Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 8.8, ed. Kühn, 1825, vol. 10, p. 586-588. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:8.8

12. Ὀκτὼ δ’ οὐσῶν τῶν πασῶν δυσκρασιῶν,
13. ὡς ἐδείκνυμεν, ἑτοιμοτάτη μὲν εἰς πυρετοὺς ἡ θερμὴ καὶ
14. ξηρά· καὶ ἢν μή τις αὐτὴν, ὡς εἴρηται, διαιτήσῃ, τάχιστα
15. μεταπίπτουσιν ἀπ’ αὐτῶν εἰς τοὺς ὀξεῖς πυρετοὺς οἱ ἐφήμεροι.
16. ἐγγὺς δ’ αὐτῇ πυρετῶν γ’ ἕνεκα, καίτοι πρὸς ἄλλα γε ὑπάρχουσα
17. χείρων, ἡ θερμὴ καὶ ὑγρά. τρίτη δ’ ἐπὶ ταύταις ἐστὶν
18. ἡ ἁπλῆ δυσκρασία, καθ’ ἣν ἡ μὲν ἑτέρα τῶν ἀντιθέσεων ἡ
1. κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν ἄμεμπτος· ἐν δὲ τῇ λοιπῇ πλεονεκτεῖ
2. τὸ θερμόν. ἑτοιμοτέρα γὰρ ἥδε τῶν ὑπολοίπων καὶ
3. βλάπτεσθαι πρὸς ἁπάντων τῶν εἰρημένων αἰτιῶν καὶ μεταπίπτειν
4. ἐκ τῶν ἐφημέρων εἰς τοὺς πολυημέρους· οὐδὲν γὰρ
5. χεῖρον οὕτως αὐτοὺς ὀνομάσαι. ταύτῃ δ’ ἐφεξῆς ἐστιν, ἡ
6. κατὰ μὲν τὸ θερμὸν καὶ ψυχρὸν εὔκρατος, ἐπικρατοῦν δὲ τὸ
7. ξηρὸν στοιχεῖον ἔχουσα τοῦ ὑγροῦ. μεθ’ ἣν ἡ μέση πασῶν ἡ
8. εὔκρατός ἐστι κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις. αἱ δ’ ὑπόλοιποι
9. κράσεις αἱ τέτταρες οὔτε ῥᾳδίως ἁλίσκονται πυρετοῖς
10. ἐπὶ τοῖς εἰρημένοις αἰτίοις, οὔθ’ ἁλοῦσαί τινι τῶν ἐφημέρων,
11. ἐὰν ἀσιτήσωσι, μεταπίπτουσιν εἰς τοὺς πολυημέρους. ἀλλ’
12. ἔνιαί γε αὐτῶν, ἐπειδὰν τύχωσι πλῆθος ἠθροικυῖαι χυμῶν
13. ἄνευ διαφθορᾶς, ἀθροίζουσι δὲ αἱ τοιαῦται συνεχῶς, ὑπὸ
14. ἀσιτίας ὀνίνανται, μάλιστα μὲν ἡ ὑγρὰ καὶ ψυχρὰ, δευτέρα
15. δὲ ἡ ὑγρὰ, καὶ τρίτη μετὰ ταύτας ἡ ψυχρὰ, τετάρτη δ’ ἡ
16. ξηρὰ καὶ ψυχρά. ἐπὶ γὰρ τοῖς ἐφημέροις πυρετοῖς παυσαμένοις,
17. ὅταν ἀναγκασθῇ τις οὐδὲν δέον ὑπερβάλλειν τὴν δαιμονιωτάτην
1. διάτριτον· ἕτερος μὲν οὐκ ἂν ἐκ τῆς ἀσιτίας ἀναφθείη
2. πυρετὸς ἐν ψυχραῖς κράσεσι· κακοῦται δ’ ἡ ξηρὰ καὶ
3. ψυχρὰ μάλισθ’ ἕξις, ὥστε πολλοῦ χρόνου χρῄζειν ἵν’ εἰς τὸ
4. κατὰ φύσιν ἐπανέλθωσιν οἱ οὕτω δύσκρατοι. συνούσης μέντοι
5. τινος αὐτοῖς κατὰ τύχην ἐπικτήτου κακίας χυμῶν, ἐγχωρεῖ
6. μεταπεσεῖν ἐκ τῶν ἐφημέρων πυρετῶν εἰς τοὺς πολυημέρους,
7. ὅταν ἄσιτοι καὶ ἄλουτοι φυλαχθῶσι τὰς τρεῖς ἡμέρας.
8. ἡ μέν τοι ξηρὰ μὲν, ἀλλ’ εὔκρατος κατὰ τὴν ἑτέραν ἀντίθεσιν
9. φύσιν σώματος, ἐν ταῖς μακροτέραις ἀσιτίαις ἰσχνοῦται μὲν
10. τῆς ξηρᾶς καὶ ψυχρᾶς μᾶλλον, ἀνατρέφεται δὲ ῥᾷον ὑπὸ τῆς
11. προσηκούσης διαίτης.

Cliquer un n° de page pour en afficher l’image