σήψεως
4. χυμῶν. ἕπεσθαι δὲ τοῖς τοιούτοις λόγοις ἀδύνατον ὅσον ἄν
5. τις μὴ πρότερον ἐν ταῖς εἰρημέναις πραγματείαις γυμνάσηται,
6. καὶ μάλιστα τῇ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν. ἐπειδὰν γὰρ
7. ἔμφραξίς τις ᾖ μετρία δι’ ἣν ἐπύρεξαν οἱ κακόχυμοι κατὰ
8. μὲν τὴν πρώτην καὶ δευτέραν ἡμέραν ἄχρι τινὸς, οὐκ ἔστιν
9. ἐν τῷ σφυγμῷ τὸ τῆς σήψεως σημεῖον, ὥσπερ οὐδ’ ἐν τοῖς
10. οὔροις τὸ τῆς ἀπεψίας. μηκυνομένης μέντοι τῆς παρακμῆς
11. καὶ μηκέτ’ ἀνάλογον ἐνδιδούσης ὥσπερ ὑπήρξατο μετὰ
12. τὴν ἀκμὴν ὕποπτός ἐστιν ἡ διάθεσις, ὥσπερ ἐφ’ ὧν ἐπείγεται
13. πρὸς τὴν λύσιν, ἀτμοί γέ τινες, ἢ νοτίδες, ἢ ἱδρῶτες ἐξεκρίθησαν,
14. ἢ οὖρα πλείω χρηστὰ μετὰ τῶν κατὰ τὸν σφυγμὸν
15. σημείων ἀγαθῶν ὑπαρχόντων, ἐφήμερός ἐστι βεβαίως ὁ πυρετός.
16. ἀλλ’ ὅ γε διὰ μικρὰν ἔμφραξιν ὅμοιος μὲν τοῖς ἐφημέροις
17. ἐστὶν, ὡς εἴρηται, κατά γε τὰ πρῶτα, μηκυνομένης δὲ τῆς
18. παρακμῆς ὕποπτος γίγνεται, κᾂν μηδέπω τὸ τῆς σήψεως
1. σημεῖον ἐμφαίνηται τοῖς σφυγμοῖς· ἐὰν γὰρ μὴ διαπνευσθῇ
2. τελέως, ἀναγκαῖόν ἐστι σαπῆναι τὴν κακοχυμίαν. ἵν’ οὖν
3. διαπνεύσῃ, μείζονος ἡμῖν ἤδη βοηθείας ἐστὶ χρεία. εἰ μὲν
4. οὖν ἤτοι παιδίον ἢ γέρων εἴη, φλεβοτομεῖν οὐκ ἔτ’ ἐγχωρεῖ·
5. μεταξὺ δὲ τῶν ἡλικιῶν τούτων ῥώμης παρούσης τῷ κάμνοντι
6. φλεβοτομητέον, εἰ καὶ τὰ τοῦ πλήθους ἀπείη σημεῖα.
7. βέλτιον γὰρ ἐκκενώσαντα τὸ πλέον τῆς κακοχυμίας, ἐπὶ τὸ
8. διαῤῥύπτειν τὰς ἐμφράξεις ἰέναι· κίνδυνος γὰρ ἐκφραττόντων,
9. πρὶν ἐκκενῶσαι, σφηνωθῆναι μᾶλλον αὐτάς. ἐκφράττουσι
10. μὲν οὖν αἱ ῥυπτικαὶ δυνάμεις, ἔξωθέν τε προσπίπτουσαι τῷ
11. δέρματι καὶ εἴσω τοῦ σώματος λαμβανόμεναι. κίνδυνος δὲ καὶ
12. τὰς ἐκτὸς ἑλκούσας ἅμα τοῖς ἐμφράττουσι συνεπισπᾶσθαί
13. τι καὶ ἄλλο, καὶ τὰς ἔνδοθεν ἀναφερομένας ἑαυταῖς συνεπισύρεσθαί
14. τι τῶν ἐν τοῖς ἀγγείοις. ὅπερ εἰ μὲν γλίσχρον, ἢ
15. παχὺ τύχοι, διπλασιάσει τὴν ἔμφραξιν· εἰ δὲ μὴ, ἀλλὰ τῷ
16. πλήθει γε, πάντως οὐ σμικρὰ λυπήσει. φαίνεται γὰρ ἐνίοτε
17. καὶ τὸ πολὺ ῥεῦσαν ἀθρόως οὐδὲν ἧττον ἐμφράττεσθαί τε
1. καὶ σφηνοῦσθαι τῶν γλίσχρων καὶ παχέων εἰ δὲ καὶ διὰ πόρων
2. στενῶν ἡ διέξοδος εἴη, πολὺ δὴ μᾶλλον ἴσχεσθαι. ὅπως
3. οὖν ἀσφαλὴς καὶ τούτοις ἡ φορὰ καὶ τοῖς ἔξωθεν ἡ
4. ὁλκὴ γίγνοιτο, χρησιμώτατόν τέ ἐστι κενῶσαι τὸ σῶμα. καὶ
5. μέντοι καὶ τὰ διαπνεόμενα τῶν χυμῶν καπνώδη καὶ λιγνυώδη
6. περιττώματα μειωθέντων αὐτῶν ἐλάττω γίγνοιτο ἄν. ὥστε
7. καὶ διὰ τοῦτο βραχύτερον ἔσται τὸ πυρετῶδες θερμὸν, ὡς
8. ἐγχωρεῖν αὐτὸ διαπνεῖν εἰς τοὐκτὸς, εἴπερ εἶεν αἱ ἐμφράξεις
9. βραχεῖαι. ὅταν οὖν ποθ’ ὑπονοήσῃς ἐστεγνῶσθαι τὸ δέρμα
10. δι’ ἔμφραξιν, ἔκ τε τῶν μὴ γίγνεσθαι κατὰ τὴν παρακμὴν
11. τοῦ πρώτου παροξυσμοῦ κενώσεις ἀξιολόγους καὶ διαμένειν
12. ὁμοίαν ἑαυτῇ τὴν παρακμὴν, εἰ μὲν ἀπὸ μηδενὸς τῶν προφανῶν
13. αἰτίων ἐπύρεξεν ὁ ἄνθρωπος, ἔτι καὶ μᾶλλον ἂν εἴη
14. σοι βεβαιοτέρα τῆς ἐμφράξεως ἡ διάγνωσις· εἰ δὲ σύν τινι
15. τῶν προφανῶν, οὐκ ἀδύνατον ἅμα συνεληλυθέναι διττὰς
16. αἰτίας. εἰ γὰρ ἡ ἑτέρα μόνη τῶν αἰτιῶν ἡ ἐκ τοῦ προκατάρξαντος
17. αἰτίου ἦν, ἐμειοῦτο ἄν ἡ παρακμὴ σὺν αἰσθηταῖς
18. ἐκκρίσεσιν· οὔκουν ἀναβάλλεσθαι τῶν τοιούτων ἀῤῥώστων
1. ἀφαιρεῖν αἵματος, ἀνάλογον τῇ τε δυνάμει καὶ τῷ μεγέθει
2. τῆς ἐμφράξεως. ἔνδειξις δὲ τοῦ ποσοῦ τῆς ἐμφράξεως ἐκ
3. τοῦ μεγέθους ἔσται τοῦ κατὰ τὸν πυρετόν· μείζων μὲν γὰρ
4. ἐπὶ ταῖς σφοδροτέραις ἐμφράξεσιν, ἐλάττων δ’ ἐπὶ ταῖς μικροτέραις
5. συμπίπτει. κενώσαντα δὲ τὸ σύμμετρον οὐ μετὰ
6. πολὺ διδόναι τῶν ῥυπτικῶν τινα τροφῶν ἢ φαρμάκων. ἔστι
7. δ’ οὐ πολλὰ τὰ τοῦτο δυνάμενα ποιεῖν ἐν πυρετοῖς, ἀλλ’
8. ὡς εἴρηται καὶ πρόσθεν, ἐν τῷ τροφῆς μὲν λόγῳ ἡ πτισάνη
9. τ’ ἐστὶ καὶ μελίκρατον, ἐν φαρμάκοις δὲ τό τε ὀξύμελι
10. καὶ ὅσα τῷ μελικράτῳ συνεψεῖν οἶόν τε, ὡς καλαμίνθη
11. καὶ ὕσσωπον καὶ ὀρίγανον καὶ ἕρπυλλον καὶ ἴρις καὶ σέλινον.
12. ἀλλὰ ταῦτά γε πάντα πλέον ἢ δεῖ θερμὰ καὶ διὰ
13. τοῦτο ἐξάπτει τοὺς πυρετοὺς ὥσπερ οἶνος. ὀξύμελι δὲ μόνον
14. οὔτε τοὺς πυρετοὺς ἐξάπτει καὶ ῥύπτει γενναίως, ὡς
15. διαλύειν μὲν ὅσα γλίσχρα καὶ παχέα, τοὺς πόρους δ’ ἐκφράττειν.
16. ἐν δὲ τῷ μεταξὺ μελικράτου τε καὶ ὀξυμέλιτος
17. εἴη ἂν τὸ καλούμενον ἀπόμελι, χρῶνται δ’ αὐτῷ κατὰ
18. τὴν Πελοπόννησον πλεῖστον. θείη δ’ ἄν τις εὐλόγως, οἶμαι,
1. καὶ τὸ σάκχαρ ἐν τοῖς τοιούτοις. ἐπὶ δὲ τῇ τοιαύτῃ τροφῇ
2. παραφύλαττε πόσον ἀφαιρεῖται τῆς πυρετώδους θερμασίας.
3. εἰ γάρ σοι φαίνοιτο κατὰ τὴν τρίτην ἡμέραν ἕωθεν ἐλάχιστόν
4. τι λείπεσθαι τοῦ πυρετοῦ, μήτε τοῦ τῆς σήψεως τῶν χυμῶν
5. σημείου παρόντος ἐν τοῖς σφυγμοῖς μήτ’ ἐν τοῖς οὔροις τοῦ
6. τῆς ἀπεψίας, ἡ δ’ ὕποπτος ὥρα καθ’ ἣν εἰσέβαλεν ὁ πυρετὸς
7. ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ἐξωτέρω τῆς μεσημβρίας εἴη, θαῤῥῶν
8. λοῦε τὸν ἄνθρωπον ὅσον οἷόν τε τάχιστα πρὸ πολλοῦ
9. τῆς ἕκτης ὥρας. ἱκανὸν δὲ κᾂν ἐντὸς τρίτης ὥρας ξυμπληρωθῇ
10. τὸ λουτρόν. οὕτω δὲ καὶ εἰ δεκάτην ὥραν ὑποπτεύοις,
11. ἄχρι τῆς ἑβδόμης λούειν ἐγχωρεῖ, τριῶν ἢ τεττάρων ὡρῶν
12. ἰσημερινῶν αὐταρκεστάτων οὐσῶν εἰς διάστημα τοῦ τε βαλανείου
13. καὶ τοῦ παροξυντικοῦ καιροῦ. χρὴ δ’ ἐν τῷ βαλανείῳ
14. προαλείψαντα καὶ προανατρίψαντα μετριώτατα διαῤῥύπτειν
15. τε καὶ ἀποπλύνειν ἔξωθεν τὸ σῶμα. τὴν δ’ ὕλην τῶν ῥυπτικῶν
16. ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν ἔχεις. ἐκλέγειν
17. οὖν ἐκεῖθεν δεῖ τὰ πρὸς τὸ παρὸν ἁρμόττοντα· διῄρηται γὰρ
18. ἐν αὐτοῖς ὅσα τε μᾶλλον αὐτῶν ὅσα θ’ ἧττον ῥύπτει. λεχθήσεται
1. δὲ καὶ νῦν ἕνεκα παραδείγματος ὀλίγα. μετριώτατα
2. μὲν οὖν ῥύπτει τό τε τῶν ὀρόβων ἄλευρον καὶ τὸ τῶν κριθῶν
3. καὶ τὸ τῶν κυάμων, ἔτι καὶ τὸ μελίκρατον τὸ ὑδαρές·
4. μᾶλλον δὲ τούτων ἴρις καὶ πάνακος ῥίζα καὶ ἀριστολοχία
5. καὶ τὸ μέτριον ἐν τῇ κράσει μελίκρατόν ἐστιν, ὥσπερ γε καὶ
6. τοῦδε μᾶλλον ὅταν ἀκρατέστατον ᾖ. γίνεται δὲ τοιοῦτο τῷ
7. μέλιτι μιχθέντος ὕδατος βραχέως, ὡς χυθὲν τοῖς μικροῖς τοῦ
8. δέρματος εὐκόλως ἐνδῦναι πόροις. ἔτι δὲ τοῦδε μᾶλλον ὁ
9. ἀφρὸς τοῦ νίτρου καὶ τὸ νίτρον αὐτὸ καὶ τὸ ἀφρόνιτρον.
10. εἶναι δὲ χρὴ τὸ μὲν νίτρον λεπτομερὲς, οἷόν πέρ ἐστι τὸ Βερενίκιον·
11. εἰ δὲ τὸ λιθῶδες εἴη, καίειν τε καὶ λειοῦν ἀκριβῶς
12. αὐτό. μέλι δὲ τὸ καθαρώτατον καὶ δριμύτατον, οἷόν πέρ
13. ἐστι τὸ Ὑμήττιον. ἔστι δὲ δήπου καὶ ὁ σάπων ὀνομαζόμενος
14. ἐν τοῖς μάλιστα ῥύπτειν δυναμένοις. ἅλις ἔστω σοι παραδειγμάτων
15. τῆς τῶν ῥυπτόντων ὕλης. μετιέναι γὰρ ἤδη καιρὸς
16. ἐπὶ τὰ μετὰ τὸ λουτρόν. ἔστι δ’ οὐ πολλά· πλὴν γὰρ ὕδατος
17. ἔχοντος ἐναφηψημένων αὐτῷ σέλινον ὀλίγον, οὐδὲν αὐτοῖς
1. δοτέον, κᾂν τὸ μεταξὺ τοῦ τε λουτροῦ καὶ τῶν ὑπόπτων
2. διάστημα τριῶν ὡρῶν ἔσεσθαι στοχαζώμεθα. περὶ μέντοι
3. τὴν ἑσπέραν καὶ θᾶττον ὥραις δυοῖν τοῦ κατὰ τὴν πρώτην
4. ἡμέραν εἰσβεβληκότος παροξυσμοῦ καὶ λοῦσαι δυνατὸν ἕωθεν
5. καὶ θρέψαι μόνον πτισάνης χυλῷ. εἶτα εἰ μὲν μηδόλως ἐνέγκοιεν
6. αἱ ὧραί τι, λούειν αὖθις εἰ βούλοιτο καὶ τρέφειν, ὧν
7. εἴρηκα σκοπῶν ἐχόμενον. εἰ δέ τι γένοιτο, παραβάλλειν τε
8. τοῦτο τῷ κατὰ τὴν πρώτην ἡμέραν παροξυσμῷ, συνεπισκοπεῖσθαι
9. τά τε οὖρα καὶ τοὺς σφυγμούς· ἅπαντα δὲ δήπου
10. φαίνεταί σοι μέτρια, βραχείας ὑπολειπομένης ἐμφράξεως,
11. ὥστε καὶ λούσεις τῇ τετάρτῃ τῶν ἡμερῶν αὐτὸν καὶ θρέψεις
12. τῶν εἰρημένων σκοπῶν ἐχόμενος· ἐλπίσεις τε μηδὲν ἔτι τῇ
13. πέμπτῃ συμπεσεῖσθαι. μεγάλης δὲ τῆς ἐμφράξεως γεγενημένης
14. οὐκέτ’ ἂν ὁ τοιοῦτος ἐκ τῶν ἐφημέρων εἴη πυρετῶν. ὥστε εἰς
15. τὸν ἑξῆς ἀναβεβλήσθω λόγον, ἐν γάρ τοι τῷδε περὶ τῶν ἐφημέρων
16. μόνων πρόκειται διελθεῖν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 8.4, ed. Kühn, 1825, vol. 10, p. 563-570. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:8.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩