Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 8.7, ed. Kühn, 1825, vol. 10, p. 583-586. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:8.7

3. Συντετελεσμένου δὲ ἡμῖν τοῦ περὶ
4. τῶν ἐφημέρων πυρετῶν λόγου κατὰ τὰς πικροχόλους φύσεις,
5. ἐφ’ ὧν τὸ μὲν θερμὸν στοιχεῖον τοῦ ψυχροῦ, τὸ δὲ ξηρὸν
6. τοῦ ὑγροῦ πλεονεκτεῖ, μεταβαίνωμεν ἤδη πρὸς ἑτέραν κρᾶσιν
7. τῶν σωμάτων οὐδὲν ἧττον τῆσδε κακόχυμον, ἐν ᾗ τὸ μὲν
8. θερμὸν τοῦ ψυχροῦ, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ κρατεῖ. σηπεδονώδεσι
9. γάρ τοι νοσήμασιν ἡ φύσις αὕτη ἁπασῶν μάλιστα
10. τῶν δυσκρασιῶν ἁλίσκεται, διότι καὶ καθ’ ὃν ὑγιαίνει χρόνον
11. ἐγγὺς σηπεδόνος ἐστὶν, ὡς ἔκ τε τῶν ἰδρώτων ἔνεστι τεκμαίρεσθαι
12. δυσωδῶν ὑπαρχόντων, οὐχ ἥκιστα δὲ καὶ τῶν οὔρων
13. καὶ τῶν διαχωρημάτων, ἔτι τε καὶ τῆς ἐκπνοῆς. οἵα γὰρ
14. ἡ τῶν τράγων κρᾶσίς ἐστι, τοιαύτη καὶ ἡ τῶν τοιῶνδε φύσεων.
15. ἕτοιμον οὖν αὐτὴν νοσεῖν ἐξ αἰτίου παντὸς ἄλλα τε
16. νοσήματα πολλὰ καὶ πυρετούς. οὔτε γὰρ ὁπόταν στεγνωθῇ
17. τὸ δέρμα, δυνατὸν τοῖς οὕτω κεκραμένοις μὴ πυρέττειν, οὔθ’
18. ὅταν ἀπεπτῶσιν ἰσχυρῶς, ἢ ἐγκαυθῶσιν, ἤ τι τοιοῦτον ἕτερον
1. πάθωσιν. αἱ μὲν οὖν στεγνώσεις μάλιστα τῶν κακοχύμων
2. ἅπτονται φύσεων. ὥστε οὐδὲν ἧττον αἱ πικρόχολοι κράσεις
3. τῶν σηπεδονωδῶν ἁλώσονται πυρετοῖς ἐπὶ στεγνώσει.
4. ὑπὸ δὲ τῶν κνισωδῶν ἀπεψιῶν ἑτοιμότερον αἱ ὑγραὶ καὶ
5. θερμαὶ βλαβήσονται φύσεις, ἃς ἀρτίως ὠνόμασα σηπεδονώδεις,
6. ἐπειδὴ ῥᾷστα σήπονται κατὰ ταύτας οἱ χυμοί. περὶ δὲ
7. τῶν ἐμφράξεων τί δεῖ καὶ λέγειν; ἃς διὰ τοῦτο μάλιστα
8. πυρετοὺς ἀνάπτειν ἔφαμεν, ὅτι σήψεις ἐργάζονται κατὰ τὰ
9. μὴ διαπνεόμενα σώματα. ἀλλὰ περὶ μὲν τῶν τοιούτων πυρετῶν
10. αὖθις ἐροῦμεν. οἱ δ’ ἐφήμεροι πάντες ἑτοιμότατα μὲν
11. ἐν ταῖς εἰρημέναις συνίστανται κράσεσιν, ἐπὶ πᾶσι τοῖς
12. αἰτίοις ὅσα μικρὸν ἔμπροσθεν εἴπομεν ἐπὶ τῶν πικροχόλων
13. φύσεων· ἴασιν δὲ παραπλησίαν αὐτοῖς ἔχοντες ἐν ὀλίγοις
14. πάνυ διαλλάττουσιν. ὑγρότεραι γὰρ αἱ φύσεις ὑπάρχουσαι,
15. φέρουσιν ἐκείνων μᾶλλον ἀσιτίαν τε καὶ δίψος. ὥσθ’ ἧττον
16. οὗτοι βλαβήσονται λιμαγχούμενοι πρὸς τῶν διατριταρίων
17. ἰατρῶν, ἐὰν μόνον ἀκωλύτως διαπνέωνται. διὰ ταύτα δὲ 
1. καὶ τῶν βαλανείων, ὡς μανούντων μὲν τὸ δέρμα δέονται
2. μᾶλλον, ἢ οὐχ ἧττόν γε τῶν πικροχόλων· ὡς ὑγραινόντων
3. δ’ οὐ δέονται. ὅσα δ’ ἐπὶ τῶν τοιούτων φύσεων εἴρηται,
4. ταῦτα κᾀπὶ τῶν ἐπικτήτων ἕξεων εἰρῆσθαι χρὴ νομίζειν.
5. ἔνιοι γὰρ ὑπάρχοντες εὔχυμοι φύσει πικρόχολοι γίγνονται,
6. συνελθόντων εἰς ἕνα χρόνον ἐνίοτε πλειόνων αἰτιῶν ξηραινόντων
7. τε καὶ θερμαινόντων τὸ σῶμα. φέρε γὰρ εἰς χωρίον
8. ἀφῖχθαι τὸν ἄνθρωπον ὥρᾳ θέρους θερμὸν καὶ ξηρόν·
9. εἶναι δὲ καὶ τὴν ἐν τῷ τότε χρόνῳ κατάστασιν θερμὴν καὶ
10. ξηράν· ἐσθίειν τ’ αὐτὸν ἐδέσματα θερμὰ καὶ ξηρά· καὶ φροντίζειν
11. καὶ λυπεῖσθαι καὶ ἀγρυπνεῖν καὶ θυμοῦσθαι καὶ πονεῖν
12. πάμπολλα· δύναιτο δ’ ἂν ὁ αὐτὸς ἄνθρωπος ἀφροδισίοις
13. τε συνεχέσι χρήσασθαι κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν ἡλίῳ τε
14. διατρίβειν τὰ πλείω καὶ πίνειν φαρμάκων ξηραινόντων τε καὶ
15. θερμαινόντων, ὥσπερ ἔνιοι μὲν τῆς θηριακῆς, ἔνιοι δὲ τῆς
16. ἀμβροσίας, ἔνιοι δὲ τῆς ἀθανασίας, ἴσμεν γὰρ δήπου τὰ καλούμενα
17. πρὸς τῶν νεωτέρων ἰατρῶν φάρμακα τοῖς τοιούτοις
18. ὀνόμασιν. ὅστις οὖν ἐν ἅπασι τοῖς εἰρημένοις ἐγένετο
1. θέρους, ἀναγκαῖον αὐτῷ θερμὸν καὶ ξηρὸν, καὶ διὰ τοῦτο
2. πικρόχολον εἶναι τὸ σῶμα, κᾂν ἔμπροσθεν εὐχυμότατον ἦν.
3. καὶ τοίνυν καὶ πυρέξει ῥᾳδίως οὗτος ἐπὶ πᾶσι τοῖς ἔμπροσθεν
4. εἰρημένοις αἰτίοις. οὕτω δὲ καὶ ὅστις εὔχυμος φύσει, χωρίον
5. εὔκρατον οἰκῶν, εἰς ἕτερον χωρίον ὑγρὸν καὶ θερμὸν ἐν ἦρι
6. μετέλθοι, καταστάσεως οὔσης θερμῆς καὶ ὑγρᾶς ἅπαντά τε
7. τὰ διαιτήματα θερμὰ καὶ ὑγρὰ ποιήσαιτο, καὶ οὗτος ὁμοίως
8. τῷ φύσει σηπεδονώδει τοῖς τ’ ἄλλοις ἁλώσεται νοσήμασιν
9. οἷσπερ κᾀκεῖνοι· καὶ πυρέξει τούς τ’ ἄλλους πυρετοὺς ὁμοίως
10. ἐκείνοις ἐπὶ τοῖς αὐτοῖς αἰτίοις, οὐχ ἥκιστα δὲ καὶ τὸν ἐφήμερον,
11. ὑπὲρ οὗ νῦν ὁ λόγος.

Cliquer un n° de page pour en afficher l’image