10. Σχεδὸν εἴρηταί μοι πάντα περὶ τῶν
11. ἐφημέρων πυρετῶν· οἱ γὰρ ἐπὶ βουβῶσι πυρέξαντες οὐδὲ
12. πυνθάνονται τῶν ἰατρῶν ὅ τι χρὴ ποιεῖν· ἀλλὰ τοῦ θ’ ἕλκους
13. ἐφ’ ᾧπερ ἂν ὁ βουβὼν αὐτοῖς εἴη γεγεννημένος, αὐτοῦ τε τοῦ
14. βουβῶνος προνοησάμενοι, λούονται κατὰ τὴν παρακμὴν τοῦ
15. γενομένου παροξυσμοῦ. κᾂν φθέγξηταί τις τηνικαῦτα διάτριτον,
16. ἅπαντες καταγελῶσι καὶ σχολαστικὸν ἀποκαλοῦσι κατανοοῦντες,
17. οἶμαι, φύσει μὴ δεῖν ὑπερβάλλειν τὸ μηδόλως ἐσόμενον.
18. ἀξιοῦσί τε τοιούτους εἶναι τοὺς ἰατροὺς ἐν ἅπασι τοῖς ἄλλοις
1. ὅσα διαφεύγει τὰς αἰσθήσεις, οἷοί περ αὐτοὶ περὶ τὰ φαινόμενα.
2. τὸ δ’ ἐν ἅπασιν εἶναι τοιούτους οὐδὲν ἄλλο ἐστὶν ἢ
3. τὸ γινώσκειν ὁπηνίκα μὲν ἔσοιτο διὰ τρίτης ὁ παροξυσμὸς,
4. ὁπηνίκα δ’ οὐκ ἔσοιτο. καὶ μέν γε καὶ ψυχθέντες, ἢ ἐγκαυθέντες,
5. ἢ κοπιάσαντες, ἤ τι τοιοῦτον ἕτερον παθόντες, ἐπειδὰν
6. πυρέξαντες τύχωσιν, εἶτα τῆς ἐν ταῖς παρακμαῖς εὐφορίας
7. αἴσθησιν ἔχωσιν ὑγιεινῆς, οὐδὲ τότ’ ἀνέχονται τῶν τὴν διάτριτον
8. φθεγγομένων. ὃ γὰρ εἴωθα λέγειν πολλάκις, ὡς ἅπαντος
9. σοφιστοῦ τῶν ἰδιωτῶν ἕκαστος, ὃς ἂν ἔχῃ κατὰ φύσιν,
10. ἀληθέστερα δοξάζει, τοῦτο κᾀπὶ τῆς θειοτάτης αὐτῶν διατρίτου
11. θεάσασθαί σοι πάρεστι, καταγελωμένης ὑπὸ πάντων
12. τῶν κατὰ φύσιν ἐχόντων. ἔναγχος γοῦν τις ἰδιώτης ἐν
13. δείπνῳ πολυτελεῖ πλείω προσενεγκάμενος καὶ πιὼν ἧκε μὲν
14. οἴκαδε, σφαλλόμενός τε καὶ χειραγωγούμενος. ἐπιπολασάντων
15. δὲ αὐτῷ τῶν βαρυνόντων τὴν γαστέρα, πάντ’ ἐξεμέσας
16. αὐτὰ, διὰ νυκτὸς μὲν ἐπύρεξεν, ἐκοιμήθη δ’ ἐπὶ πολὺ τῆς
17. ἐπιούσης ἡμέρας· εἶτα διαναστὰς καὶ βραχέα περιπατήσας
18. ἐλούσατο καταγελάσας τοῦ τὴν διάτριτον αὐτῷ ἀναμένειν
1. συμβουλεύσαντος· ὅσον μὲν γὰρ ἐπ’ ἐκείνῳ καὶ τὴν ἑξῆς ἡμέραν
2. ἀσιτεῖν ἐχρῆν αὐτόν· ὅσον δ’ ἐπὶ τοῖς ἀληθέσι καὶ οἷς
3. αὐτὸς ἔπραξε λουσάμενος καὶ μετρίως διαιτηθεὶς καὶ κοιμηθεὶς
4. ἀμέμπτως, ἕωθεν ἀναστάντα τῶν συνηθῶν ἔχεσθαι ἐν
5. αὐτῇ τῇ διατρίτῳ, καθ’ ἣν ἀσιτεῖν αὐτὸν ἐχρῆν πειθόμενον
6. τοῖς διατριταρίοις ἰατροῖς, οὕτω γὰρ αὐτούς τις ἐπισκώπτων
7. ὠνόμαζε χαριέντως, καὶ δεδειπνηκότος δὲ ἤδη κατὰ τὸ σύνηθες
8. τοῦ ἀνθρώπου, παρὼν ὁ εὐτράπελος ἐκεῖνος ἐγελωτοποίει,
9. ἀναμιμνήσκων τὸν ἐμημεκότα τρίτης ἑσπέρας ὡς ἐχρῆν
10. αὐτὸν ἄρτι δυοῖν ἡμερῶν ἄσιτόν τε καὶ ξηρὸν καὶ ἄσης μεστὸν
11. κατακεῖσθαι, εἰς τὰς ὥρας ἀποβλέποντα κατὰ τὴν τῶν
12. διατριταρίων πρόσταξιν. ἔστι γὰρ, οἶμαι, καὶ τοῖς ἰδιώταις
13. εὔδηλα τὰ παρὰ τὴν ἐνάργειαν ἀποτετολμημένα. κᾀκ τούτου
14. δεόντως ἰατροὺς μὲν ἑτέρους εἶναί φασι, λογιατροὺς δ’ ἑτέρους.
15. πῶς γὰρ οὐ δίκαιοι τούτου τοῦ προσρήματός εἰσι
16. τυγχάνειν οἱ μὴ γινώσκοντες ἃ μηδεὶς ἰδιώτης ἀγνοεῖ; πῶς
17. δ’ οὐ καταγελᾶσθαι καὶ σκώπτεσθαι δικαιότατοι τυγχάνουσιν
18. ὄντες οἱ πρὸς τῷ τὰ τοιαῦτα ἀγνοεῖν Ἱπποκράτει ἑαυτοὺς
1. προκρίνοντες; ἀλλὰ τὴν μὲν ἐκείνων ἀναισθησίαν οὐδ’ ἂν ὁ
2. Ἑρμῆς ἅμα ταῖς Μούσαις ἰάσαιτο.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 8.6, ed. Kühn, 1825, vol. 10, p. 580-583. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:8.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩