17. Ἐπεὶ τοίνυν ἐφήμεροι πυρετοὶ ταῖς ὑποκειμέναις
18. κράσεσι τῶν σωμάτων ἐπιγίγνονται πολλάκις καὶ
1. ἀπεψίαις σιτίων, ἑξῆς ἂν εἴη περὶ αὐτῶν διελθεῖν. χειρίστη
2. μὲν οὖν ἐστιν ἐν ταῖς τοιαύταις κράσεσιν ἀπεψία καὶ
3. τάχιστ’ ἀνάπτει πυρετὸν, ἐν ᾗ διαφθείρεται τὰ σιτία πρὸς
4. τὸ κνισῶδές τε καὶ καπνῶδες· ὡς ἥ γε εἰς ὀξύτατον τρέπουσα
5. σπανιάκις τε γίγνεται ταῖς τοιαύταις φύσεσι καὶ ἧττον βλάπτει.
6. λεχθήσεται δὲ ὑπὲρ ἑκατέρας ἰδίᾳ ἡμῖν τὴν ἀρχὴν ἀπὸ
7. τῆς πλειστάκις τε γιγνομένης αὐτῆς καὶ μᾶλλον βλαπτούσης
8. ποιησαμένοις. ἔστι δ’, ὡς εἴρηται, κνισώδης τέ τις αὕτη καὶ
9. καπνώδης, ἔλαττον μὲν ὑπάρχουσα κακὸν, εἰ καταῤῥήξειεν ἡ
10. γαστὴρ, οὐ μικρὸν δὲ εἰ ἐπισχεθείη. πυρέττουσι γὰρ ἐπὶ
11. ταῖς ἐπισχέσεσιν αὐτῆς ἑτοίμως αἱ κακόχυμοι φύσεις καὶ μάλισθ’
12. ὅταν ἐπὶ τὰς συνήθεις τράπωνται πράξεις, ὑπεριδόντες
13. τοῦ μένειν ἔνδον ἐφ’ ἡσυχίας ἐν τῇ στρωμνῇ. πυρέττουσι δ’
14. ἔνιοι καὶ τῶν ἁλόντων διαῤῥοίαις ἐπ’ ἀπεψίᾳ, συναυξανομένης
15. αὐτοῖς τῆς πυρετώδους διαθέσεως, οὐχ ἥκιστα κᾀκ τοῦ
16. πλήθους τῶν ἐξαναστάσεων. εἰ δὲ καὶ δῆξίς τις, ἢ πόνος, ἢ
17. θερμότης ἄμετρος ἐν τοῖς κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα
18. γένοιτο, πολὺ δὴ μᾶλλον ἐντεῦθεν ἡ πυρετώδης αὐξάνεται
1. διάθεσις. ἴασις δ’ οὐχ ἡ αὐτὴ τῶν ἐπισχεθέντων τοῖς ἐκκρίνουσι·
2. λεκτέον οὖν ὑπὲρ ἑκατέρων ἐν μέρει· φανεῖται γὰρ
3. οὕτως οὐ μόνον ὅπῃ διαλλάττουσιν, ἀλλὰ καὶ ὅσον ἐν ἀμφοτέροις
4. κοινόν. εἰ μὲν δὴ φαίνοιτο μόνα τὰ διεφθαρμένα κεκενῶσθαι,
5. λουτέον τ’ ἐστὶ καὶ θρεπτέον ἐν τῇ παρακμῇ τοῦ
6. πυρετοῦ, πρόνοιάν τινα τῶν κατὰ τὴν γαστέρα ποιησαμένοις
7. πρότερον. εἰ δ’ οὕτως εἴη πολλὴ κένωσις ἤτοι γεγονυῖα
8. πρόσθεν ἢ καὶ νῦν ἔτι γιγνομένη κατὰ τὸν ἄνθρωπον
9. ὡς κεκμηκέναι τὴν δύναμιν, ἄμεινον θρέψαι χωρὶς τοῦ λοῦσαι
10. προνοησαμένους τῶν κατὰ τὴν γαστέρα. πρόνοια δ’ ἐπὶ τῶν
11. οὕτως ἐχόντων, εἰ μὲν μηκέτι γίγνοιτο κένωσις, ἐμβροχὴ δι’
12. ἐλαίου τε καὶ ἀψινθίου· χρὴ δὲ προδιαβρέχειν ὕδατι ζέοντι τὸ
13. ἀψίνθιον, ὅπως μὴ κνισωθείη. καὶ εἴ γέ τις αἴσθησις ὑπολείποιτο
14. κατὰ τὴν γαστέρα δήξεως ἢ πόνου, πίλημα μετὰ τὴν
15. ἐπιβροχὴν ἤτοι θερμὸν καὶ ξηρὸν ἢ βεβρεγμένον μὲν ἐλαίῳ ἐν
16. ᾧ τὸ ἀψίνθιον ἀπεζέσθη, τὸ πλεῖστον δ’ ἐκπεπιεσμένον ἐπιβάλλειν
17. χρή. κάλλιον δ’ εἰ παρείη μύρον νάρδινον ἐπιμελῶς
1. ἐσκευασμένον, ἐν ἐκείνῳ δεύσαντα κατὰ τὸν αὐτὸν τρόπον
2. ἐπιτιθέναι τὸ πίλημα. καὶ πολύ γε κάλλιον, εἰ πορφύρα
3. τοῦτ’ εἴη θαλαττία· καὶ κάλλιστόν γε εἰ Τυρία ἀρίστη τυγχάνοι·
4. λεπτομερεστέραν γὰρ ἔχει τὴν στύψιν ἥ τε τοιαύτη
5. πορφύρα καὶ ἡ ἀρίστη νάρδος, ὥστε διὰ τοῦ βάθους διεξέρχεσθαι
6. τῶν κατὰ τὴν γαστέρα σωμάτων, ἡ δύναμις αὐτῶν
7. ξηραινόντων καὶ θερμαινόντων καὶ τονούντων. εἰ δ’ ἀτονώτερον
8. ὑπάρχει τὸ στόμα τῆς γαστρὸς, ὅπερ καὶ στόμαχον
9. ὀνομάζειν εἰθίσμεθα καταχρώμενοι τῇ προσηγορίᾳ, καὶ τῆς
10. Χίας μαστίχης ἐν τῇ νάρδῳ λειώσαντες, ὡς γλοιῶδες γενέσθαι,
11. δεύσαντες ἐξ αὐτοῦ, τὴν πορφύραν ἐπιθήσομεν. ἔστω δὲ θερμὸν
12. ἱκανῶς ἕκαστον τῶν τοιούτων κατὰ τὴν πρώτην ἐπιβολήν·
13. ἐκλύει γὰρ ἅπαντα τὰ χλιαρὰ τὸν τόνον τῆς γαστρός.
14. οἶσθα δὲ καὶ ὡς ἐπ’ ἀγγείου διπλοῦ προϋποβεβλημένου κατὰ
15. τὸ ἕτερον αὐτῶν τὸ μεῖζον ὕδατος ζέοντος, ἔθος ἡμῖν ἐστι
16. θερμαίνειν τὰ μύρα· διαφθείρεται γὰρ ἡ δύναμις αὐτῶν ἑτέρως
17. θερμανθέντων. ἔτι δὲ ὑπιούσης τῆς γαστρὸς ἄμεινον
18. χρῆσθαι μηλίνῳ καλλίστῳ τε καὶ προσφάτῳ, τὸν αὐτὸν τρόπον
1. τῇ νάρδῳ· χρηστὸν δ’ εἰς τὰ τοιαῦτα σύμπαντα καὶ τὸ
2. μαστίχινον. οὐχ ἥκιστα δὲ καὶ τὰ τῆς τρυφῆς ἕνεκα τῶν διατεθρυμμένων
3. γυναικῶν σκευαζόμενα μύρα ταυτὶ τὰ πολυτελῆ,
4. χρήσιμα πρὸς τὰς τοιαύτας διαθέσεις τῆς γαστρὸς, ἅπερ
5. ἔοικεν ὑπὸ τῆς ἐν Ῥώμῃ τρυφῆς εὑρεθέντα καὶ τὰς προσηγορίας
6. ἔχειν Ῥωμαϊκάς· ὀνομάζεταί γέ τοι σπικάτα γε
7. καὶ φουλιάτα. μὴ φερόντων δὲ τῶν καμνόντων τὴν ζώνην,
8. ἤτοι γ’ ἐξ ἔθους ἢ τρυφῆς, ἐγχωρεῖ διὰ κηρωτῆς ἀνύειν
9. ταὐτόν. ἔστι δ’ εἰς τὰ τοιαῦτα καλλίστη κηροῦ Τυῤῥηνικοῦ
10. τηχθέντος ἐν μύρῳ ναρδίνῳ, ψυχθείσῃ καὶ ξυσθείσῃ τῇ
11. κηρωτῇ μιχθείσης λείας ἀκριβῶς ἀλόης τε καὶ μαστίχης.
12. ἑκάστου δὲ αὐτῶν τὸ πλῆθος εἶναι χρὴ τοσόνδε· κηροῦ μὲν
13. καὶ νάρδου τὸ ἴσον, ἀλόης δὲ τὸ ὄγδοον· ὥσπερ οὖν καὶ
14. τῆς μαστίχης, ἢ εἰ βούλει βραχύ τι ταύτης πλέον. εἰ δὲ
15. καὶ τῶν εἰρημένων τι μύρων τῶν πολυτελῶν ἀναμίξαις τῇ
16. κηρωτῇ, βέλτιον ἔσται σοι τὸ φάρμακον. ἐγκαιομένης δὲ
17. τῆς γαστρὸς, ὡς καὶ φλεγμονώδη διάθεσιν ἐν αὐτῇ ξυνίστασθαι
18. δοκεῖν, ἀμείνων ἡ κηρωτὴ ἡ διὰ τοῦ μηλίνου γιγνομένη.
1. πολλὰ δὲ καὶ ἄλλα φάρμακα τὰ μὲν δι’ οἰάνθης
2. ἐστὶ, τὰ δὲ δι’ ὑποκυστίδος καὶ βαλαυστίου καὶ φοινίκων
3. σαρκὸς, ἐπιτήδεια καὶ ψύχειν τὴν γαστέρα καὶ ῥώμην ἐντιθέναι.
4. τούτων οὖν ἐκλέγου τὸ κάλλιστον εἰς τὰ παρόντα
5. πρὸς τοὺς εἰρημένους σκοποὺς ἀποβλέπων. τρέφειν δ’ ἑξῆς
6. τοῖσδε χρή· ῥεούσης μὲν ἔτι τῆς γαστρὸς, ἀλφίτοις τε καὶ
7. τοῖς καλουμένοις ὀξυλιπέσιν ἄρτοις, ὀλίγιστον ὄξους ἔχουσιν,
8. οὐχ ὡς ἐπὶ δυσεντερίας ἢ χρονίας διαῤῥοίας εἰώθαμεν
9. σκευάζειν. ἐπιπάττειν δὲ τὸ ἄλφιτον, ἐνίοτε μὲν ὕδατι
10. θερμῷ δαψιλές, ἐνίοτε δ’, ὅταν ἡ γαστὴρ ἔτι ἐκκρίνῃ, πλέον
11. τοῦ δέοντος ἤτοι ῥοιᾶς, ἢ ἀπίων, ἢ μήλων χυλῷ καὶ μάλιστα
12. τῶν κυδωνίων. εἰ δ’ ἥδιον τοῖς κάμνουσι καὶ ἀφέψημά
13. τι παρασκευάζοντας ἀπίων, ἢ μήλων, ἢ μύρτων,
14. ἐπιπάττειν αὐτοῖς τὸ ἄλφιτον. εἰ δὲ μηκέτ’ ἐκκρίνει ἡ γαστὴρ,
15. ὅ τε χόνδρος ἱκανὸς ὁμοίως ἠρτυμένος πτισάνῃ,
16. τουτέστιν ὄξους ἔχων, τό τε δι’ αὐτοῦ ῥόφημα χωρὶς ὄξους
17. οἵ τε ὄρχεις τῶν ἀλεκτρυόνων καὶ οἱ πετραῖοι τῶν ἰχθύων
1. ἐκ τοῦ λευκοῦ ζωμοῦ καί τις τῶν στυφουσῶν ὀπωρῶν καὶ
2. μόνη καὶ μετ’ ἄρτου. ταύτας δὲ πολὺ μᾶλλον ἐπιδώσεις,
3. ἔτι ῥεούσης τῆς γαστρός. εἰ δ’ ἀνορέκτως ἔχοιεν, ὡς ἀπεστράφθαι
4. τὰ σιτία, γίνεται γὰρ καὶ τοῦτο πολλοῖς τῶν
5. ἁλόντων διαῤῥοίαις ἐπ’ ἀπεψίᾳ, τοῦ διὰ τῶν κυδωνίων μήλων
6. χυμοῦ προσδοτέον αὐτοῖς ὅσον κοχλιάριον ἓν ἢ δύο·
7. εἰ δὲ μὴ παρείη τοῦτο, τὸ διὰ τῆς σαρκὸς αὐτῶν. εἴρηται
8. δ’ ἡ σύνθεσις τῶν τοιούτων φαρμάκων ἐν τοῖς ὑγιεινοῖς.
9. οὕτω μὲν ἐν τῇ πρώτῃ παρακμῇ τοὺς ἐπ’ ἀπεψίᾳ πυρέξαντας
10. ἰᾶσθαι προσήκει, τῆς γαστρὸς ἐκκρινούσης. εἰ δ’ ἐπέχοιτο
11. τελείως, ἁψάμενος πρότερον τῶν ὑποχονδρίων, εἶθ’
12. ὅλης τῆς γαστρὸς, ἐπίσκεψαι σαφῶς εἰ ὑπελήλυθεν εἰς τὸ
13. λεπτὸν ἔντερον, ἢ εἰς τὸ κῶλον, ἡ τροφή. κᾄπειτ’ ἐρώτησον
14. ἑξῆς τὸν κάμνοντα κατὰ τί μὲν αἰσθάνεται μάλιστα
15. μέρος, ἤτοι δήξεως ἢ βάρους, ὁποῖαι δέ τινες αἱ ἐρυγαί.
16. διαγνοὺς δ’ ἐκ τούτων ἐν ᾧ μάλιστα μέρει τῆς συμπάσης
17. γαστρός ἐστιν ἡ τροφὴ, μετεώρου μὲν οὔσης ἔτι τοῦ διὰ
1. τῶν τριῶν πεπέρεων διδόναι μὴ τοῦ φαρμακώδους, ἀλλ’
2. ὅπερ ἐπῃνέσαμεν ἐν τοῖς ὑγιεινοῖς ὡς ἁπλούστατόν τε καὶ
3. τοῖς ἠπεπτηκόσιν ἐπιτήδειον· εἶθ’ ἑξῆς αἰονᾷν ὑποχόνδριά
4. τε καὶ σύμπασαν τὴν γαστέρα. τοῦτο δὲ κᾂν ἤδη κατωτέρω
5. προήκῃ τὰ διεφθαρμένα, τῷ μᾶλλόν τε καὶ ἧττον ἐξαλλάττοντα·
6. πλέονος γὰρ δεῖται καὶ χρόνου καὶ καταντλήσεως
7. εἰς τὴν παρασκευὴν τῶν ἐφεξῆς πρακτέων οἷς ἔτι
8. μετέωρός ἐστιν ἡ διεφθαρμένη τροφὴ κατὰ τὴν γαστέρα. κινηθείσης
9. δ’ αὐτῆς ἀξιολόγως ἐπὶ τὰ κάτω, συμπράττειν ἤτοι
10. διὰ τῶν προσθέτων ἢ διὰ κλυσμάτων πρᾴεων, εἰ μὲν δῆξις
11. συνείη, ταύτην πραΰνοντας· εἰ δ’ ἐμπνευμάτωσις ἐκείνην, καθιστῶντας·
12. εἰ δὲ μηδέτερον, ἐκ μέλιτος καὶ ὕδατος ἐλαίου
13. τε βραχέως συντιθεμένου τοῦ κλύσματος. ἔνθα δὲ εἴη σφοδροτέρα
14. δῆξις, ἔλαιον Σαβῖνον ἐπιτηδειότερον ἐνιέναι τηχθέντος
15. στέατος ἐν αὐτῷ χηνός· εἰ δὲ μὴ παρείη τοῦτο, τοῦ
16. τῆς ἀλεκτορίδος· εἰ δὲ μηδὲ τοῦτο, τοῦ τῆς αὐγός· ἀποροῦντες
17. δὲ καὶ τοῦδε, κηροῦ βραχύ τι προσεπεμβάλλειν τῷ ἐλαίῳ,
18. καὶ μᾶλλον εἰ πεπλυμένος εἴη. τὰς δὲ ἐμπνευματώσεις ἰᾶσθαι
1. συνέψοντας τῷ ἐλαίῳ πηγάνου τέ τι καὶ τῶν ἀφύσων σπερμάτων
2. σελίνου καὶ κυμίνου καὶ μαράθρου καὶ σίνωνος, ὅσα
3. τ’ ἄλλα τοιαῦτα. κενωθείσης δὲ τῆς γαστρὸς, αὐτίκα τρέφειν
4. τὰ μὲν ἄλλα παραπλησίως τοῖς ἔμπροσθεν εἰρημένοις, ἀφαιρεῖν
5. δὲ τὰ στύφοντα εἰ μὲν οὖν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν
6. εἰς ἑσπέραν πραχθείη ταῦτα, ἢ νυκτὸς ὥρας ἡστινοσοῦν, προνοεῖσθαι
7. χρὴ κατὰ τὰ παραπλήσια καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν,
8. καὶ λούεσθαί γ’ ἐν αὐτῇ συγχωρεῖν, ἐὰν ἀκριβῶς ἀπύρετος
9. ᾖ. κᾀπειδὰν τῆς ἐπιούσης νυκτὸς ἀλύπως ὑπνώσῃ,
10. τελέως ἤδη νομίζειν ὑγιαίνειν αὐτόν. εἰ δ’ ἡ μετὰ τὴν ἀπεψίαν
11. ἡμέρα μετὰ τῆς ἐπιούσης νυκτὸς ἐνέγκοι τὸν πυρετὸν,
12. ὡς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν, προνοηθῆναί τε καὶ τραφῆναι
13. τὸν ἄνθρωπον. ἐνέγκοι δέ τι εἰ καὶ ἡ διὰ τρίτης νὺξ βραχὺ
14. πυρετῶδες, οὐδ’ οὕτως χρὴ δεδιέναι, ἀλλὰ καὶ τούτους
15. ἐπὶ τῆς ἐρχομένης ἡμέρας καὶ λούειν καὶ τρέφειν, ἅπαντά τε
16. τἄλλα ποιεῖν ἀνάλογον ἐπ’ αὐτῶν, ὡς ἔμπροσθεν διῄρηται.
17. τὰς δ’ εἰς ὀξεῖαν ποιότητα μεταβολὰς τῆς ἀπεπτηθείσης τροφῆς
18. οὔτε γιγνομένας ἐστὶν ἰδεῖν ἐν ταῖς τοιαύταις φύσεσιν,
1. ὅτι μὴ σπανίως, ἐπὶ τροφαῖς ἑτοίμως ὀξυνομέναις οὔτε πυρετὸν
2. ἀναπτούσας ἐφήμερον, ὥσπερ οὐδὲ τὰς βραδυπεψίας· ὡς
3. εἴ γέ ποτε διὰ τοιαύτην ἀπεψίαν πυρέξειαν αἱ πικρόχολοι κράσεις,
4. ἔμφραξίν τε καὶ σῆψιν χυμῶν ὑποπτεύειν προσήκει, περὶ
5. ἧς ἀκριβέστερον ἑξῆς διοριῶ κατὰ τὸν περὶ σήψεων λόγον.
6. νυνὶ δὲ τῇ τῶν ἐφημέρων πυρετῶν διδασκαλίᾳ τοσοῦτον ἐπιπροσθεὶς
7. ἀπαλλάξομαι. καπνώδης ἀναθυμίασις οὐκ ἄν ποτε
8. γένοιτο διὰ βραδυπεψίαν, ἢ ἀπεψίαν ὀξυρεγμιώδη. ψυχροὶ
9. γὰρ ἀτμοὶ ἐκ τῶν τοιούτων χυμῶν ἀποῤῥέουσιν ὀλίγιστοι
10. παντάπασιν, οὐκ ἀναθυμιάσεις πολλαὶ καπνώδεις τε καὶ λιγνυώδεις·
11. οὐδὲ γὰρ οὐδ’ ἐπὶ τῶν ἐκτὸς ἑτέρως ἔστιν ἰδεῖν
12. καπνὸν ἢ λιγνὺν, ἀλλὰ καπνὸν μὲν ἐπὶ ταῖς ἡμικαύστοις ὡς
13. ἂν εἴποι τις ὕλαις, λιγνὺν δὲ ἐπὶ ταῖς ὑπεροπτηθείσαις τε καὶ
14. καυθείσαις· ἔστι γὰρ ἡ μὲν λιγνὺς ἀναθυμίασις γεώδης, ὁ
15. δὲ καπνὸς συμμιγὴς ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας·
16. οὐ μὴν οὐδ’ ὅπως χρὴ προνοεῖσθαι τῶν βραδυπεπτησόντων
17. καὶ ὀξῶδες ἐρυγγανόντων ἀκούειν χρὴ ποθεῖν ἐν τῷδε· τῆς
18. γὰρ ὑγιεινῆς πραγματείας ἐστὶν ὁ περὶ τούτων λόγος. ἐνταῦθα
1. δὲ μόνον τῶν τοιούτων ἀπεψιῶν μνημονεύσομεν αἷς πυρετὸς
2. ἕπεται. ἐπεὶ τοίνυν ἐφήμερος μὲν οὐχ ἕπεται πυρετὸς ταῖς
3. ὀξυρεγμιώδεσιν ἀπεψίαις, ὁ δὲ ἐπὶ σήψει χυμῶν ἕπεταί
4. ποτε, δεόντως εἰς τὸν ὑπὲρ ἐκείνων λόγον ἀνεβαλλόμην
5. περὶ τῶν τοιούτων ἀπεψιῶν ἐρεῖν· οὐδὲ τότε καθ’ ὃν ἐν
6. τοῖς ὑγιεινοῖς τρόπον. ἐν ἐκείνοις μὲν γὰρ εἴπομεν ὁποῖ’ ἄττα
7. χρὴ πρᾶξαι τὸν ἀπεπτήσαντα περὶ τὸν τῆς ὑγείας καιρόν·
8. ἐνταῦθα δὲ ὁποῖα κατὰ τοὺς ταῖς ἀπεψίαις ἀκολουθήσαντας
9. πυρετούς.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 8.5, ed. Kühn, 1825, vol. 10, p. 570-580. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:8.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩