12. Ἐξαλλαχθήσεται δὲ καὶ τοῖς τοιούτοις
13. ἅπασιν ἡ δίαιτα πολὺ δή τι πλέον ἢ τοῖς πρώτοις
14. ἁπάντων ῥηθεῖσι τῷ θερμῷ καὶ ξηρῷ καὶ ὑγρῷ. τὸν γοῦν
15. ὑγρὸν καὶ ψυχρὸν φύσει τῷ θερμῷ καὶ ξηρῷ κατ’ ἀμφοτέρας
16. τὰς δυσκρασίας ἐναντίως διακείμενον ἐναντίως διαιτήσομεν.
17. ἄμεινον δ’ οὐχ ἁπλῶς ἐναντίως εἰπεῖν, ἀλλὰ κατὰ τὴν ἐκ τῆς
18. κράσεως μόνης ἔνδειξιν, ὡς τήν γ’ ἐκ τοῦ πεπυρεχέναι τὸν
1. αὐτὸν πυρετὸν οὐχ ἑτέραν, ἀλλὰ τὴν αὐτὴν ἕξουσιν ἔνδειξιν
2. πάντῃ. λέλεκται γὰρ ἤδη πολλάκις ὡς τὸ μὲν κατὰ φύσιν
3. ἀεὶ χρῄζει τῶν ὁμοίων, τὸ δὲ παρὰ φύσιν τῶν ἐναντίων· εἴγε
4. τὸ μὲν φυλάττεσθαι σκοπὸς, τὸ δ’ ἀναιρεῖσθαι. πυρετὸς μὲν
5. οὖν ἅπας τῶν παρὰ φύσιν ἐστὶ καὶ διὰ τοῦτο χρῄζει διαίτης
6. ὑγρᾶς καὶ ψυχρᾶς. αἱ κράσεις δὲ ποτὲ μὲν τῶν ὁμοίων, ἔστι
7. δ’ ὅτε τῶν ἐναντίων χρῄζουσιν· αἱ μὲν γὰρ ἄμεμπτοι τῶν
8. ὁμοίων ἀεὶ, φυλάττειν γὰρ αὐτὰς προσήκει· αἱ δύσκρατοι
9. δ’, ὡς κᾀν τοῖς ὑγιεινοῖς ἐλέχθη, ποτὲ μὲν τῶν ὁμοίων, ἔστι
10. δ’ ὅτε τῶν ἐναντίων. καὶ τοῦτ’ εὐλόγως πεπόνθασιν, οὔτε
11. γὰρ ἀκριβῶς κατὰ φύσιν ὑπάρχουσι, πῶς γὰρ ἂν ἦσαν μεμπτέοι;
12. οὔτε πάντῃ παρὰ φύσιν ἔχουσι, διὰ παντὸς γὰρ ἂν
13. ἐνόσουν οἱ οὕτως κεκραμένοι· τῶν μὲν οὖν ὁμοίων δέονται
14. κατ’ ἄλλα τέ τινα περὶ ὧν αὖθις εἰρήσεται καὶ μέντοι καὶ
15. κατὰ τὰ ἕλκη πάντα· δέδεικται γὰρ ἤδη τοῦτο πολλάκις διὰ
16. τῶν ἔμπροσθεν. τῶν ἐναντίων δὲ κατὰ τὴν ὑγιεινὴν δίαιταν,
17. ὡς ἐν τοῖς ὑγιεινοῖς ἐπεδείκνυμεν· οὐδὲ τούτων διαπαντὸς,
1. ἀλλ’ ὅταν ἐπανορθοῦσθαι τὴν δυσκρασίαν αὐτῶν ἐθελήσωμεν.
2. εἶναι γὰρ ἡμῖν σκοπὸν διττὸν ἐπὶ τῶν ὑγιαινόντων,
3. ἤτοι φυλάττειν ὑγιαῖνον τὸ σῶμα κατὰ τὴν ἀρχαίαν κρᾶσιν,
4. ἢ καὶ ταύτην αὐτὴν βελτίω ποιεῖν. οὕτως οὖν, οἶμαι, κᾀν
5. τῷ διαιτᾷν τοὺς τὸν ἐφήμερον πυρέξαντας ἤτοι τῇ πυρετώδει
6. διαθέσει μόνῃ τὸ ἐναντίον, ἢ καὶ τῇ τοῦ κάμνοντος
7. δυσκρασίᾳ παραλήψομαι. κατὰ μέντοι τὴν εὔκρατον φύσιν
8. ἀναμφισβητήτως, ἀπὸ τοῦ πυρετοῦ μόνου τὴν τῶν ἐναντίων
9. ἔνδειξιν λαμβάνοντες, ὑγρὰν καὶ ψυχρὰν εἰς τοσοῦτον
10. ποιησόμεθα τὴν δίαιταν, εἰς ὅσον ἂν αὐχμωδέστερόν τε καὶ
11. θερμότερον ἑαυτοῦ φαίνηται τὸ σῶμα γεγονός. ἀλλὰ τοῦτο
12. μὲν εὔδηλόν τε καὶ εὐζήτητον, ἐπανέλθωμεν δ’ αὖθις ἐπὶ
13. τὰς δυσκράτους φύσεις. ἐπειδὴ γὰρ, ὡς ἐν τοῖς ὑγιεινοῖς
14. διῄρηται, τὰς τοιαύτας ἐγχωρεῖ μὲν καὶ φυλάττειν οἵας
15. παρελάβομεν, ἐγχωρεῖ δὲ καὶ μετακοσμεῖν ἐπὶ τὸ βέλτιον,
16. ἄμεινον οἶμαι τὴν ἐξάλλαξιν αὐτῶν τῆς διαίτης, ὅταν ἀμέμπτως
17. ὑγιαίνωσιν, οὐχ ὅταν ἤτοι νοσῶσιν ἢ δυσαρεστῶνται,
18. ποιεῖσθαι. χαίρουσι γὰρ αἱ φύσεις ἀεὶ τοῖς ἔθεσιν, ὡς
1. Ἱπποκράτης τε διὰ τῶν ἐναργεστάτων ἀπέδειξεν ἐν τῷ
2. περὶ διαίτης ὀξέων, ἅπασί τε σαφῶς φαίνεται τοῖς κατὰ
3. φύσιν ἔχουσι. τοὺς γάρ τοι δυσαρεστουμένους, ὅτι μὲν ἔξω
4. τοῦ χοροῦ τῶν κατὰ φύσιν ἐχόντων θετέον ἐστὶν, οὐκ ἄν
5. τις νοῦν ἔχων ζητήσειεν· εἴτε δ’ ἤδη παρὰ φύσιν, εἴτ’ οὐ
6. φύσει μόνον ἔχουσι, τοῦτ’ ἄν τις σκέψαιτο. καὶ μὴν εἴπερ
7. ἔνδειξίν τινα χρὴ κᾀκ τῶν ἐθῶν λαμβάνειν, εἰ μὲν ἤδη
8. φθάνοιμεν ἐκ πολλοῦ τὰς δυσκράτους φύσεις ἐναντίον τῇ
9. κρατούσῃ δυσκρασίᾳ διαιτῶντες, οὕτω καὶ δυσαρεστούντων
10. πράξομεν· εἰ δὲ μὴ τῶν ὁμοίων τῇ κράσει,
11. τὴν ἔνδειξιν ἕξομεν. οὕτω δέ μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης
12. γινώσκειν, ἐπειδὰν λέγῃ, αἱ ὑγραὶ πᾶσαι δίαιται τοῖσι πυρεταίνουσι
13. ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι καὶ τοῖσιν
14. ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι. τοῖς μὲν γὰρ
15. πυρεταίνουσιν ὑγραὶ δίαιται, καθόσον πυρεταίνουσιν ἐκ τῆς
16. τῶν ἐναντίων ἐνδείξεως ὠφέλιμοι· τοῖς δὲ παιδίοις ἐκ τῆς
17. τῶν ὁμοίων. ὡσαύτως δὲ καὶ τὴν ἀπὸ τῶν ἐθῶν ἔνδειξιν
18. ἔλαβεν, ὡς καὶ τὴν ἀπὸ τῆς ἡλικίας. ἥ τε γὰρ ἡλικία τῶν
1. κατὰ φύσιν οὖσα τῶν ὁμοίων ἑαυτῇ δεῖται διαιτημάτων,
2. ἥ τε ἐκ τοῦ ἔθους ἔνδειξις, ὥσπερ καὶ ἡ ἐκ τῆς ἡλικίας
3. ἐλήφθη· φυλάττειν γὰρ συμβουλεύει καὶ τοῦτο, καθάπερ
4. καὶ τὴν οἰκείαν τῆς ἡλικίας κρᾶσιν. ὥστε καὶ ἡμᾶς ἀπὸ
5. πάντων τῶν περὶ τὸν ἄῤῥωστον ἀεὶ χρὴ τὴν τοῦ συμφέροντος
6. εὕρεσιν ποιουμένους ἐπισκοπεῖσθαι πηνίκα μὲν ἀλλήλαις
7. αἱ ἐνδείξεις ὅμοιαι πᾶσαι, πηνίκα δ’ ἐναντίαι γίνωνται.
8. πασῶν μὲν γὰρ ὁμοίων οὐσῶν ἓν εἶδος ἀκριβὲς διαίτης
9. συστησόμεθα· μαχομένων δ’ ἀλλήλαις, τὰς ἰσχυροτέρας τε
10. καὶ πλείους προκρινοῦμεν, ὥσθ’ ἡμῖν ἐπικρατεῖσθαι μὲν ἐκ
11. τούτων τὸ τῆς διαίτης εἶδος, οὐ μὴν παρῶφθαι οὐδὲ τὸ
12. ἐναντίον. ἡ δ’ ἐπικράτησις ἐνίοτε μὲν ἑκατέρων κεραννυμένων
13. εἰς ἑνὸς βοηθήματος ὕλην, ἐνίοτε δ’ ἐν μέρει παραλαμβανομένων
14. γίνεται. κοινὸς μὲν οὗτος ὁ λόγος ἁπασῶν
15. τῶν ἐμπεπλεγμένων ἀλλήλαις ἐναντίων ἐνδείξεων. ὅπως δ’
16. αὐτὸν χρὴ μεταχειρίζεσθαι, ποτὲ μὲν αὐτῶν τῶν νοσημάτων
17. ἐπιπλεκομένων, ἔστι δ’ ὅτε ἑνὸς μὲν ὑπάρχοντος τούτου,
1. τὴν δὲ ἔνδειξιν ἐναντίαν ποιουμένου τῇ φυσικῇ κράσει
2. τοῦ κάμνοντος, ἢ τῇ νῦν ἐπικτήτῳ, τῇ θ’ ἡλικίᾳ καὶ τῷ
3. ἔθει καὶ τῷ χωρίῳ καὶ τῇ ὥρᾳ, δι’ αὐτῶν τῶν κατὰ μέρος
4. ἐπιδείξω. νῦν οὖν ἡμῖν προκειμένου κατὰ τὸν λόγον εὑρεῖν
5. ἐπιτήδειον δίαιταν ἑκάστῃ τῶν εἰρημένων δυσκρασιῶν, ὁ
6. κοινὸς τρόπος τῆς μεθόδου προχειρισθεὶς ὡς ἐπὶ παραδείγματος
7. ἐξεταζέσθω. φέρε γὰρ ἁλῶναι πυρετῷ δύο ἀνθρώπους
8. ἐν εὐκράτῳ μὲν χωρίῳ γεγενημένους καὶ τεθραμμένους,
9. οὐκ ὄντας δ’ ἐν αὐτῷ νῦν, ἀλλ’ ἐν μὲν θερμῷ καὶ ξηρῷ
10. τὸν ἕτερον, ἐν ὑγρῷ δὲ καὶ ψυχρῷ τὸν ἕτερον· εἶναι δὲ
11. καὶ τῇ κράσει διαφέροντας αὐτοὺς καὶ τῇ φύσει καὶ τοῖς
12. ἔθεσι καὶ ταῖς ἡλικίαις, εἰ δὲ βούλει καὶ κατὰ διαφερούσας
13. ὥρας καὶ καταστάσεις ἀῤῥωστεῖν, ὥστε τὸν μὲν θερμὸν καὶ
14. ξηρὸν φύσει καὶ τῇ διαίτῃ πάσῃ τοιαύτῃ συνειθίσθαι καὶ νεανίσκον
15. εἶναι καὶ χειμῶνος νοσεῖν ἐν ὑγρῷ καὶ ψυχρῷ χωρίῳ καὶ
16. καταστάσει τοιαύτῃ· τὸν δὲ ὑγρόν τε καὶ ψυχρὸν ἐν ἔθει τε
17. διαίτης ὁμοίῳ καὶ παῖδα τὴν ἡλικίαν· καὶ νοσεῖν δὲ θέρους
18. ἐν θερμῷ καὶ ξηρῷ χωρίῳ καὶ καταστάσει τοιαύτῃ, τίνες οὖν
1. ἐν ἑκατέρῳ τούτων αἱ ἐνδείξεις; ἡ μὲν ἀπὸ τοῦ πυρέττειν
2. ἀμφοτέροις κοινὴ, τῶν ὑγραινόντων τε καὶ ψυχόντων δεομένη,
3. τῶν δ’ ἄλλων οὐκέτ’ οὐδεμία κοινή. τῷ μὲν γὰρ
4. προτέρῳ διά τε τὴν φύσιν καὶ τὴν ἡλικίαν ἐν ὁμοίοις ἑαυταῖς
5. διαιτήμασιν εἰθισμένῳ ἐπιτήδεια τὰ ξηρότερα καὶ θερμότερα
6. τῇ κράσει σιτία· καὶ μέντοι καὶ διὰ τὴν ὥραν τε καὶ
7. τὴν κατάστασιν καὶ τὸ χωρίον· οὐ γὰρ τῶν ὁμοίων ἐστὶν ἡ
8. ἀπὸ τούτων ἔνδειξις, ἀλλὰ τῶν ἐναντίων. τῷ δ’ ἑτέρῳ τῶν
9. ὑποκειμένων διὰ μὲν τὴν ἡλικίαν καὶ τὴν φύσιν καὶ τὸ ἔθος·
10. τῶν ὁμοίων αὐτοῖς· ὑγρῶν μὲν καὶ συμμέτρως θερμῶν διὰ
11. τὴν ἡλικίαν, ὑγρῶν δὲ καὶ ψυχρῶν διά τε τὴν φύσιν καὶ
12. τὸ ἔθος· διὰ δὲ τὸ χωρίον καὶ τὴν ὥραν καὶ τὴν κατάστασιν
13. τῶν ἐναντίων. ἅπερ ἐστὶ δήπου καὶ αὐτὰ ψυχρότερα
14. καὶ ὑγρότερα τοσούτῳ τῶν εὐκράτων, ὅσῳ πέρ ἐστι καὶ τὰ
15. χωρία τῶν εὐκράτων θερμότερα καὶ ξηρότερα· παρὰ μὲν γὰρ
16. τῶν ἐθῶν ἡ ἔνδειξις ἀεὶ τῶν ὁμοίων ἐστὶν ἄχρις ἂν νοσῶσιν
17. οἱ ἄνθρωποι. παρὰ δὲ τῶν ἡλικιῶν καὶ φύσεων καὶ χωρῶν
18. ὡρῶν τε καὶ καταστάσεων εὐκράτων μὲν οὐσῶν ἔνδειξις ἀεὶ
1. τῶν ὁμοίων διαιτημάτων καὶ βοηθημάτων ἐστὶν, ἄν θ’
2. ὑγιαίνωσιν ἄν τε νοσῶσι. παρὰ δὲ τῶν δυσκράτων ὡρῶν
3. μὲν καὶ καταστάσεων καὶ χωρῶν ἔνδειξις τῶν ἐναντίων·
4. ἡλικιῶν δὲ καὶ φύσεων οὐχ ἁπλῶς, ἀλλὰ σὺν τῷ ἔθει. σκοπεῖσθαι
5. δ’ ἐπὶ τῶν ἐναντίων ἐνδείξεων οὐδὲν οὕτω προσῆκεν
6. ὡς τὸ μέγεθος ἑκάστου τῶν συνεισφερόντων, ὅπερ
7. ἐδείκνυμεν ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασι διττόν· ἕτερον μὲν
8. αὐτοῖς τοῖς τῶν ἐνδεικνυμένων ἀξιώμασι μετρούμενον, ἕτερον
9. δὲ ταῖς οἰκείαις αὐτῶν ὡς ἂν εἴποι τις οὐσίαις, ἃς ἐκ
10. τοῦ παραβάλλειν τῷ συμμέτρῳ τε καὶ κατὰ φύσιν ἔφαμεν
11. χρῆναι λαμβάνειν. εἰ μὴ γὰρ οὕτω τις ἐξετάσειε τῶν ἐνδείξεων
12. τὰς δυνάμεις, οὐχ οἷόν τε τὸ μέτρον ἐξευρεῖν τῆς
13. διαίτης. ἐνδεικνυμένου γὰρ ἀεὶ τοῦ μὲν πυρετοῦ τὸ ψύχειν
14. καὶ ὑγραίνειν, τῶν δ’ ἄλλων ἑκάστου, καθότι προείρηται,
15. συμφωνούσης μὲν αὐτῶν τῆς ἐνδείξεως οὐδὲν ἂν εἴη πρᾶγμα,
16. διαφωνούσης δὲ κατὰ τὰ πλείω καὶ μείζω τυποῦσθαι
17. χρὴ τὴν δίαιταν. ἐπὶ γοῦν τῶν ὑποτεθέντων ἀρτίως ὅτι
1. μὲν πυρέττουσιν ἔνδειξις κοινὴ τῶν ὑγραινόντων καὶ ψυχόντων
2. ἐστὶν, οὐ μὴν ἀπό γε τῶν ἄλλων. ἀλλ’ ᾧ μὲν ἥ θ’
3. ἡλικία καὶ ἡ κρᾶσις ἅμα τῷ ἔθει καὶ ἡ χώρα καὶ ἡ ὥρα καὶ
4. ἡ κατάστασις τῶν ὑγραινόντων καὶ ψυχόντων ἔχει τὴν ἔνδειξιν,
5. οὐ μόνον ἀναμφισβήτητόν ἐστι τὸ χρῆναι τοῦτον ὑγραίνειν
6. καὶ ψύχειν, ἀλλὰ καὶ τὸ μὴ μικρῶς μηδ’ ὡς ἔτυχεν,
7. ἰσχυρῶς δὲ πάνυ καὶ μεγάλως, ἁπάντων γε τῶν σκοπῶν ἐνδεικνυμένων
8. ταὐτόν. ᾧ δ’ ἡ τῶν ἄλλων ἁπάντων ἔνδειξις
9. οὐχ ὑγρῶν καὶ ψυχρῶν ὁμοίως τῷ πυρετῷ τῶν διαιτημάτων
10. ἐστὶν, ἀλλὰ τῶν ἐναντίων αὐτοῖς τῶν θερμῶν καὶ ξηρῶν,
11. ἀμφισβήτησις γίγνεται καὶ μάχη τῶν ἐνδείξεων πρὸς ἀλλήλας,
12. ἡνίκα μάλιστά ἐστι χρεία τοῦ παραβάλλειν τόν τε ἀριθμὸν
13. καὶ τὰ μεγέθη τῶν ἐνδείξεων. ἡ γοῦν ἀπὸ τοῦ πυρέττειν
14. ἔνδειξις ἀριθμῷ μὲν λείπεται τῶν ἄλλων, ὅταν ἅπασαι τὸν
15. ἐναντίον ὑφηγῶνται τρόπον πράττειν, ὑπερέχει δὲ μεγέθει
16. τῷ κατὰ τὴν ἀξίαν, ἢ τὴν δύναμιν, ἢ ὅπως ἄν τις ὀνομάζειν
17. ἐθέλοι καὶ μάλισθ’ ὅταν ἐπὶ πολὺ τοῦ κατὰ φύσιν ἐξέστηκε.
1. δύο γὰρ αὐτῷ τόθ’ ὑπάρξει μεγέθη, τό τ’ ἐκ τοῦ γένους τῶν
2. πυρετῶν, τὸ κοινὸν ἅπασι, τό τ’ ἴδιον οἰκεῖον αὐτοῦ. καὶ
3. γὰρ ὅτι πυρετός ἐστιν, ἐπιστρέφει μᾶλλον ἡμᾶς πρὸς ἑαυτὸν
4. ἁπάντων τῶν ἄλλων· καὶ ὅτι τὸ μέγεθος αὐτῷ τὸ οἰκεῖον
5. ἀξιόλογον ὑπάρχει καὶ διὰ τοῦτο κατακρύπτει τε καὶ συσκιάζει
6. τὰς ἐναντίας ἐνδείξεις. εἰ δὲ μικρὸς ὑπάρχει, δύνανθ’ αἱ
7. ἄλλαι πᾶσαι συντεθεῖσαι πρὸς αὐτὸν ἀντεξετάζεσθαι. καὶ
8. εἴπερ ἴσαι φανεῖεν, οὔθ’ ἡ τοῦ πυρετοῦ κρατήσειεν ἂν ἔνδειξις
9. ὡς ὑγραίνειν καὶ ψύχειν, οὔθ’ ἡ τῶν ἄλλων ὡς θερμαίνειν
10. καὶ ξηραίνειν, ἀλλὰ τὸ μέσον εἶδος τῆς διαίτης ἐπὶ τῶν οὕτως
11. ἐχόντων σωμάτων ἐκλεξόμεθα. κρατούσης δὲ τῆς ἑτέρας ἐνδείξεως
12. εἰς τοσοῦτον ἀποχωρήσομεν τῆς εὐκράτου καὶ μέσης
13. τῆς διαίτης, εἰς ὅσον ὑπερέχει τῶν ἐναντίων τὰ κρατοῦντα.
14. γεγυμνασμένον τε οὖν εἰς ταῦτα πάντα καὶ φύσει
15. συνετὸν εἶναι χρὴ τὸν ἰατρὸν, ἵν’ ἑκάστης ἐνδείξεως
16. ἀκριβῶς ἐκλογισάμενος τὴν δύναμιν, ἀλλήλαις τε παραβάλλων
17. ἁπάσας, ἕν τι κεφάλαιον ἀθροίσῃ τῶν οἰκείων τῷ
1. κάμνοντι διαιτημάτων. αἱ μὲν οὖν ἀπὸ τῶν ἐφημέρων
2. πυρετῶν ἐνδείξεις ἐκ τούτων τῶν σκοπῶν λαμβάνονται, καὶ
3. σπάνιον εἴ ποτε ἀπὸ τοῦ μέτρου τῆς τοῦ κάμνοντος δυνάμεως.
4. αἱ δὲ τῶν πολυημέρων ἐξ ἀνάγκης μὲν καὶ τὴν δύναμιν
5. προσλαμβάνουσιν· οὐ μικρὸς γὰρ ἐπ’ ἐκείνων ὁ ἀπὸ
6. ταύτης σκοπός· οὐδὲν ἧττον δὲ καὶ τὴν γεννῶσαν αἰτίαν
7. τοὺς πυρετοὺς, πλὴν τῶν ἑκτικῶν· οὐδεμία γὰρ ἀνάπτει τούτους
8. αἰτία, καθάπερ οὐδὲ τὸ δεδεγμένον ἑκτικῶς εἰς ἑαυτὸ
9. σῶμα τὴν τοῦ πυρὸς θερμασίαν, εἴτε λίθος, εἴτε ξύλον
10. ὑπάρχει. κοινὸν γὰρ αὐτοῖς τὸ μηκέτι γίνεσθαι πρὸς τοὺς
11. ἐφημέρους ἐστὶ, διαλλάττοντας δὲ ἐν τῷ τοὺς μὲν ἐφημέρους
12. κατὰ σχέσιν ἔχειν τὴν θέρμην, τοὺς δ’ ἑκτικοὺς ἐν ἕξει δυσλύτῳ.
13. δύναιτο δ’ ἄν τις φάναι καὶ τὴν ἀπὸ τῆς δυνάμεως
14. ἔνδειξιν ἀεὶ παρεῖναι κατά τε τἄλλα σύμπαντα νοσήματα
15. καὶ τοὺς ἐφημέρους πυρετοὺς, ἡμᾶς δ’ ἐν τῷ νῦν λόγῳ μηδὲν
16. αὐτῆς δεηθῆναι, διότι πρώτως μὲν οὐκ ἐνδείκνυται, κατὰ συμβεβηκὸς
17. δὲ, περὶ οὗ συμβεβηκότος ἐν τοῖς ἑξῆς διοριῶ.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 8.9, ed. Kühn, 1825, vol. 10, p. 588-598. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:8.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩